πολιτῶν· διὰ γὰρ τὸ ἐπὶ δέκα ἔτη τὸν πόλεμον ἀνύεσθαι οἱ πρῶτοι, κεκμηκότες κατὰ μάχην, ἰσαρίθμων αὐτοῖς ἄλλων ἀποστελλομένων ἀπεπέμποντο, ὡς εἰκός. ἐξ ἀμοιβῆς ἀμύνοντες. ἢ οἱ ἀμοιβὴν ἀποδιδόντες τῷ Πριάμῳ διὰ τὸ καὶ αὐτὸν συμμαχῆσαι Φρυξίν (Il. 3, 188). ἐπιφέρει γὰρ “ἠοῖ τῇ προτέρᾳ·” λέγει γὰρ ἐν τῷ
καταλόγῳ “Φόρκυς δʼ αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδής” (Il. 2, 861). οἷον ἀμοιβοί πεζοί· διὰ γὰρ τῆς ἀμοιβῆς τῶν ποδῶν γίνεται ἡ τῶν πεζῶν ἔφοδος.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.