μενος κατέκρινε τὸν πατέρα· ὁ δὲ ἀγανακτήσας ἐξέβαλεν αὐτὸν τῆς χώρας· ρακλῆς δὲ ἐπιστρατευσάμενος Ἦλιν ἐπόρθησε, καὶ μετα- πεμψάμενος τὸν Φυλέα ἐκ Δουλιχίου παραδίδωσιν αὐτῷ τὴν βασι- λείαν. ὀλιγανδρίας δὲ οὔσης διὰ τὸ πολλοὺς ἐν τῷ πολέμῳ συνεφθάρ- θαι, Ἡρακλῆς συγκατέκλινε τὰς τῶν τετελευτηκότων γυναῖκας τῷ
στρατῷ, οὕτως τε πολλῶν γεννηθέντων ἔθηκε τῷ Διὶ τὸν Ὀλυμπιακὸν ἀγῶνα, καὶ αὐτὸς πρῶτος τῶν ἀγώνων ἥψατο. ἡ ἱστορία παρὰ Καλλιμάχω.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.