προπερισπᾶσθαι θέλει, χερσαῖος ὀρφναῖος ἑρσαῖος ἀρχαῖος Ἀρναῖος Τρικκαῖος Ἑρμαῖος· ὅθεν τὸ Ἑρμαῖον κάρα παρὰ Σοφοκλεῖ. τὸ δὲ “ὅθι θʼ Ἕρμαιος λόφος ἐστίν” (Od. 16, 471) ὡς εἰς ἰδιότητα. καὶ τὸ ἐπὶ τοῦ κυρίου πρὸς ἀντιδιαστολὴν διάφορον τόνον ἀνεδέξατο, ὡς Ἀθηναῖος καὶ Ἀθήναιος, ἀγοραῖος καὶ ἀγόραιος. οὕτως οὖν καὶ Ὀρθαῖος
προπερισπωμένως ἀναγνωστέον· οὐδεμία γὰρ ἀντιδιαστολὴ ἐπὶ τοῦ ὀνόματος κεχώρηκεν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.