τισμοῦ παράλογος ὁ τόνος· τὰ γὰρ παρὰ τὰ εἰς ος λήγοντα οὐδέτερα 1 δισύλλαβα, συντιθέμενα, εἰς ης λήγοντα ἐπιθετικὰ, μὴ ἔχοντα τὸ η πρὸ τέλους, πάντα ὀξύνεται, εὐγενής εὐκλεής εὐειδής· οὕτως δὲ καὶ εὐτειχής. ἐχρῆν μὲν οὖν καὶ τὰ παρὰ τὸ ἔτος τὸ αὐτὸ ἀναδέχεσθαι· νυνὶ δὲ κατὰ βαρεῖαν τάσιν ἀναγινώσκουσιν, ἀλλʼ οὐδὲ τοῦτο πάλιν καθολικῶς σώζοντες· ἑξετέα γὰρ ἀδμήτην (Il. 23, 266) ἀναγινώ-
σκουσιν ὡς εὐσεβέα.
ρουσι γὰρ ἀλλήλων ἵπποι ἡλικίᾳ, χρόᾳ, μεγέθει, γένει, δυνάμει. τοῦτο δὲ ἔθος τῷ ποιητῇ πολλάκις ἐν μονοστίχῳ πᾶσαν ἀρετὴν ἐμ- φαίνειν, ὡς τὸ “καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργʼ εἰδυῖα” (Od. 15, 418) καὶ τὸ “οὐ δέμας οὐδὲ φυὴν, οὔτʼ ἄρ φρένας, οὔτε τι ἔργα” (Il. I, 115).
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.