εἴ γε καὶ τὸ ποδώκης ὀφείλει ὀξύνεσθαι, καθὸ τὰ εἰς υς ὀξύτονα, φυ- λάσσοντα ἐν τῇ συνθέσει τὴν κατάληξιν, ἀναδίδωσι τὸν τόνον, δριμύς ἄδριμυς, οὐχ οὕτως δὲ ἔχοντα, ἀλλὰ τρέποντα τὸ τέλος ἵσταται ἐπὶ τῆς ὀξείας, ἡδύς ἀηδής, βαρύς ἀβαρής, ἠΰς ἐνηής. οὕτως οὖν ὤφειλε καὶ τὸ ποδώκης ὀξυτονεῖσθαι, γενόμενον ἀπὸ τοῦ ὠκύς. ἀλλά φασιν
εἰς ἰδιότητα τοῦ Ἀχιλλέως βεβαρυτονῆσθαι τὸ ποδώκης. παρὰ γοῦν τῷ Ἡσιόδῳ ἀνεγνώκασι “ποδώκης δῖ᾿ Ἀταλάνη.” τί οὖν ἐπὶ τοῦ Δόλωνος; κατὰ βαρεῖαν τάσιν ἀνεγνώκασι καὶ ἐπὶ τούτου “ὃς δή τοι εἶδος μὲν ἔην κακὸς, ἀλλὰ ποδώκης” (Il. 10, 316).
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.