ΔΗΜΗΤΡΙΟΥ ΤΡΙΚΛΙΝΙΟΥ ΠΕΡΙ ΜΕΤΡΩΝ ΕΚΑΒΗΣ.
τέλει κορωνίς.
Ἀλκμᾶνα τούτῳ πρῶτον χρήσασθαι. εἰσὶ δὲ τὰ μὲν τῶν κώλων δίμετρα ἀκατάληκτα, τὰ δὲ τῶν ἀποθέσεων καταληκτικὰ δίμετρα, ἤτοι ἑφθημιμερῆ. ἢ μέτρον καλεῖται παροιμιακὸν, διὰ τὸ πολλὰς παροιμίας τούτῳ τῷ μέτρῳ γεγράφθαι. τὸ μέντοι ιϚ΄ κῶλον, τὸ 1 λδ΄ καὶ τὸ λϚ΄ μονόμετρά ἐστιν ἀκατάληκτα, ὃ καὶ ἀναπαιστικὴ ὀνομάζεται βάσις, τὰ δὲ πάντα κῶλα τοῦ συστήματος εἰσὶ λή, ὧν τελευταῖον “πέμψατε, δαίμονες, ἱκετεύω.” ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ τῷ τέλει κορωνίς. B.I.
τὰ πολλά. ἐν γὰρ τοῖς ἀναπαιστικοῖς μονόμετρα μόνον διὰ μέσου εὕρηται, οὐ μὴν καὶ δίμετρα καταληκτικὰ, ἀλλʼ ἐν μόναις ταῖς ἀποθέσεσι. διὰ τοῦτο οὖν οὕτως ὠρθώθη παῤ ἡμῶν· εἰ δέ τις μέμφοιτο τὰς προθέσεις, ἀλλ᾿ ἴστω ὡς οὐκ ἂν ἔχοι τις ἄλλως ταυτὶ διορθώσασθαι.
ιϚ΄ κῶλον, τὸ κε, τὸ μ΄, τὸ ν΄ καὶ τὸ νε΄ μονόμετρά εἰσιν ἀκατάληκτα. τὰ δὲ πάντα κῶλα τοῦ συστήματος νϚ΄, ὧν τὸ τελευταῖον “δειρῆς νασμῷ μελαναυγεῖ.” ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.
γάρ σύγκειται ἀναπαιστικῶν κώλων. ἔστι δὲ καὶ τοῦτο κατὰ περιορισμοὺς ἀνίσους. τὰ δὲ κῶλα πάντα αὐτοῦ κγ΄, ὧν τελευταῖον “σᾶς ψυχᾶς ἀίω φάμαν.” εἰσὶ δὲ τὰ μὲν δίμετρα ἀκατάληκτα, τὰ δὲ τῶν 2 ἀποθέσεων καταληκτικά. τὸ μέντοι ζ΄ κῶλον καὶ τὸ ιζ΄ μονόμετρά ἐστιν ἀκατάληκτα, τὸ δὲ ιε΄ τροχαϊκὸν ἰθυφαλλικόν. τίθενται γὰρ καὶ τά τοιαῦτα συστήματα ἐν μέσῳ τῶν ἀναπαιστικῶν. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, καὶ ἐπὶ τῷ τέλει ὡσαύτως. B.I.
τὰ μὲν δίμετρα ἀκατάληκτα, τὰ δὲ τῶν ἀποθέσεων καταληκτικά. τὸ δὲ δ΄ καὶ τὸ ια΄, τὸ ιδ΄, τὸ ιϚ΄. τὸ κζ΄, καὶ τὸ λγ΄ μονόμετρα καὶ πενθημιμερῆ· τὸ μέντοι ε΄ τροχαικόν ἐστι πενθημιμερές καὶ τὸ λδ΄ ὁμοίως ἑφθημιμερές. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς· τέλος γὰρ ἔχει τὰ ἀναπαιστικά. B.I.
εἷλε τὴν εὐδαίμονα.” ἐπὶ τῷ τέλει μὲν τῶν ἀποθέσεων παράγραφος, ἐπὶ τῷ τέλει δὲ πάντων τῶν στίχων κορωνὶς, ἐξιόντων τῶν ὑποκριτῶν.
τῆς μὲν οὖν προτέρας στροφῆς τὰ κῶλα ια΄, καὶ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α΄ ἀντισπαστικὸν δίμετρον καταληκτικόν, ἤτοι ἑφθημιμερὲς Φερεκράτειον, ἐξ ἐπιτρίτου α΄ καὶ βακχείου. τὸ β΄ ὅμοιον δίμετρον ὑπερκατάληκτον, ἐξ ἐπιτρίτου δ΄, διιάμβου καὶ συλλαβῆς ἀδιαφόρου. τὸ γ΄ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον, ἐξ 3 ἰωνικοῦ ἀπὸ μείζονος, τροχαϊκῆς συζυγίας, ἤτοι διτροχαίου, καὶ ἰωνικοῦ ἡμίσεως· ἐν μέντοι τῷ τῆς στροφῆς κώλῳ παίωνα β΄ ἔχει ἀντὶ ἰωνικοῦ. τὸ δ΄ δίμετρον ὑπερκατάληκτον· καλεῖται δὲ περίοδος διὰ τὸ συγκεῖσθαι ἐκ τροχαϊκῆς καὶ ἰαμβικῆς συζυγίας· ἔστι δε τῶν ἀσυναρτήτων. τὸ ε΄ ἰωνικὸν δίμετρον ἀκατάληκτον ἐξ ἰωνικοῦ ἀπὸ μείζονος
καὶ τροχαϊκῆς συζυγίας, ἤτοι διτροχαίου. τὸ Ϛ΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ζ΄ ἰωνικὸν ὅμοιον τῷ ε΄. τὸ η΄ ὅμοιον δίμετρον καταληκτικὸν, ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ τροχαϊκῆς συζυγίας, ἤτοι ἐπιτρίτου β΄, καὶ συλλαβῆς μιᾶς. τὸ θ΄ χοριαμβικὸν δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερὲς, ἐκ χοριάμβου καὶ ἀναπαίστου, ἤτοι τριβραχέος
διὰ τὴν ἀδιάφορον. τὸ ι΄ χοριαμβικὸν ὅμοιον ἡμιόλιον, ἐκ χοριάμβου, ἤγουν ἐπιτρίτου β΄, καὶ τροχαίου διὰ τὴν ἀδιάφορον. τὸ ια΄ τροχαϊκὸν ἰθυφαλλικόν. ἐπὶ τῷ τέλει τῆς στροφῆς καὶ τῆς ἀντιστροφῆς παράγραφος μόνη.
“τὰς γύας,” ἵν᾿ ἦ τροχαικὸν τὸ κῶλον, ὡς καὶ τῆς ἀντιστροφῆς. Bar. 74.
τὸ β΄ ὅμοιον κατὰ πάντα. τὸ γ΄ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον, Γλυκώνειον καλούμενον, ἐξ ἐπιτρίτου δʼ καὶ ἰαμβικῆς συζυγίας, ἤτοι διιάμβου. τὸ δʼ δίμετρον ἀκατάληκτον, προσῳδιακὸν καλούμενον, ἀσυνάρτητον ἐκ χοριάμβου καὶ ἰωνικοῦ ἀπʼ ἐλάττονος. τὸ ε΄ ἰωνικὸν δίμετρον ἀκατάληκτον, ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ δισπονδείου.
τὸ χοριαμβικὸν δίμετρον καταληκτικὸν, ἐκ χοριάμβου καὶ βακχείου. τὸ ζ΄ ὅμοιον, ἐξ ἐπιτρίτου γ΄, ἢ δισπονδείου, καὶ ἀναπαίστου· δύναται δὲ εἶναι καὶ ἀντισπαστικόν. τὸ η΄ ἀντισπαστικὸν 4 δίμετρον, καταληκτικόν. τὸ θ΄ δίμετρον ἀκατάληκτον, ἐξ ἐπιτρίτου δ΄, εἰ δὲ βούλει, δισπονδείου, καὶ χοριάμβου. ἔχει δὲ τὸ τῆς ἀντιστροφῆς κῶλον τὸν πρῶτον πόδα πεντασύλλαβον. ἐπὶ μὲν τῷ τέλει τῆς στροφῆς κορωνὶς, δηλοῦσα τέλος σχεῖν τὰς τοῦ χοροῦ ᾠδὰς καὶ
στροφάς.
τετρὰς καὶ πεντὰς καὶ ἐπὶ πλεῖον. ἔστι δὲ τὰ παρόντα τριὰς ἐπῳδικὴ, καὶ εἰσὶ τῆς μὲν στροφῆς τὰ κῶλα θ΄ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α΄ ἀντισπαστικὸν ἡμιόλιον ἐξ ἐπιτρίτου α΄ καὶ ἰάμβου. τὸ β΄ ὅμοιον ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, ἐξ ἐπιτρίτου α΄, διιάμβου καὶ συλλαβῆς. τὸ γ΄ ὅμοιον ἐξ ἐπιτρίτου δʼ καὶ διιάμβου
καὶ συλλαβῆς. τὸ δʼ δίμετρον ἀκατάληκτον πολυσχημάτιστον, πριάπειον καλούμενον, ἐξ ἀντισπάστου καὶ χοριάμβου. τὸ ε΄ τροχαϊκὸν, διὰ τὸ ἑξῆς, πενθημιμερὲς, ἐκ δύο χορείων, ἤτοι τριβραχέων, καὶ συλλαβῆς. τὸ Ϛ΄ τροχαϊκὸν ἰθυφαλλικὸν, ἤτοι δίμετρον βραχυκατάληκτον. τὸ ζ΄ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον ὑπερκατάληκτον,
ἐκ παίωνος τρίτου, διιάμβου καὶ συλλαβῆς· εἰ δὲ βούλει, ἰαμβικὸν ἑφθημιμερὲς ἐκ δύο ἀναπαίστων καὶ ἰάμβου καὶ συλλαβῆς. τὸ η΄ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον. τὸ θ΄ χοριαμβικὸν ἡμιόλιον, 5 εἰ δὲ βούλει, δακτυλικὸν πενθημιμερές. ἐπὶ τῷ τέλει τῆς στροφῆς καὶ ἀντιστροφῆς παράγραφος.
ᾖδον, τὴν δὲ ἀντιστροφὴν πρὸς τὰ ἀριστερὰ, τὴν δὲ ἐπῳδὸν ἱστάμενοι ᾖδον. ἐδήλου δὲ, ὥς φασιν, ἡ μὲν στροφὴ τὴν οὐρανοῦ ἐκ τῶν ἑῴων πρὸς τὰ δυτικὰ μέρη κίνησιν, ἡ δὲ ἀντιστροφὴ τὴν τῶν πλανητῶν, ὡς ἀπὸ δυσμῶν πρὸς ἕω γινομένην, ἡ δὲ ἐπῳδὸς τὴν τῆς γῆς στάσιν, ἱσταμένων τῶν χορευτῶν ᾀδομένων. ἔστι δὲ τῆς παρούσης
τὰ κῶλα ια΄. τὸ α΄ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον, ἐκ παίωνος γ΄ ἀντὶ ἰωνικοῦ, τροχαικῆς συζυγίας, ἤτοι διτροχαίου, καὶ ἰάμβου. τὸ β΄ ἀναπαιστικὸν μονόμετρον. τὸ γ΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ δʼ δακτυλικὸν, ἢ ἀναπαιστικὸν πενθημιμερές. τὸ ε΄ παιωνικὸν δίμετρον ἀκατάληκτον ἐκ παιώνων δευτέρων δύο. τὸ Ϛ΄ τροχαϊκὸν
πενθημιμερές. τὸ ζ΄ ἰωνικὸν δίμετρον ὑπερκατάληκτον, ἐκ παίωνος γ΄ ἀντὶ τοῦ ἰωνικοῦ ἀπʼ ἐλάττονος, ἰαμβικῆς συζυγίας, ἤτοι διιάμβου, καὶ συλλαβῆς. τὸ η΄ ἐπιχοριαμβικὸν τρίμετρον βραχυκατάληκτον ἐκ διιάμβου, χοριάμβου καὶ ἰάμβου διὰ τὴν ἀδιάφορον. τὸ θ΄ τροχαϊκὸν ἰθυφαλλικὸν, ἤτοι δίμετρον βραχυκατάληκτον. τὸ ι΄
ἰωνικὸν ἡμιόλιον, εἰ δὲ βούλει, παιωνικὸν ἐκ παίωνος β΄ καὶ δύο συλλαβῶν. τὸ ια΄ ὅμοιον, δίμετρον καταληκτικὸν, ἐκ παίωνος δʼ καὶ βακχείου· εἰ δὲ βούλει, τροχαϊκὸν ἰθυφαλλικὸν, τοῦ α΄ ποδὸς χορείου. ἐπὶ τῷ τέλει κορωνὶς, εἶτα παράγραφος. ταῦτα γὰρ τοῦ τέλους τῆς ἐπῳδοῦ σημεῖα.
παρόντα ἀλλοιόστροφα. τῆς πρώτης δὲ στροφῆς ταύτης τὰ κῶλα Ϛ΄. 6 τὸ α΄ στίχος ἴαμβος τρίμετρος ἀκατάληκτος. τὸ β΄ παιωνικὸν ἡμιόλιον, ἐκ παίωνος πεντασυλλάβου καὶ ἰάμβου· διαιροῦνται γὰρ αἱ μακραὶ τῶν τοιούτων ποδῶν εἰς δύο βραχείας. τὸ γ΄ ὅμοιον καθαρὸν, ἐκ παίωνος δʼ καὶ ἰάμβου. τὸ δʼ ὅμοιον, δίμετρον καταληκτικὸν, ἐκ
παίωνος α΄ καὶ δακτύλου. τὸ ε΄ τροχαϊκὸν ἀκατάληκτον. τὸ Ϛ΄ ὅμοιον τροχαϊκὸν ἑφθημιμερές. οὕτω διῃρημένα χρὴ ταῦτα τὰ κῶλα, καὶ τὰ ἑξῆς, ὡς ἡμῖν διήρηται, ἵνʼ εὐχερῶς καὶ τίνος εἴη μέτρου ἔχωμεν γνῶναι· ἐπὶ τῷ τέλει παράγραφος.
τρίμετρον βραχυκατάληκτον. τὸ β΄ καὶ γ΄ παιωνικὸν ἡμιόλιον, ἐκ παίωνος δ΄ καὶ σπονδείου. τὸ δ΄ δακτυλικὸν πενθημιμερές.
ἐκ παίωνος α΄ καὶ κρητικοῦ. ἐπὶ τῷ τέλει παράγραφος.
δὲ τὰ παρόντα πεντὰς ἐπῳδική, ἤτοι στροφὴ καὶ ἀντιστροφή, καὶ πάλιν στροφὴ καὶ ἀντιστροφὴ καὶ ἐπῳδός. εἰσὶν οὖν τῆς α΄ στροφῆς τὰ κῶλα θ΄ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α΄ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον ἀκατάληκτον, ἐκ παίωνος γ΄ ἀντὶ τοῦ ἰωνικοῦ καὶ διιάμβον. τὸ β΄ τροχαϊκὸν ἑφθημιμερὲς, ὃ καλεῖται Εὐριπίδειον, ἢ
ληκύθιον. τὸ γ΄ χοριαμβικὸν δίμετρον ἀκατάληκτον, ἐκ χοριάμβου καὶ δισπονδείου· εἰ δὲ βούλει, δακτυλικὸν ἑφθημιμερές. τὸ δʼ προσῳδιακὸν δίμετρον ὑπερκατάληκτον, ἐξ ἰωνικοῦ ἀπὸ μείζονος, χοριάμβου καὶ συλλαβῆς. τὸ ε΄ ἀναπαιστικὸν πενθημιμερές. τὸ Ϛ΄ ἰωνικὸν δίμετρον ὑπερκατάληκτον, ἐκ παίωνος γ΄ ἀντὶ ἰωνικοῦ ἀπʼ ἐλάττονος,
διιάμβου καὶ συλλαβῆς. τὸ αὐτὸ δύναται καὶ ἰαμβικὸν εἶναι ἑφθημιμερὲς, τῶν πρώτων ποδῶν ἀναπαίστων. τὸ ζ΄ ἰωνικὸν δίμετρον καταληκτικὸν, ἤτοι ἑφθημιμέρες, ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ κρητικοῦ, ἤτοι ἀμφιμάκρου. τὸ η΄ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον καθαρὸν, ἐξ ἐπιτρίτου δ΄, διιάμβου καὶ συλλαβῆς. τὸ θʼ ἀντισπαστικὸν
δίμετρον ὑπερκατάληκτον καθαρὸν, ἐξ ἀντισπάστου, διιάμβου καὶ συλλαβῆς. ἐπὶ τῷ τέλει τῆς στροφῆς παράγραφος.
8 τὸ γ΄ ὅμοιον πενθημιμερές. τὸ δʼ ἰωνικὸν δίμετρον ὑπερκατάληκτον, ἢ ἐπιωνικὸν ἐξ ἐπιτρίτου γ΄, ἰωνικοῦ ἀπʼ ἐλάττονος καὶ συλλαβῆς. τὸ ε΄ ἀσυνάρτητον ἐξ ἀναπαιστικῆς βάσεως καὶ ἰαμβικοῦ πενθημιμεροῦς. τὸ Ϛ΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, ἐκ τριῶν
χορείων καὶ ἰάμβου διὰ τὴν ἀδιάφορον. τὸ ζ΄ ὅμοιον καθαρὸν ἰαμβικοῦ. τὸ η΄ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον, ἐξ ἐπιτρίτου β΄ καὶ α΄ καὶ δύο συλλαβῶν ἀδιαφόρων. τὸ θ΄ χοριαμβικὸν τρίμετρον καταληκτικὸν ἐκ β΄ χοριάμβων καὶ ἀναπαίστου· εἰ δὲ βούλει, ἀναπαιστικὸν δίμετρον. τὸ ι΄ ἰαμβικὸν ἑφθημιμερὶς καθαρόν. ἐπὶ τῷ
τέλει τῆς ἀντιστροφῆς παράγραφος.
δίμετρον καταληκτικὸν, ἐκ χοριάμβου καὶ ἀναπαίστου. τὸ δ΄ ἰαμβικὸν πενθημιμερές. τὸ ε΄ τροχαϊκὸν δίμετρον ὑπερκατάληκτον, ἐκ σπονδείων λαὶ τροχαίων. τὸ Ϛ΄ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ ζ΄ ἐπιχοριαμβικὸν δίμετρον ὑπερκατάληκτον, ἐξ ἐπιτρίτου δ΄, χοριάμβου καὶ συλλαβῆς. τὸ η΄ ἰαμβικὸν ἑφθημιμερὲς, τοῦ β΄ καὶ γ΄
ποδὸς χορείου. τὸ θ΄ παιωνικὸν ἡμόλιον, ἐκ παίωνος δ΄ καὶ δύο συλλαβῶν. τὸ ι΄ χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον, ἐκ χοριάμβου, ἐπιτρίτου α΄ καὶ τροχαίου. ἐπὶ τῷ τέλει κορωνὶς καὶ παράγραφος.
ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.
ἐκ παίωνος δ΄ καὶ ἰάμβου. οὕτω δὲ χρὴ γράφειν τὰ κῶλα, ὡς ὑφʼ ἡμῶν διῃρέθη, ἵνʼ ἔχωμεν γνῶναι τίνος εἰσὶ μέτρου. τὸ γ΄ ἀντισπαστικὸν ἡμιόλιον, ἐξ ἐπιτρίτου γ΄ καὶ ἰάμβου. τὸ δʼ ὅμοιον τῷ β΄. 9 τὸ ε΄ ὅμοιον τῷ γ΄, ἐξ ἐπιτρίτου δευτέρου καὶ ἰάμβου. τὸ Ϛ΄ καθαρὸν ἀντισπαστικὸν ἡμιόλιον. τὸ ζ΄ ὅμοιον τῷ β΄. τὸ η΄ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, ἐξ ἀντισπάστου, ἐπιτρίτου δ΄ καὶ συλλαβῆς. τὸ θ΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, τοῦ α΄ καὶ β΄ ποδὸς χορείου. τὸ ι΄ ἴαμβος τρίμετρος. τὸ ια΄ παιωνικὸν τρίμετρον ἀκατάληκτον, ἐκ
παιώνων δ΄ δύο καὶ κρητικοῦ. τὸ ιβ΄ ὅμοιον κατὰ πάντα. ἐπὶ τῷ τέλει παράγραφος μόνη.
εἴρηται· καλεῖται δὲ καὶ μετρικὰ ἄτακτα, διότι μέτρῳ μὲν γέγραπται, οὔτε δὲ ὁμοιότητα ἔχει πρὸς ἄλληλα οὔτε ἀνακύκλησιν. εἰσὶ τὰ παρόντα καὶ συστηματικὰ κατὰ περιορισμοὺς ἀνίσους, τὰ κῶλα δὲ πάντα λγ΄. τὸ α΄ μονόμετρον χοριαμβικόν. τὸ β΄ ὅμοιον δίμετρον καταληκτικὸν, εἰ δὲ βούλει, δακτυλικὸν ἑφθημιμερὲς ἐκ σπονδείων.
τὸ γ΄ ἀντισπαστικὸν τρίμετρον ἀκατάληκτον, ἐκ παίωνος δ΄, ἀντισπάστου καὶ διιάμβου. τὸ δ΄ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, τοῦ α΄ ποδὸς ἑξασυλλάβου. τὸ ε΄ δακτυλικὸν ἑξάμετρον καταληκτικὸν εἰς συλλαβὴν ἐκ σπονδείων. τὸ Ϛ΄ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ ζ΄ ἐπιχοριαμβινὸν τρίμετρον βραχυκατάληκτον, ἐκ
παίωνος α΄, χοριάμβου καὶ β΄ συλλαβῶν ἀδιαφόρων. καλεῖται δὲ καὶ προσῳδιακὸν, τὸν παίωνα ἔχον ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος. τὸ η΄ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον, ἐξ ἀντισπάστου καὶ ἐπιτρίτου γ΄ καὶ ἰάμβου. τὸ θ΄ ὅμοιον ἐκ παίωνος α΄ καὶ ἐπιτρίτου δ΄ καὶ ἰάμβου· εἰ δὲ βούλει, ἔστω ἰωνικόν· ὁ γὰρ παίων οἰκεῖος μᾶλλον
τοῖς ἰωνικοῖς. τὸ ι΄ ἰωνικὸν ἀπὸ μείζονος μονόμετρον ὑπερκατάληκτον, ἤτοι πενθημιμερές· εἰ δὲ βούλει, ἀναπαιστικὴ βάσις. τὸ ια΄ χοριαμβικὸν 10 ἡμιόλιον, ἐκ χοριάμβου καὶ ἰάμβου. τὸ ιβ΄ ὅμοιον δίμετρον καταληκτικὸν, ἐκ χοριάμβου καὶ ἀναπαίστου διὰ τὴν ἀδιάφορον. τὸ ιγ΄ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον ὑπερκατάληκτον, ἐκ παίωνος γ΄ ἀντὶ ἰωνικοῦ, τροχαϊκῆς συζυγίας καὶ συλλαβῆς ἀδιαφόρου. τὸ ιδ΄
χυριαμβικὸν, ὅμοιον τῷ ια΄ εἰ δὲ βούλει, καὶ δακτυλικὸν πενθημιμερὲς Ἀρχιλόχειον. τὸ ιε΄ δακτυλικὸν τρίμετρον. τὸ ιϚ΄ προσῳδιακὸν δίμετρον ἀκατάληκτον, ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ χοριάμβου. τὸ ιζ χοριαμβικὸν μονόμετρον ὑπερκατάληκτον καθαρόν· εἰ δὲ βούλει, καὶ δακτυλικὸν δίμετρον ἀκατάληκτον. τό ιη΄ παιωνικὸν ἡμιόλιον, ἐκ
παίωνος α΄ καὶ σπονδείου. τὸ ιθ΄ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον, ἐξ ἐπιτρίτου δ΄ καὶ δισπονδείου· εἰ δὲ βούλει, τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ κ΄ ἀντισπαστικόν τρίμετρον καταληκτικὸν ἐξ ἐπιτρίτων δ΄ δύο καὶ ἀναπαίστου διὰ τὴν ἀδιάφορον. τὸ κα΄ χοριαμβικὸν ἡμιόλιον καθαρόν. τὸ κβ΄ δίμετρον ἀντισπαστικόν καταληκτικὸν
Φερεκράτειον, ἐξ ἀντισπάστου καὶ κρητικοῦ, ἤτοι ἀμφιμάκρου. τὸ κγ΄ ἰαμβικὴ βάσις, ἤτοι μονόμετρον. τὸ κδ΄ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ κε ὅμοιον. τὸ κϚ΄ ἰαμβικὸν ἑφθημιμερὲς, τοῦ γ΄ ποδὸς χορείου. τὸ κζ΄ ἰωνικὸν ἀπʼ ἐλάττονος καὶ κρητικοῦ. τὸ κη΄ δακτυλικὸν ἑφθημιμερὲς ἐκ σπονδείων. τὸ κθ΄ ἀντισπαστικὸν δίμετρον
ὑπερκατάληκτον ἐξ ἐπιτρίτου β΄, ἀντισπάστου καὶ συλλαβῆς. τὸ λ΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ λα΄ ἰωνικὸν ἀπʼ ἐλάττονος ἡμιόλιον. τὸ λβ΄ ἰαμβικὸν δίμετρον, βραχυκατάληκτον. τὸ λγ΄ ὅμοιον. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ὁμοίως καὶ ἐπὶ τῷ τέλει.
μονοστροφικὰ καὶ μετρικὰ ἄτακτα. εἰσὶ δὲ τὰ κῶλα τῆς ὄλης στροφῆς κβ΄. τὸ α΄ ἰαμβικὸν μονόμετρον. τὸ β΄ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον καταληκτικὸν, ἐξ ἐπιτρίτου α΄ καὶ ἰωνικοῦ ἀπὸ μείζονος. τὸ γ΄ προσῳδιακὸν τρίμετρον βραχυκατάληκτον, ἐξ ἰωνικοῦ ἀπὸ μείζονος, 11 χοριαμβικοῦ πεντασυλλάβου καὶ ἰάμβου διὰ τὴν ἀδιάφορον. τὸ δ΄ ἰαμβικὸν πενθημιμερές. τὸ ε΄ ὅμοιον. τὸ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, τοῦ γ΄ ποδὸς ἀναπαίστου. τὸ ζ΄ δακτυλικὸν δίμετρον. κατὰ γὰρ μονοποδίαν μετρεῖται τὰ δακτυλικὰ, ὡς φασιν οἱ μετρικοί. τὸ η΄ ἰωνικὸν ἀπʼ ἐλάττονος ἡμιόλιον, εἰ δὲ βούλει, παιωνικόν. τὸ θ᾿
ἰαμβικὸν δίμετρον ἀκατάληκτον, ὅμοιον τῷ Ϛ΄, τοῦ β΄ ποδὸς ἀναπαίστου. τὸ ι΄ ἰαμβικὸν μονόμετρον. τὸ ια΄ ἰαμβικὸν ἑφθημιμερές. τὸ ιβ΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. καλεῖται δὲ ταῦτα, ὡς Ἡφαιστίων φησὶν, Ἀνακρεόντεια καὶ ἀμφότερα. τὸ ιγ΄ περίοδος δύο γάρ εἰσι τροχαῖοι καὶ δύο ἴαμβοι. καὶ καλεῖται τοῦτο τὸ κῶλον περίοδος,
εὕρηται δὲ καὶ ἀντεστραμμένον. τὸ ιδ΄ χοριαμβικὸν ἡμιόλιον, ἐκ χοριάμβου καὶ σπονδείου, εἰ δὲ βούλει, δακτυλικὸν ἑφθημιμερὲς, ὃ καλεῖται Ἀλκμανικόν. τὸ ιε΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ιϚ΄ ἀσυνάρτητον ἐκ τροχαϊκῆς καὶ ἀναπαιστικῆς βάσεως. τὸ ιϚ΄ παιωνικὸν δίμετρον ἀκατάληκτον ἐκ παιώνων πρώτων δύο. τὸ ιη΄ τροχαϊκὸν
ἑφθημιμερὲς, ὃ καλεῖται Εὐριπίδειον, ἢ ληκύθιον. τὸ ιθ΄ δακτυλικὸν ἑφθημιμερὲς Ἀλκμανικόν. τὸ κ΄ ἰαμβικὸν ἑφθημιμερὲς, τοῦ α΄ ποδὸς ἀναπαίστου. τὸ κα΄ παιωνικόν τρίμετρον βραχυκατάληκτον, ἐκ δύο παιώνων ποώτων, τοῦ α΄ πεντασυλλάβου, καὶ τροχαίου. τὸ κβ΄ χοριαμβικὸν δίμετρον καταληκτικὸν, ἤτοι ἑφθημιμερὲς, ἐκ
χοριάμβου καὶ κρητικοῦ. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος· ἐπὶ τῷ τέλει κορωνίς.
ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, καὶ ἐπὶ τῷ τέλει κορωνίς.
Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma). Scholia in Euripidem. ed. Wilhelm Dindorf. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.