Ἑλλάδος, ἐπειδὴ ἐλυμαίνετο τὴν χώραν, ὥς φησιν αὐτὸς ὁ ποιητὴς ἐν τῇ Ι (533). μεθ᾿ ὦν ἦν καὶ ὁ Θερσίτης, ὃς δειλωθεὶς κατέλειψε τὴν παραφυλακὴν ἐφ᾿ ἧς ἦν, καὶ ἀπῆλθεν ἐπί τινα τόπον ὑψηλὸν, τὴν σωτηρίαν θηρώμενος. ὀνειδιζόμενος δὲ ὑπὸ Μελεάγρου ἐδιώκετο, καὶ κατὰ κρημνοῦ πεσὼν τοιοῦτος ἐγένετο οἷον ὁ Ὅμηρος αὐτὸν παρί-
στησιν. ἱστορεῖ Εὐφορίων. ἐζήτηται δὲ διὰ ποίαν αἰτίαν ὁ Θερσίτης ἐστράτευσεν εἰς Τροίαν τοιοῦτος ὤν. ῥητέον οὖν ὅτι ἤτοι στασιώδης ὢν οὐκ ἀπελείφθη ἐπὶ τῆς πατρίδος, ἢ ὅτι κατ᾿ ἐπεισόδιον παρῆκται πρὸς τὸ ἐκ τοῦ σκυθρωποῦ πρὸς ἱλαρότητα τὰς ψυχὰς ἀνακαλέσασθαι τῶν Ἑλλήνων, ὥσπερ εἴληπται καὶ Ἥφαιστος γέλωτος χάριν παρὰ τοῖς
θεοῖς ἐν τῇ Α. λαμβάνεται δὲ πᾶν ἐπεισόδιον τῷ ποιητῇ ἢ πιθανότητος ἕνεκεν, ἢ χρείας, ὥσπερ τοῦτο νῦν, ἢ κόσμου καὶ ὑψώσεως χάριν.
νῦν οὖν τὸν Θερσίτην ὁ ποιητὴς παρέλαβε πρὸς τὸ διαλῦσαι τὸ στυγνὸν τῆς ἐκκλησίας καὶ ὑβρισθῆναι τὸν Ἀγαμέμνονα· ἀλλʼ οὐ λυπεῖ ἀνάξιος ὤν. ἤδη δὲ οὐ Ξενοφάνει ἀλλʼ Ὁμήρῳ πρώτῳ σιλλοὶ πεποίηνται, ἐν οἷς αὐτόν τε τὸν Θερσίτην σιλλαίνει, καὶ ὁ Θερσίτης τοὺς ἀρίστους. οὐκέτι δὲ μέμνηται αὐτοῦ, ἐπεὶ σεσωφρόνισται τοῦ
λοιποῦ νεικείειν βασιλῆας.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.