τιλλον τὸν Ἑρμοῦ μὲν υἱὸν ἡνίοχον δὲ τοῦ ἑαυτῆς πατρὸς ἔπεισε τῇ κατὰ τοῦ πατρὸς νίκῃ συνεργῆσαι καὶ τοὺς ἵππους τῆς εἰς τὸ τρέ- χειν ὁρμῆς κατασχεῖν, βουλομένη τὸν Πέλοπα καὶ τοὺς ἵππους λαβεῖν καὶ τὸν ἑαυτῆς γάμον· ἔκειτο γὰρ τῷ νικήσαντι ἔπαθλον ὁ ταύτης γάμος, νικηθέντι δὲ θάνατος. ἀγωνιζομένων δὲ αὐτῶν ὁ Οἰνό-
μαος ἐκπίπτει τοῦ ἅρματος· οὐ γὰρ αἱ χοινικίδες τοὺς ἐμβόλους κατέσχον, τοῦτο πανουργήσαντος τοῦ Μυρτίλλου. γνοὺς δὲ τὴν ἐπι- βουλὴν ὁ Οἰνόμαος ἀρὰς ἔθετο κατὰ Μυρτίλλου, ὅπως ἀπόληται ὑπὸ Πέλοπος· ὃ καὶ ἐγένετο. διαβαινόντων γὰρ αὐτῶν διὰ τοῦ Αἰγαίου πόντου, καὶ διψησάσης τῆς Ἱπποδαμείας, καταβὰς ἐκ τοῦ ἅρματος
ὁ Πέλοψ ἐζήτει ὕδωρ κατὰ τῆς ἐρήμου. κατ᾿ ἐκεῖνο δὲ καιροῦ ἡ Ἱπποδάμεια ἐρασθεῖσα Μυρτίλλου ἐδεῖτο μὴ ὑπεριδεῖν· ἀντειπόντος δὲ αὐτοῦ, καὶ τοῦ Πέλοπος παραγενομένου, φθάνει ἡ Ἱπποδάμεια κατηγορήσασα τοῦ Μυρτίλλου ὡς βιασαμένου αὐτήν. καὶ Μύρτιλλον Πέλοψ ἀπὸ τοῦ ἅρματος ὠθεῖ εἰς τὸ πέλαγος, αὐτὸς δὲ αὐτῇ ἡνιοχεἱ·
ὅθεν τὸ μὲν πέλαγος Μυρτῷον ἀπὸ Μυρτίλλου, ὁ Πέλοψ δὲ πλήξιππος διὰ τὴν τῶν ἵππων αὐτουργίαν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.