ΕΚΑΒΗ
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΕΚΑΒΗΣ. I.
Τρῳάδος Χερρόνησον καθωρμίσθησαν· Ἀχιλλεὺς δὲ νυκτὸς ὁραθεὶς σφαγῆναι ἠξίου μίαν τῶν Πριάμου θυγατέρων. οἱ μὲν οὖν Ἕλληνες τιμῶντες τὸν ἥρωα Πολυξένην ἀποσπάσαντες Ἑκάβης ἐσφαγίασαν· Πολυμήστωρ δὲ ὁ τῶν Θρᾳκῶν βασιλεὺς ἕνα τῶν Πριαμιδῶν Πολύδωρον κατέσφαξεν. εἰλήφει δὲ τοῦτον παρὰ τοῦ Πριάμου ὁ Πολυμήστωρ
εἰς παρακαταθήκην μετὰ χρημάτων. ἀλούσης δὲ τῆς πόλεως κατασχεῖν αὐτοῦ βουλόμενος τὸν πλοῦτον φονεύειν ὥρμησεν, καὶ φιλίας δυστυχοῦς ὠλιγώρησεν. ἐκριφέντος δὲ τοῦ σώματος εἰς τὴν θάλασσαν τὸ κλυδώνιον πρὸς τὰς τῶν αἰχμαλωτίδων σκηνὰς αὐτὸν ἐξέβαλεν. Ἑκάβη δὲ τὸν νεκρὸν θεασαμένη ἐπέγνω· κοινωσαμένη
δὲ τὴν γνώμην Ἀγαμέμνονι Πολυμήστορα σὺν τοῖς παισὶν αὐτοῦ ὡς ἑαυτὴν μετεπέμψατο, κρύπτουσα τὸ γεγονὸς, ὡς ἵνα θησαυροὺς ἐν Ἰλίῳ μηνύσῃ αὐτῷ· παραγενομένου δὲ τοὺς μὲν υἱοὺς κατέσφαξεν, αὐτόν δὲ τῶν ὀφθαλμῶν ἐστέρησεν. ἐπὶ δὲ τῶν Ἑλλήνων λέγουσα τὸν 1 κατήγορον ἐνίκησεν. ἐκρίθη γὰρ οὐκ ἄρχειν ὠμότητος, ἀλλʼ ἀμύνασθαι τὸν κατάρξαντα.
II.
καὶ κενοτάφιον ἔχωσαν Ἀχιλλεῖ ἐν Τροίᾳ ταφέντι. διατρίψαντες δὲ ἐκεῖ ἡμέρας δή τινας, ἐφʼ ᾧ τὰ αὐτῶν εὗ διαθήσονται, ἐπεὶ ἀναχθήσεσθαι ἔμελλον, φανὲν τὸ τοῦ Ἀχιλλέως εἴδωλον ἐπὶ τοῦ τάφου ἐπέσχε τοὺς Ἀχαιοὺς τῆς ἀναγωγῆς, αἰτοῦν γέρας αὑτῷ δοθῆναι τὴν παῖδα Πριάμου Πολυξένην, τὴν καὶ πρότερον κατεγγυηθεῖσαν αὐτῷ
ὑπὸ τοῦ πατρὸς, διʼ ἣν καὶ ὑπὸ Πάριδος καὶ Δηϊφόβου τοξευθεὶς ὄλωλεν, ὅτε τὰς ἐγγύας πρὸς τοῦτον πληροῦν ἔμελλε Πρίαμος. Ἕλληνες μὲν οὖν ὧν εὗ ἔπαθον ὑπʼ αὐτοῦ μεμνημένοι καὶ τιμῶντες τὴν ἀρετὴν τοῦ ἀνδρὸς ἐψηφίσαντο σφάξαι τὴν Πολυξένην ἐπὶ τῷ τάφῳ τοῦ ἥρωος. ἔπεμψαν δὲ τὸν τοῦ Λαέρτου Ὀδυσσέα πρὸς τὴν
μητέρα αὐτῆς Ἑκάβην, ὡς ἂν τήν τε παρθένον λάβῃ καὶ τῷ ποικίλῳ τῶν λόγων, τοιοῦτος γὰρ ἦν ὁ ἀνὴρ, πείσῃ Ἑκάβην μὴ δυσχερῶς σχεῖν ἐπὶ τῇ τῆς παιδὸς ἀφαιρέσει. ἐλθὼν οὖν Ὀδυσσεὺς, τήν τε κόρην συναιρομένην εὗρεν αὐτῷ τῆς σπουδῆς, καὶ πείθουσαν τὴν μητέρα ὡς τὸ τεθνήξεσθαι μᾶλλον αὐτῇ προσῆκον ἢ τὸ ζῆν παῤ
ἀξίαν. σφαγείσης δὲ τῆς παρθένου Ἑκάβη θεράπαιναν αὑτῆς ἔπεμψε παρὰ τὰς ἀκτὰς, ἐφʼ ᾧ ὕδωρ ἐκεῖθεν κομίσαι πρὸς λουτρὸν Πολυξένης. εὗρε δὲ Πολύδωρον ἐκεῖ κείμενον· ἀλοῦσαν γὰρ ὡς ἔγνω τὴν Τροίαν Πολυμήστωρ, σφάξας αὐτὸν ἔρριψεν εἰς τὴν θάλασσαν, ὡς ἂν αὐτὸς ἔχῃ τὸν χρυσὸν, ὃν πρὸς αὐτὸν μετὰ τοῦ παιδὸς Πολυδώρου
πρώην Πρίαμος ἔπεμψε λάθρα, ἐπειδὴ ἑώρα τὸ Ἴλιον πρὸς κίνδυνον 2 ἤδη χωροῦν. ἦν δὲ ὁ χρυσὸς οὗτος πολὺς ἄγαν, καὶ ἱκανὸς ὀρθῶσαι καὶ αὖθις τὸ γένος τοῦ Πριάμου. ὁ δὲ Πολυμήστωρ τῶν ἄγαν φίλων Πριάμου. ὡς οὖν τοῦτον εὗρεν ἡ δούλη κείμενον ἐπʼ ἀκταῖς, ἀνελομένη καὶ τῷ πέπλῳ εἱλίξασα κομίζει πρὸς τὴν Ἑκάβην, καὶ ἣ τὸν τῆς
Πολυξένης νεκρὸν, πρὶν ἐκκεκαλύφθαι τοῦτον, εἶναι νομίσασα, ἐπειδὴ ἔγνω Πολύδωρον, ἀθλίως τε ἔσχε, καὶ ὅπως ἀμυνεῖται τὸν Πολυμήστορα, μηχανᾶται τοιόνδε· κοινωσαμένη πρότερον τὴν περὶ τούτου γνώμην Ἀγαμέμνονι πέμπει τὴν αὑτῆς δούλην ὡς Πολυμήστορα, αὐτόν τε καὶ τὰ τέκνα πρὸς αὑτὴν μετακαλουμένη ἐφʼ ᾧ περί τινος
ἀναγκαίου πρὸς αὐτὸν κοινώσασθαι. οὗτος μὲν οὖν ἀγνοῶν ὅτι Πολύδωρος εὕρηται παρὰ τὰς ἀκτὰς, καὶ ἅμα καί τισιν ἐλπίσιν ὑποκλαπεὶς μετὰ τῶν παίδων πρὸς αὐτὴν ἀφικνεῖται. Ἑκάβη δὲ πρὸς αὐτὸν τούτου χάριν ἔφη κεκληκέναι, ἵνα χρνσοῦ θησαυροὺς κεκρυμμένους ὑπʼ αὐτῆς ἐν Ἰλίῳ μηνύσῃ. εἰσάγει δὲ καὶ τῆς σκηνῆς ἔνδον
εἰποῦσα, ὡς ἂν καὶ ἕτεῤ ἄττα αὐτῷ δώσει χρήματα, μεθʼ ὧν ἐξῆλθε τῆς Τροίας. ἐκέκρυπτο δὲ εἴσω πλεῖστος γυναικῶν ὄχλος· σὺν αἷς τοῦτον εἰσελθόντα Ἑκάβη ὀφθαλμῶν τε στερεῖ καὶ τὰ τέκνα αὐτοῦ ἀποσφάττει. δικάσαντος δὲ αὐτοὺς τοῦ Ἀγαμέμνονος ὕστερον, καὶ τοῦ Πολυμήστορος πολλὰ περὶ τῆς σφαγῆς Πολυδώρου διαπλασαμένου,
Ἑκάβη περιεγένετο, ἐλέγξασα αὐτὸν ὡς τοῦ χρυσοῦ χάριν, καὶ οὐχ ὧν προὔτεινε, τὸν παῖδα ἀνεῖλε, σύμψηφον σχοῦσα καὶ Ἀγαμέμνονα.
συμμαχησασῶν τῇ Ἑκάβῃ.
III.
καὶ κτείνας εἰς τὴν θάλασσαν ἔρριψε τὴν ἐκεῖσε, καίπερ λαβών παρὰ πατρὸς ὅπως αὐτὸν φυλάσσοι. Ἑκάβης αἰχμαλώτου δὲ οὔσης ἐν Χερρονήσῳ, ἐκεῖ γὰρ καὶ τὸ στράτευμα ὑπῆρχε τῶν Ἑλλήνων, ὄναρ φανεὶς Πολύδωρος τῇ σφῇ μητρὶ Ἑκάβῃ.
ὅπως αὐτὸν ἀπέκτεινεν ὁ Πολυμήστωρ λέγει, καὶ τὰ λοιπὰ δὲ σύμπαντα λεπτομερεῖ τῷ λόγῳ. οὕτω κατʼ ἔπος λέγει δὲ διὰ τοῦ Εὐριπίδου, ἥκω νεκρῶν κευθμῶνα τε καὶ πύλας ἀρεὶς σκότος, ἔκτοτε τοῖς φυγοῦσι δὲ δεινοῖς ἐξ ἀρρωστίας,
ὡς ἐγερθεὶς ἐκ τῶν νεκρῶν λέγομεν τὰ τοιαῦτα· τοῖς μὴ μαθοῦσι γράφομεν, οὐ τοῖς μαθοῦσι ταῦτα.
τοῦ γὰρ βιβλίου τουτουὶ μηδενὸς στερουμένου, μηδʼ ἐνδεῶς τυγχάνοντος ὧνπερ προσῆκεν ἔχειν, τὸν Εὐριπίδην τὸν σοφὸν ποιητικῆς τὸ κλέος, ὁ δʼ ὥσπερ οὐκ ἀρκούμενος τοῖς ὧδε γεγραμμένοις, καὶ τοὺς παρόντας τουτουσὶ γραμματικοῦ τοὶ Τζέτζου
στίχους προσέθηκεν αὐτῷ μηδόλως ἀμελήσας, μηδʼ ἀνασχόμενος εἰπεῖν τινὰ τῶν περὶ λόγους, ὡς ἄρα τούτου κάλλιον ἐκτήσατο βιβλίον.
IV.
Τοῦ σοφωτάτου καὶ λογιωτάτου κυροῦ Μανουὴλ τοῦ Μοσχοπούλου περὶ τοῦ εἰδώλου.
γλώσσαις μὲν ἁπάσαις προβέβληται, οὐδέπω δὲ σεσαφήνισται, ἀλλʼ ἔστιν οὗ καὶ διαφόροις ἐννοίαις ἐκφέρεται, χρεὼν εἰπεῖν τί ποτε τοῦτό ἐστι καὶ πόθεν εἴληφε τὴν συνθήκην. πῆ μὲν γὰρ εἴδωλα τῶν σωμάτων φαμὲν τὰς ψυχὰς, καὶ ῥήτορα εἰδωλοποιὸν ὀνομάζομεν τὸν ταῖς ἀπελθούσαις τῶν σωμάτων ψυχαῖς λόγους περιτιθέμενον. φιλόσοφοι
δὲ ξύμπαντες τὰ χείρονα εἴδωλα τῶν κρειττόνων φασίν. οὕτω γὰρ κἀπὶ τῆς συνηθείας ἔστιν εἰδεῖν· οὗτος μὲν γὰρ ὁ χαλκοῦς ἀνδριὰς Ἡρακλέους εἴδωλον, ὅδε δὲ Θησέως· καὶ ἡ χαλκῆ λύκαινα, ἡ τοὺς μαστοὺς ὑποτιθεῖσα τοῖς βρέφεσι, ποιήματα μὲν παλαιᾶς ἐργασίας, εἴδωλα δὲ ἀληθείας, καθʼ ἣν Ῥῆμος καὶ Ῥώμυλος ὑπὸ τοῦ Φαιστύλου
ῥιφέντες ἐπὶ τὴν ἀκτὴν τῆς ζώσης λυκαίνης τοὺς μαστοὺς εἵλκυσαν. τίς οὖν ὁ τῆς διαφορᾶς λόγος: ἐγὼ γοῦν φημι λογισάμενος καὶ ἐκτιθέμενος ὡς ἡ ψυχὴ οὐ πέφυκεν εἴδωλον, ἀλλὰ τὸ σῶμα τῆς ψυχῆς, ὡς χεῖρον κρείττονος· ἐπεὶ δὲ αἱ ψυχαὶ φανταζόμεναι σωματικοῖς τυποῦνται μορφώμασι πρὸς τὴν τῶν ὁρώντων δύναμιν, ἀσαφέσι
μέντοι καὶ συγκεχυμένοις, καὶ τὸ ὅλον σκιώδεσι, διὰ ταῦτα λέγονται τῶν σωμάτων εἴδωλα· σῶμα μὲν γὰρ καὶ τὸ σχῆμα ὄρθιον καὶ τὴν ἁφὴν στερρὸν καὶ ἀντιτυπὲς, καὶ τὸ χρῶμα ἔνι λευκὸν καὶ βαρὺ καὶ γεῶδες καὶ ἀέρι μὴ ἐποχούμενον, ἡ δὲ τοῦ Πολυδώρου ψυχὴ οὐχ οὕτω τῇ Ἑκάβῃ ἐφαίνετο, ἀλλὰ ζοφερὸν καὶ σκιᾷ παρόμοιον καὶ δυσείκαστον· 5 διὰ γοῦν τὴν τοιαύτην μορφὴν, τὴν ἀσαφῆ καὶ συγκεχυμένην, εἴδωλά φασιν οἱ σοφοὶ τὰς ψυχὰς τῶν σωμάτων· καὶ Πλάτων γοῦν ἐν τῷ Φαίδωνι τὰ ἐν τοῖς τάφοις φαινόμενα σκιοειδῆ φαντάσματα ψυχὰς φιλοσωμάτους ὠνόμασεν, ὡς μηδὲ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν πρὸς τὸ καθαρὸν ἀνιούσας φῶς, ἀλλ᾿ ἔτι τῶν σωμάτων ἐχομένας,
ἃ δὴ διὰ τὰς ἀνδραποδώδεις ἠγαπήκασιν ἡδονάς· διὰ ταῦτα μὲν οὖν εἴδωλον σωμάτων ἡ ψυχὴ, αὗθις δὲ σῶμα ψυχῆς εἴδωλον, ὅτιπερ ὃ τούτῳ ὀφθαλμὸς, ἐκείνῃ ὁ νοῦς· καὶ ὃ τούτῳ ἁφὴ, ἐκείνῃ πάλιν ἐξεταστική· καλλίων δὲ νοῦς ὀφθαλμοῦ καὶ νοερὰ ζήτησις δυνάμεως ἁπτικῆς· διὰ ταῦτα πάλιν εἴδωλον τὸ σῶμα τῆς ψυχῆς. τὸ δὲ ὄνομα
τοῦτο ὁ Χριστιανῶν ἐμυσάχθη θεσμὸς, ὅτι δὴ τοῖς Ἑλληνικοῖς θεοῖς ἐπεφημίσθη εἴκασμα.
Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma). Scholia in Euripidem. ed. Wilhelm Dindorf. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.