δὲ τὸ ἔμμεναι στιγμή. ὁ δὲ λόγος· Θερσίτης δʼ ἔτι μοῦνος ἐθορύβει, ὃς πολλά τε καὶ ἄτακτα λέγειν ἠπίστατο, ὥστε μάτην καὶ οὐ πρὸς λόγον φιλονεικεῖν τοῖς βασιλεῦσιν, ἀλλʼ ὅ τι ἂν αὐτῷ ἔδοξε γέλωτος ἄξιον φανήσεσθαι τοῖς Ἕλλησιν. τινὲς δὲ ὑποστίζουσιν εἰς τὸ εἴσαιτο, καὶ ἀφʼ ἑτέρας γελοίιον Ἀργείοισιν ἔμμεναι, τελεία, ἵνʼ ᾖ ὁ
λόγος τοιοῦτος, πᾶν τὸ παραστὰν αὐτῷ, καὶ εἰ μετὰ σπουδῆς παρ- έστη, τοῦτο γελοῖον ἦν· τὸ γὰρ ἔμμεναι ἀντὶ τοῦ ἦν κεῖται. πιθα- νώτερον δὲ τὸ πρότερον τὸ καὶ ἐκ προνοίας αὐτὸν καὶ ἑκόντα ἁμαρ- τάνειν. οὕτως Νικάνωρ.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.