Διὸς καὶ λαβοῦσα, ἐπέστησεν αὐτῇ φύλακα Ἄργον, τὸν πανόπτην καλούμενον, ἐπειδὴ κατὰ παντὸς τοῦ σώματος εἶχεν ὀφθαλμούς. 1 κελευσθεὶς δὲ ὁ Ἑρμῆς ὑπὸ τοῦ Διὸς κλέψαι τὴν βοῦν, ἐπειδὴ λαθεῖν οὐκ ἠδύνατο τὸν Ἄργον, λίθῳ βαλὼν ἀπέκτεινε· καὶ ἐντεῦθεν Ἀργει- φόντης ἐκλήθη. τῇ δὲ Ἰοῖ ἡ Ἥρα ὡσανεὶ βοῒ οἶστρον ἐμβάλλει. ἡ δὲ ἐκ τῆς ὀδύνης πρῶτον ἦλθεν ἐπὶ τὸν ἀπ᾿ ἐκείνης Ἰόνιον κόλπον κληθέντα· ἔπειτα διὰ τοῦ καλουμένου πρότερον Θρᾳκίου πόρου, νῦν δὲ
ἀπ᾿ ἐκείνης Βοσπόρου, ἐλθοῦσα, καὶ ἄλλους δὲ διαφόρους τόπους πλα- νηθεῖσα, ἦλθεν εἰς Αἴγυπτον, ὅπου τὴν ἀρχαίαν μορφὴν ἀπολαβοῦσα τίκτει παρὰ τῷ Νείλῳ ποταμῷ παῖδα Ἔπαφον. ἡ δὲ ἱστορία πλατύ- τερον κεῖται παρὰ Ἀπολλοδώρῳ ἐν δευτέρῳ.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.