Ἀστύαλος· ἐπὶ δὲ ἐπιθετικῶν τὸ ἴδιον τηρεῖ πνεῦμα “πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ” (Od. 1, 395) “ἀγχίαλόν τʼ Ἀντρῶνα” (Il. 2. 697), ὕφαλος. ὥστε καὶ κατὰ τοῦτο ἐλέγχεται τὸ ὠκύαλος ψιλούμενον.
σύνθετον ἦν, ἐγένετο ἄν· νῦν δὲ ὡς ἐν τοῖς ἄνω εἶπεν, παραγωγὴν ἔλαβε τῆς αλος κατὰ παρολκὴν κειμένης. Διονύσιος δὲ ὁ Ἁλικαρνασσεὺς ἐν τετάρτῳ Ἀττικῶν ὀνομάτων οὕτως ἔφη· φίλιππος μὲν τῆς μέσης δασυνομένης τὸ προσηγορικόν· οὕτως γὰρ καὶ ἐν Τηρεῖ Σοφοκλέους ἀναγινώσκομεν “ἥλιε φιλίπποις Θρῃξὶ πρέσβιστον σέλας.”
Φίλιπποςδὲ ψιλῶς ὁ Μακεδών. καὶ ὠκύαλος μὲν δασέως ἡ ναῦς, ψιλῶς δὲ ὁ ἀνήρ· “ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος” (Od. 8, 111). ἐναντίως δὲ ὁ Ἡρωδιανός.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.