καὶ γὰρ Πελίαν ἐντεῦθέν φασιν ὠνομάσθαι. Τυρὼ γὰρ ἡ Σαλμωνέως γεννήσασα δύο παῖδας ἐκ Ποσειδῶνος, παρὰ τοῖς Ἐνιπέως τοῦ ποτα- μοῦ ῥείθροις κατέλιπε. τὸν μὲν οὖν ἕτερον κύων, ἀφαιρεθέντων αὐτῆς τῶν πόνων, παρέχουσα θηλὴν ἔτρεφε· τὸν δὲ ἕτερον ἵππος κατὰ τὸ μέτωπον ἐπάτησεν. ἐπελθόντες οὖν οἱ ἱπποφορβοὶ ἀνελόμενοί τε τὰ
παιδία ἔτρεφον, καὶ ὠνόμασαν τὸν μὲν, ἐπεὶ ἐκ συνδρομῆς αἵματος ἐπελιώθη, Πελίαν, τὸν δʼ ἕτερον, ἐπεὶ κύων κατηλέησεν, Νηλέα.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.