ἀφίει ἀκαχήμενον ἵππων.” ἐνδέχεται δὲ δύω συνωρίδας ἐπὶ τὸν ἀγῶνα πεπορεῦσθαι, μή τι περὶ τὴν ἑτέραν γένηται· εἰρῆσθαι δὲ τὸν ἐλατῆρʼ ἀφίει συλληπτικῶς, τὸν ἑκατέρας ἐλατῆρα, ὡς “ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη” (Od. 1, 335)· οὐ μία ἐπὶ ἀμφοτέρων τῶν μερῶν, ἀλλʼ ἑκατέρωθεν μία. οἱ δὲ ὡς Ποσειδῶνος υἱὸν τετρώρῳ
φασὶ χρῆσθαι· ἵππιος γὰρ ὁ θεός.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.