ἐν ἑτέροις φησὶ “τοῦ δʼ ἀπὸ μὲν κτιδέην” (458).
ὶκτὶς γάρ ἐστιν, ὡς Νίκανδρος “ἰκτίδος ἥ τʼ ὄρνισιν” (Ther. 196). τὸ γὰρ μονοσύλλαβον οὐ δύναται κατʼ ἔκτασιν οὐδὲ κατὰ συστολὴν λέγεσθαι. οὔτε γὰρ ἐκτείνεται ὡς κρηπῖδος ψηφῖδος· ταῦτα γὰρ ὑπὲρ μίαν συλλαβήν· οὕτε συστέλλεται· ἀρκεῖ γὰρ τὸ τίς.
ὀρνιθοφάγον καὶ πανοῦργον, μεῖζον μὲν γαλῆς καὶ δασύτερον, παρα- πλήσιον δέ. οἱ δὲ τὴν ἀγρίαν γαλῆν εἶπον.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.