ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
ἦλθον ἄρτι, ἀφεὶς τὸν ἀπόκρυφον τόπον τῶν νεκρῶν, καὶ τὰς πύλας τοῦ ἀφεγγοῦς τόπου, ὅπου ὁ Ἅιδης ᾠκισμένος ἐστὶν, ὡς ἀπὸ μερισμοῦ δηλονότι, ἄνευ τῶν οὐρανίων θεῶν. ὅστις ὁ Πρίαμος, ἐπεὶ κατέλαβε τὴν Τροίαν φόβος καὶ ὑποψία καταβληθῆναι ὑπὸ τοῦ Ἑλληνικοῦ πολέμου, φοβηθεὶς ἔξω ἔπεμψεν ἐμὲ τῆς Τρωϊκῆς γῆς πρὸς τὸ
οἴκημα τοῦ Πολυμήστορος, τοῦ φίλου τοῦ Θρᾳκικοῦ, ὃς Πολυμήστωρ γεωργεῖ τὴν ἀρίστην καὶ ἐπαινετὴν πεδιάδα τῆς Χερρονήσου. τὸν ἱππικὸν καὶ πολεμικὸν λαὸν διεξάγων διὰ τοῦ δόρατος. πολὺν δὲ χρυσὸν ἐξέπεμψεν ὁ πατὴρ σὺν ἐμοὶ κρυφίως, ἵνα, ἐάν ποτε καταβληθείη τὰ τείχη τῆς Τροίας, μὴ εἴη τοῖς ζῶσι παισὶ στέρησις καὶ
ἔνδεια τοῦ βίου, ἤγουν τῶν συντελούντων πρὸς τὴν ζωήν. νεώτατος δʼ ἦν τῶν παίδων τοῦ Πριάμου, διὸ καὶ κρυφίως ἔξω ἔπεμψεν ἐμὲ τῆς γῆς· οὔτε γὰρ δυνατὸς ἦν βαστάζειν ὅπλα οὔτε ἔγχος διὰ τοῦ ἁπαλοῦ καὶ τρυφεροῦ βραχίονος. ἐν ὅσῳ οὖν χρόνῳ τὴν ὀρθίαν εἶχον θέσιν τὰ ὁροθέσια τῆς γῆς, οἱ πύργοι τε τῆς Τρωϊκῆς χθονὸς ἦσαν
ἀκατάβλητοι, καὶ ὁ Ἕκτωρ, ὁ ἐμὸς ἀδελφὸς, ηὐτύχει ἐν τῷ πολέμῳ, καλῶς παρὰ τῷ Πολυμήστορι, τῷ πατρικῷ φίλῳ, ἐν τροφαῖς, καθά τις κλάδος, ηὐξανόμην ὁ τάλας. ἐπεὶ δὲ ἡ Τροία ἀπώλετο, καὶ ἡ ζωὴ τοῦ Ἕκτορος ἀπώλετο, κατὰ κοινοῦ, καὶ ἡ οἰκία ἡ πατρικὴ ἠφανίσθη, αὐτός τε ὁ πατὴρ, ὁ Πρίαμος ἔπεσεν, ἤτοι ἐφονεύθη, ἐν τῷ
βωμῷ τῷ θεοκατασκευάστῳ, σφαγεὶς ἐκ τοῦ παιδὸς τοῦ Ἀχιλλέως τοῦ ἄγαν φονικοῦ, τοῦ Νεοπτολέμου δηλονότι, ἔκτεινεν ἐμὲ τὸν ταλαίπωρον ὁ πατρικὸς φίλος ἕνεκα τοῦ χρυσοῦ, καὶ κτανὼν ἔρριψεν εἰς τὸ κῦμα τῆς θαλάσσης, ὅπως ἔχῃ τὸν χρυσὸν ἐν τοῖς δόμοις. κεῖμαι δὲ ἐν τῷ αἰγιαλῷ ἄλλοτε ἐν τῷ κλυδωνίῳ καὶ τῇ ταραχῇ τοῦ πόντου, φερόμενος πολλοῖς δρόμοις κυμάτων, ἄταφος, ἤτοι ἐστερημένος ταφῆς. νῦν δὲ ὁρμῶ, ἤτοι φέρομαι, ἐπάνω τῆς μητρὸς τῆς Ἑκάβης
τῆς προσφιλοῦς, ἔρημον ἀφεὶς τὸ ἐμὸν σῶμα, μετεωριζόμενος τρίτην ταύτην ἡμέραν ἤδη, ὅσονπερ ἦμαρ δηλονότι ἐν τῇδε τῇ γῇ τῇ Χερρονησίᾳ πάρεστιν ἡ ἐμὴ μήτηρ ἐκ τῆς Τροίας ἡ ἀθλία. πάντες δὲ οἱ Ἀχαιοὶ, ἔχοντες καὶ οἰκοῦντες τὰς ναῦς, κάθηνται ἡσύχως ἐπὶ ταῖς ἀκταῖς τῆς χθονὸς τῆς Θρᾳκικῆς. ὁ υἱὸς γὰρ τοῦ Πηλέως, ὁ
Ἀχιλλεὺς, φανεὶς ἐπάνω τοῦ ἑαυτοῦ τάφου, ἐκράτησε πάντας τοὺς Ἕλληνας, κινοῦντας πρὸς τὸν οἶκον τὴν κώπην τὴν θαλασσίαν· ζητεῖ δὲ τὴν Πολυξένην σφάγιον ἐπὶ τῷ τάφῳ, ἤτοι ἐπάνω τοῦ τάφου, φίλον καὶ προσφιλὲς, αὐτῷ δηλονότι. καὶ ἐπιτυχὴς γενήσεται τοῦδε, οὐδὲ ἔσται ἀγέραστος παρὰ τῶν ἀνδρῶν τῶν φίλων, ἤτοι τῶν
Ἑλλήνων. ἡ μοῖρα δὲ συνελαύνει καὶ φέρει θανεῖν ἀδελφὴν τὴν ἐμὴν κατὰ ταύτην τὴν ἡμέραν. θεάσεται δὲ ἡ μήτηρ δύο σώματα νεκρὰ δύο παίδων, ἐμοῦ καὶ τῆς κόρης τῆς δυστήνου. φανήσομαι δὲ ἐν τῷ αἰγιαλῷ ὁ ἄθλιος, ἔμπροσθεν τῶν ποδῶν τῆς δούλης, ἵνα τύχω ἐνταφιασμοῦ· τοὺς γὰρ ἐν τῷ Ἅιδῃ δυναμένους Πλούτωνα καὶ Περσεφόνην
ἐξῃτησάμην καὶ ἱκέτευσα ἐπιτυχεῖν τύμβου, ἤτοι ἐνταφιασμοῦ, καὶ πεσεῖν εἰς τὰς χεῖρας τῆς μητρός. τὸ ἐμὸν μὲν, ὅσονπερ ἤθελον τυχεῖν, ἔσται, ὥστε τυχεῖν τούτου δηλονότι. ὑποχωρήσω δὲ μακρὰν τῇ γεραιᾷ Ἑκάβῃ. διαπερᾷ γὰρ καὶ κινεῖ αὕτη τὸν πόδα ὑποκάτω τῆς σκηνῆς τοῦ Ἀγαμέμνονος, φοβουμένη τὸ ἐμὸν φάντασμα,
τουτέστι τὸ ὄναρ, ὃ εἶδε περὶ ἐμοῦ. φεῦ, ὦ μῆτερ, ἥτις ἐκ τῶν βασιλικῶν οἴκων εἶδες ἦμαρ δούλειον, ἤτοι δουλείαν, λίαν δυστυχεῖς, ὅσονπερ ποτὲ εὐτύχεις δηλονότι· ἀντισταθμήσας δέ τις τῶν θεῶν ἀπὸ τῆς πρότερον εὐτυχίας ἔφθειρε σέ. I.
αἰωρεῖται ἐπάνω τῆς μητρὸς αὑτοῦ καὶ λέγει εἰς ἐπήκοον αὐτῆς τήν τε σφαγὴν αὑτοῦ καὶ τὴν ἐσομένην τῇ ἀδελφῇ αὐτοῦ Πολυξένῃ ὑφʼ Ἑλλήνων. ἐποίησε δὲ τοῦτο ὁ ποιητὴς ἐξεπίτηδες, ἵνα δῆλα πᾶσι ποιήσῃ τὰ κατὰ τὸν Πολύδωρον, ὃ καὶ ἐν ἀρχῇ πάντων τῶν αὐτοῦ δραμάτων ποιεῖν εἴωθεν. B.I.
διὰ τὸ ἀεικίνητον τῆς ψυχῆς. Fl. 25.
κλινόμενον. δηλοῖ δὲ τὸ μὴ διαλυόμενον σκότος τῆς νυκτός. Fl. 25. ἔρχομαι τῶν νεκρῶν τὸ κατοικητήριον ἀπολιμπάνων, τὰ τοῦ Ἅιδου χωρία. Fl. 33. ἤτοι τὴν εἰς Ἅιδου κατοίκησιν. Gr.
καὶ Περσεφόνης, ἢ ἀντὶ τοῦ ὁ Πλούτων· Ἅιδης γὰρ καὶ Πλούτων ὁ αὐτὸς λέγεται. τὸ δὲ ᾤκισται ἢ ἀντὶ τοῦ κατῳκίσθη, ἢ ἀντὶ τοῦ κατοικεῖται, κατὰ ἀντιχρονισμὸν, ὅπερ κατοικεῖται εἴποις, εἰ τόπον τὸν Ἅιδην μόνον νοήσεις. B.I. Ἅιδης ὁ περὶ τὴν γῆν σοτεινὸς ἀήρ. Fl. 34. 59. 76. χωρὶς ᾤκισται: κεχωρισμένος ἤγουν ᾠκισμένος
ἐστὶ τῶν οὐρανίων. Gr.
ἀπὸ γένους τινὸς τῆς Φρυγίας ἢ κώμης οὕτως αὐτὴν προσαγορεύεσθαι, ὡς καὶ Φιλόχορος ἐν τῇ πρὸς Ἀσκληπιάδην ἐπιστολῇ. M.
Κισσέως·
αὐτὴν ὀνόματι προσηγόρευσαν. πολλάκις δὲ ὁ Εὐριπίδης αὐτοσχεδιάζει 2 ἐν ταῖς γενεαλογίαις, ὡς καὶ ἑαυτῷ ἐνίοτε ἐναντία λέγειν, καὶ νῦν Κισσέως ἔφη θυγατέρα τὴν Ἑκάβην μετενεγκὼν τὸν πατέρα Θεανοῦς, περὶ οὗ φησιν Ὅμηρος “Κισσῆς τόν γ᾿ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον.” A.M.
ἔλαβε ὑπὸ τῷ Ἑλληνικῷ ξίφει, φοβηθεὶς ἔπεμψέ με τῆς Τρωϊκῆς γῆς. Fl. 33. τὸ ἐπεί καὶ χρονικὸν καὶ αἰτιατικόν ἐστι. Gr.
δύο τούτων σημαινομένων· κίνδυνος γὰρ αὐτὸ τὸ δεινὸν, καὶ κίνδυνος πείσεσθαι τινὰ τόδε, ὅπερ οὐκ αὐτὸ δηλοῖ τὸ δεινὸν, ἀλλὰ τὴν ἐπὶ τὸ δεινὸν συνελαύνουσαν ἀνάγκην. B.I.
ἐλθόντα, ἁπλῶς δὲ καὶ ὁ φίλος. B. Gu. I.
γῆ, ὥσπερ κἀνταῦθα· οὐ γὰρ οἷόν τε ἀρίστην αὐτὴν προσειπεῖν, εἰ πετρώδης ἦν, ἀλλ᾿ ἔστι τὸ πλάκα ἀντὶ τοῦ γῆν. δῆλον δὲ ἐκ τοῦ σπείρει. B.I. πεδιάδα γῆν. Gr.
Τρωϊκῆς χθονὸς ταυτόν ἐστιν. ὅτι δέ ἐστι ταυτὸν καὶ οὐχ ὡς ἐκεῖνοί 5 φασι, μαρτυρεῖ τὸ “ἐπεὶ δὲ Τροία” ὃ ἐπέφερε πρὸς τὰ δύο, δηλῶν ὡς ταυτοσήμαντά ἐστιν. ἔκειτο δὲ εἶπεν, ἐπειδὴ οἱ θεμέλιοι τῶν τειχῶν ἐν τῇ γῇ κεῖνται. B.I.
ἀντὶ τοῦ τὰ τείχη καὶ ὁροθέσια. M. Fl. 21. οἱ ὅροι. Gr.
ἀπὸ τόπου εἰς τόπον μεταβολήν. Fl. 25. ἀφ᾿ οὗ δὴ ἡ Τροία καὶ ἡ τοῦ Ἕκτορος ψυχὴ ἀπώλετο, καὶ ἡ πατρικὴ οἰκία κατηδαφίσθη, καὶ ὁ ἐμὸς πατὴρ Πρίαμος ἐν τῷ θεοκτίστῳ βωμῷ πίπτει, σφαγεὶς δηλονότι ὑπὸ τοῦ μιαιφόνου παιδὸς τοῦ Ἀχιλλέως—Νεοπτόλεμος ἦν ὁ αὐτός· μετὰ γὰρ τὴν σφαγὴν Ἀχιλλέως Πύρρος καὶ Νεοπτόλεμος
ἐλθόντες ἐν Τροίᾳ πολλοὺς ἔκτειναν καὶ ἔν τινι ναῷ καταλαβὼν Νεοπτόλεμος τὸν Πρίαμον ἀνεῖλεν. Fl. 33.
θυσίαν ἐτέλουν αὐτῇ. Fl. 25.
λιθοδμήτῳ: γρ. πρὸς θεοδμήτῳ. M. θεοδμήτῳ: οὐχ ὅτι θεόδμητος ἦν ὁ βωμὸς τῆς Ἀθηνᾶς, διὰ τοῦτο θεοδμήτῳ λέγει, ἀλλὰ τῷ τῇ θεᾷ παρὰ τῶν Τρώων δομηθέντι· ἢ τῷ θείως καὶ θαυμαστῶς κτισθέντι. B.I. θεοκατασκευάστῳ. Fl. 6. τῷ δομηθέντι διὰ τοὺς θεούς. Gr. πιτνεῖ: ἀντὶ τοῦ ἔπεσε, τουτέστιν ἐφονεύθη. B.I.
Gr. ἕνεκεν δηλονότι τοῦ χρυσοῦ ὁ πατρικὸς φίλος ἐμὲ τὸν ταλαίπωρον ἔκτεινε, καὶ κτείνας εἰς τὸ κῦμα τῆς θαλάσσης ἀφῆκεν, ὅπως αὐτὸς τὸν ἡμέτερον χρυσὸν ἐν τοῖς ἑαυτοῦ οἴκοις κατέχῃ. Fl. 33.
πατρικός μου φίλος, κατὰ ἀντίφρασιν, ὡς ἀποκαλεῖ ὁ Ὅμηρος κύνας ἀργοὺς τοὺς ταχυτάτους. A.
θάλασσαν αὐτὸς ἔρριψεν. Fl. 17. κῦμα. Gr.
καὶ ἄταφος καὶ ἄκλαυστος. Fl. 33.
ἄλλο ἐστὶν ἡ τῆς θαλάττης ταραχὴ ἀλλ᾿ ἢ συνεχεῖς κυμάτων στροφαί. B.I. δίαυλα λέγονται τὰ κύματα τὰ εἰσερχόμενα καὶ ἐξερχόμενα. διαύλους τὰς παλιρροίας τῶν κυμάτων. κυρίως δὲ διαύλους, ὅσον οἱ δρομεῖς διέρχονται ἐν τῷ ἀπελθεῖν καὶ ἐλθεῖν, ὅθεν καὶ δίαυλοι τὰ ἔνθεν καὶ ἔνθεν τοῦ ἱππικοῦ. Fl. 25. 6.
25. ἀγόμενος. Fl. 17. 59. κομιζόμενος. Fl. 21.
οἷον φάντασμα ποιήσας, ἐπὶ τρεῖς ἡμέρας μετεωριζόμενος, ὅσας ἔχει καὶ ἡ ἐμὴ μήτηρ ἐν τῇ Χερρονήσῳ, ὡς τρεῖς ἡμέρας οὔσης τῆς Ἑκάβης ἐκεῖ. A.M.
ὁρμῶ, ὅπως τὸ ἐμὸν σῶμα καταλείψω καὶ ἡσυχάσω, ἤγουν ταφῶ. Fl. 33.
A.M.
ταῦτα τριγενῆ, ἀπὸ τῶν θηλυκῶν τούτων, τριταῖος καὶ τεταρταῖος παράγωγα, ὡς Ἀθηναῖος, Μυκηναῖος, ἢ τοιοῦτόν τι. ἔστιν οὖν ἄλλο τρίτον καὶ ἄλλο τριταῖον, ὥσπερ ἄλλο Ἀθῆναι καὶ ἄλλο Ἀθηναῖος· ἐνταῦθα δὲ τὸ τριταῖον ἀντὶ τοῦ τρίτον λέγεται. λαμβάνεται δὲ τὸ τρίτον, τὸ τέταρτον καὶ τὰ τῆς ἀκολουθίας ταύτης καὶ ἐπὶ μορίων, ἃ
ἁρμοδιώτερον λέγεται ἔχοντα ἐν συνθέσει τὸ μόριον, οἷον τριτημόριον, τεταρτημόριον καὶ ἑξῆς. ἔχουσι δὲ ἐρωτηματικὰ τὸ πόσα, τὸ πόστον, τὸ ποσταῖον καὶ τὸ ποστημόριον. καὶ πρὸς μὲν τὸ πόσα ἀπαντᾷ τὸ τρία τυχὸν, ἢ τέσσαρα· πρὸς δὲ τὸ πόστον τὸ τρίτον ἢ τέταρτον ἐπὶ τάξεως· πρὸς δὲ τὸ ποσταῖον τὸ τριταῖον ἢ τεταρταῖον· οἷον πρὸς τὸ
“ποσταῖος ἀπ᾿ οὐρανοῦ πάρει:” ἀπαντήσει τὸ τριταῖος τυχὸν ἢ τεταρταῖος, ἢ τρίτην ἡμέραν ἔχω ἀφ᾿ οὗ πάρειμι, ἢ τετάρτην· πρὸς δὲ τὸ ποστημόριον τὸ δυοστὸν, τὸ τρίτον, τὸ τέταρτον ἐπὶ μορίων, ἢ τὸ δυοστὸν, τὸ τριτημόριον, τὸ τεταρτημόριον, ζητεῖ δὲ τὸ μὲν πόσα διωρισμένον ποσὸν, τὸ δὲ πόστον τάξιν, τὸ δὲ ποσταῖον συμβαῖνόν τι
ἐν τάξει, τὸ δὲ ποστημόριον μέρος. ἐπεὶ δὲ τὸ ποσὸν διαιρεῖται, καὶ τὸ μὲν αὐτοῦ ἐστι συνεχὲς, τὸ δὲ διωρισμένον, εὗρεν ἡ φύσις καὶ ἐπὶ τοῦ συνεχοῦς ἕτερον ἐρωτηματικὸν, τὸ πηλίκον. ὥστε πρὸς μὲν τὸ πόσα ἀπαντᾷ διωρισμένον ποσὸν, πρὸς δὲ τὸ πηλίκον συνεχές. Gu. I. ἤγουν τρίτον. Fl. 17. 34. 56. 59. 76. Gr. ἤγουν τρεῖς ἡμέρας,
τῇ τρίτῃ ἡμέρᾳ ὑψούμενος καὶ φερόμενος ἢ φανταζόμενος. Fl. 21.
ἥσυχοι μένουσιν ἐν ταῖς ἑαυτῶν ναυσί. Fl. 33.
τάφου αὐτοῦ. Gr.
σφαγιασθῆναι Εὐριπίδης καὶ Ἴβυκος. ὁ δὲ τὰ Κυπριακὰ ποιήσας φησὶν ὑπὸ Ὀδυσσέως καὶ Διομήδους ἐν τῇ τῆς πόλεως ἁλώσει τραυματισθεῖσαν 10 ἀπολέσθαι, ταφῆναι δὲ ὑπὸ Νεοπτολέμου, ὡς Γλαῦκος γράφει. A.M. ἄλλοι δέ φασι συνθέμενον Πριάμῳ τὸν Ἀχιλλέα περὶ τοῦ Πολυξένης γάμου ἀναιρεθῆναι ἐν τῷ τοῦ Θυμβραίου Ἀπόλλωνος ἄλσει. M.
φίλων· καὶ ἔσται παρὰ τῶν ἀνδρῶν τετιμημένος. Fl. 33.
τοῦ Πολυδώρου, καὶ τῆς ἐμῆς πολυστενάκτου ἀδελφῆς Πολυξένης. Fl. 33. δυοῖν ἐπὶ γενικῆς καὶ δοτικῆς, δυεῖν δὲ ἐπὶ γενικῆς. Viteb.
ὅπως ἂν τάφου τύχω. M. ὀφθήσομαι, εὑρεθήσομαι, ἵνα τύμβου ἐγὼ ὁ ἄθλιος ἐπιτύχω. Fl. 21. ἐπιφανήσομαι, ὡς ἐκ τάφου ἐρχόμενος ὁ πολλὰ ὑπομείνας, ἵνα τύχω δηλονότι ταφῆς. Fl. 33. ὡς τάφου: ἵνα ἐνταφιασμοῦ. Gr.
λουτρὰ τῆς Πολυξένης. M. κλυδώνιον τὸν αἰγιαλὸν λέγει· ἐν τούτῳ γὰρ τὴν ταραχὴν ἐξερεύγεται ἡ θάλασσα. B. κλυδώνιον τὸ κῦμα τῆς θαλάσσης, ὃ παρὰ τῷ αἰγιαλῷ εὐδίας οὔσης ἐπικλύζεται. B Gu. I.
καταχθονίους ἐξῄτησα θεούς. Fl. 21. ἐγὼ τοίνυν ὁ Πολύδωρος τοὺς κάτω βασιλεύοντας, ἤγουν Πλούτωνα καὶ Περσεφόνην, αἰτήσας τάφου ἐπιτυχεῖν καὶ εἰς τὰς χεῖρας τῆς μητρὸς πεσεῖν. Fl. 33. ἐξῃτησάμην: καθικέτευσα. Gr.
τὸ ἐμόν. B. Gu. I.
ἀλλὰ πρὸς τὸ ἀφαιρῶ,—τὴν γὰρ ἀφαίρεσιν σοι ποιῶ·—οὕτω καὶ τὸ χωρήσομαι τῇ Ἑκάβῃ ἐκποδών ἀντὶ τοῦ τὴν ὁρμὴν τῆς ἀποστασίας ποιῶ. περᾷ δὲ ὑπὸ τὴν σκηνὴν τοῦ Ἀγαμέμνονος, ἵν᾿ αὐτόθι τῇ Κασάνδρᾳ ἐντύχῃ, ἥτις μαντεύσεται αὐτῇ περὶ τοῦδε τοῦ φαντάσματος. B.I.
εἴδωλον ὁρῶσα τοῦ παιδὸς τοῦ δοκοῦντος σώζεσθαι. M. περᾷ γὰρ ἥδ᾿ ὑπὸ σκηνῆς πόδα Ἀγαμέμνονος: εἰ κατὰ τὸν Εὐριπίδην ἴδιαι γυναικῶν αἰχμαλώτων στέγαι ἦσαν, πῶς ἐκ τῆς σκηνῆς Ἀγαμέμνονος 12 ἐξῄει ἡ Ἑκάβη, πῶς δὲ καὶ ἐκείνας ἐξιοῦσα ἐξ . . το λόγον “ποῦ ποτε Κασάνδραν ἐσίδω, Τρῳάδες,” τῆς Κασάνδρας τῷ Ἀγαμέμνονι συνοικούσης; νοητέον δὲ τὴν Ἑκάβην τῷ φάσματι ταραχθεῖσαν προελθεῖν ἐκ τῆς σκηνῆς τῶν αἰχμαλωτίδων, εἰσελθεῖν δὲ εἰς τὴν σκηνὴν Ἀγαμέμνονος
εἰς ζήτησιν τῆς Κασάνδρας, ἵνα αὐτῇ κρίνῃ τὸν ὄνειρον, καὶ μὴ εὑροῦσαν αὐτὴν διὰ τὸ ἴσως τὴν κόρην μετὰ τὴν κοίτην τοῦ Ἀγαμέμνονος καθαρμοῦ χάριν ἕωθεν εἰς τὴν θάλασσαν ἀπολυμηναμένην πάλιν ἐξελθεῖν τὴν Ἑκάβην τῆς βασιλικῆς σκηνῆς· ἣν ἰδὼν ὁ Πολύδωρος ἔφη “περᾷ γὰρ ἥδ᾿ ὑπὸ σκηνῆς πόδα Ἀγαμέμνονος.” A.M.
ὄναρ ἐκείνῃ ὤφθη. Fl. 21. τὸ ἐμὸν φάντασμα φοβοῦσα, δειλιῶσα. Fl. 33.
κακῶς πράσσεις. Fl. 21.
ὑμῖν νῦν, πρόσθεν δὲ καὶ πρότερον ἄνασσαν. λάβετε, ὡς γραῦν δηλονότι, φέρετε, ὡς ἄψυχον τρόπον τινὰ, πέμπετε, ἀντὶ τοῦ παραπέμ- πετε, ὡς ἄνασσαν δηλονότι, ἀείρετε, ἀντὶ τοῦ αἴρετε καὶ ἀνακουφίζετε, τὸ δέμας ἐμοῦ, προσλαζύμεναι, ἤτοι λαμβανόμεναι καὶ ἐχόμεναι, τῆς γεραιᾶς χειρὸς, ἐμοῦ δηλονότι. καὶ ἐγὼ ἐρειδομένη καὶ στηριζομένη
διὰ τῆς χειρὸς σκίμπωνι σκολιῷ, ἤτοι ῥάβδῳ ἐπικαμπεῖ καὶ βακτηρίᾳ ἐπερειστικῇ, σπεύσω, προτιθεῖσα καὶ ποιοῦσα ἤλυσιν καὶ πορείαν τῶν ἄρθρων, καὶ τῶν ἁρμονιῶν, ἤτοι τῶν ποδῶν, βραδύπουν καὶ ἀργήν. ὦ στεροπὰ καὶ ἀστραπὴ Διὸς, ἀντὶ τοῦ ὦ ἡμέρα, ὦ νὺξ σκοτία καὶ σκοτεινὴ, τί ποτε, ἀντὶ τοῦ διὰ τί ἄρα, αἴρομαι καὶ μετεωρίζομαι
ἔννυχος καὶ νυκτερινὴ ἐν δείμασι, καὶ ἐν φόβοις, ἐν φάσμασι, καὶ φαντάσμασιν. χθὼν πότνια καὶ σεβασμία, μῆτερ τῶν ὀνείρων τῶν μελανοπτερύγων καὶ ἀφανῶν, ἀποπέμπομαι καὶ ἀποδιώκω τὴν νυκτερινὴν ὄψιν (λέγει δὲ τὸ ὄναρ,) ἣν εἶδον διὰ τῶν ὀνείρων περὶ τοῦ παιδὸς, ἤγουν ἕνεκα τοῦ παιδὸς, τοῦ φυλαττομένου κατὰ τὴν Θρᾴκην,
καὶ περὶ τῆς Πολυξένης, τῆς προσφιλοῦς θυγατρός. εἶδον γὰρ ὄψιν φοβερὰν, ἤτοι φόβου ποιητικὴν, ἔμαθον, ἐδάην, ἀκριβῶς ἔγνων. ὦ θεοὶ χθόνιοι, ἀντὶ τοῦ καταχθόνιοι ἢ ἐγχώριοι, σώσατε τὸν ἐμὸν παῖδα, ἤγουν τὸν Πολύδωρον, ὃς ἄγκυρά τε ὢν μόνος, ἤτοι στήριγμα, καὶ φύλαξ τῶν ἐμῶν οἴκων, κατοικεῖ τὴν δυσχείμερον Θρᾴκην, ἐν ἐπιτηρήσεσι
τοῦ φίλου τοῦ πατρῴου καὶ πατρικοῦ, ἤτοι τοῦ Πολυμήστορος. ἔσται καὶ γενήσεταί τι παράδοξον, ἡμῖν δηλονότι. ἥξει τι μέλος γοερὸν, καὶ θρηνῶδες, ταῖς γοεραῖς, ἡμῖν δηλονότι. οὔποτε, ἀντὶ τοῦ οὐδέποτε, ἡ ἐμὴ γνῶσις οὕτως, ὑπῆρξε δηλονότι, ἄφυκτος φρίσσει, ταρβεῖ. ποῦ ἄρα θεάσομαι, ὦ Τρῳάδες, τὴν θείαν ψυχὴν τοῦ Ἑλένου,
περιφραστικῶς ἀντὶ τοῦ τὸν Ἕλενον, ἢ τῆς Κασάνδρας, ἵνα διακρίνωσιν ἐμοὶ τοὺς ὀνείρους; εἶδον γὰρ ἔλαφον κατάστικτον, καὶ ταχεῖαν, σφαζομένην ἐν ὄνυχι λύκου αἱματηρᾷ, ἀποσπασθεῖσαν τῶν ἐμῶν γονάτων, ἀφαιρεθεῖσαν σὺν ἀνάγκῃ καὶ βίᾳ οἰκτρῶς, καὶ ἐλεεινῶς. καὶ 14 τόδε, καὶ τοῦτο, λέγω τὸ φάντασμα τοῦ Ἀχιλλέως, ὑπὲρ τῆς ἄκρας κορυφῆς τοῦ τύμβου, δεῖμα καὶ φόβος ἦλθεν ἐμοί. I.
ταῦτά φησι χειραγωγουμένη ὑπὸ τῶν Τρῳάδων διὰ τὸ ἀδυνάτως βαδίζειν ὑπό τε τῆς δυστυχίας καταπονηθεῖσα καὶ τοῦ γήρως. A.M. Fl. 33. ἄγετε: ἐπιρρηματικῶς, κομίσατε. Fl. 21. φέρετε. Fl.
ἤγουν ἔξω τοῦ δόμου τοῦ ἐμοῦ καὶ ἔμπροσθεν τῶν δόμων τοῦ Ἀγαμέμνονος. Fl. 59.
Fl. 56. 59. Gr. πέμπετ᾿: ἤγουν ἀποπέμπετε, ἔξω φέρετε. Fl. 21. ὁδοποιήσατε. Fl. 6. ὁδηγεῖτε. Fl. 59. ἀείρατε: ἤγουν αἴρετε, ὑψώσατε, ἀναβαστάζετε. Fl. 6. 59. ἀείρετέ μου: λείπει τὸ σῶμα, ἐπαίρετέ μου τὸ σῶμα τῆς χειρὸς λαβόμεναι. Ἄλλως. ἄγετέ μου τὸ σῶμα τῆς χειρὸς λαβόμεναι, καὶ ἐγὼ τῷ
βάκτρῳ διὰ τῆς χειρὸς ἐπαιρομένη τῷ οὐκ ὀρθῷ, ἀλλ᾿ ἐπικαμπεῖ πορεύσομαι. A. πέμπετ᾿, ἀείρετε: ἀνακουφίσατε. λείπει τὸ σῶμα. 15 Gr. δέμας: σῶμα. Fl. 17. 59. ἐπιλάβετε καὶ ἐπάρατε, κουφίσατέ μου τῆς ἀδυναμίας. Fl. 33. τὸ σῶμα ἐπαιρόμενον, τὸ σῶμα τῆς χειρὸς λαβομεναι. M.
ἐμὴν τὴν γεραιάν. Fl. 17. χείρ, χειρὸς ἢ χερὸς Αἰολικῶς. Gu. προσλαζύμεναι: ἔστι καὶ λάζυμαι καὶ λάζομαι, τὸ λαμβάνω, τὸ μὲν ἀπὸ τοῦ λάζυμι, τὸ δὲ ἀπὸ τοῦ λάζω. τὸ δὲ λάζω δύο σημαίνει, τὸ λαμβάνω καὶ τὸ ὑβρίζω. καὶ τὸ μὲν λαμβάνω γίνεται ἀπὸ τοῦ ἔλω τὸ λαμβάνω, καὶ τοῦ ἄγω ἄξω, ὃ δηλοῖ τὸ φέρω, καὶ τροπῇ τοῦ
διπλοῦ εἰς διπλοῦν, ἑλάζω καὶ λάζω. τὸ δὲ ὑβρίζω ἀπὸ τοῦ ἐπιτατικοῦ μορίου καὶ τοῦ ξέω· ἔστι δὲ Αἰολικόν. ἀπὸ γοῦν τοῦ λάζομαι παθητικοῦ, τοῦ δηλοῦντος τὸ λαμβάνω, γίνεται τὸ λαζοίατο παρὰ τῷ ποιητῇ, οἷον “ὀδὰξ λαζοίατο γαῖαν,” καὶ δῆλον ἐντεῦθεν ὅτι διφορεῖται κατὰ τὴν σύνταξιν. I. ὑψούμεναι. Fl. 21. προσλαβόμεναι, Αἰολικῶς
ἔτρεψε τὸ β εἰς ζ, τὸ δὲ ο εἰς υ. Fl. 25. 6. λήβω, ὁ μέλλων λήψω, καὶ ἐξ αὐτοῦ ἄλλο ῥῆμα λαβάζω, καὶ κατὰ συγκοπὴν λάζω, λάξω, τὸ λαμβάνω. Fl. 6. 25.
πτωχείαν καὶ τούτου αὐτῆς ἀπορούσης. A.M.
ἡμῶν διά τινα βλάβην ἐπερχόμενα. Fl. 6. 25. καὶ ἐγὼ ἐπικαμπεῖ βακτηρίᾳ διὰ χειρὸς λαβοῦσα. Fl. 33.
τοὺς πόδας. ἐνταῦθα δὲ τὴν κίνησιν λέγει βραδύπουν, τὸν πόδα τιθεὶς ἀντὶ τῆς πορείας. B. Gu. I. βραδύπουν: ἀργὴν διὰ τὸ γῆρας. Bar. 74. βραδεῖαν, τὴν βραδυκίνητον. Fl. 59. στηριζομένη σπουδάσω τὴν βραδεῖαν ἔλευσιν ἐνδυναμοῦσα. Fl. 33.
τὸ γὰρ ὀλουμένην οὐλομένην λέγουσιν, οὕτω καὶ τὴν ἔλευσιν ἤλυσιν. I. ἤλυσιν: πόρευσιν. Fl. 59. σπεύσω τὴν κίνησιν τὴν βραδύπουν διὰ τῶν ἐμῶν ποδῶν ἁρμονιῶν. Fl. 21. προτιθεῖσα: ἐμαυτὴν καὶ διερειδομένῃ. Fl. 21. προβιβάζουσα. Fl. 6. 59. καὶ πορείαν τῶν ἐμῶν μελῶν προσθήσω διὰ τὴν συμφοράν. Fl. 33.
τὴν ἀστραπὴν...ταχέως ἀφανίζεται, ἢ διὰ τὸ καταπληκτικὸν, ὥσπερ καὶ ἡ ἀστραπή. Fl. 59.
56. 59. 76. ἐν δείμασι φαντασμάτων ἐχρῆν εἰπεῖν, ἀλλ᾿ ὅμως ἀντὶ γενικῆς ἡ δοτικὴ φέρεται. Fl. 21. τὸ δείμασι φαντάσμασιν, ἢ ἐν φαντάσμασι καὶ ὀνείροις, δείμασι καὶ δειματοποιοῖς, ὥσπερ καὶ σχέτλιος ὁ σχετλιοποιὸς, συντακτέον, ἢ καὶ οὕτως, ἤγουν ἐν δείμασι καὶ φοβήμασι, καὶ ἐν φαντάσμασιν. Fl. 59. φοβερισμοῖς, φαντασίαις.
Fl. 33. φοβήμασι, ἐνυπνίοις. Gr.
φησίν. A.M.
ὄντα, ἢ ὅτι σκοτεινὸν ἔχει τὸν κατ᾿ αὐτὰ νοῦν, καὶ οὐδεὶς δύναται αὐτὰ διακρῖναι. B. μητέρα τῶν ὀνείρων εἶπε τὴν γῆν, ἢ ὅτι ἐξ ἀντιφράξεως τῆς σκιᾶς αὐτῆς ἡ νὺξ γίνεται, καθ᾿ ἣν καθεύδοντες οἱ ἄνθρωποι τοὺς ὀνείρους βλέπουσιν, ἢ καθ᾿ ἑτέρους, ὅτι ἐκ μὲν τῆς γῆς αἱ τροφαὶ, ἐκ δὲ τῶν τροφῶν οἱ ὕπνοι, ἐκ δὲ τῶν ὕπνων οἱ ὄνειροι· τῆς
18 γῆς ἄρα οἱ ὄνειροι. μελανοπτέρυγας δὲ τοὺς ὀνείρους εἶπεν, ὅτι ἐν τῷ σκότει δοκοῦσιν ἵπτασθαι· ἄστατοι γάρ εἰσι. B. Gu. I.
ἀφανῶν καὶ σκοτεινῶν. Fl. 59. πτέρυγας τιθέασιν οἱ Ἕλληνες πᾶσι τοῖς σύντονον ἔχουσι κίνησιν. Gr.
καὶ τὴν θέαν τοῦ ὀνείρου, ἥντινα εἶδον περὶ τοῦ ἐμοῦ παιδὸς Πολυδώρου τοῦ σωζομένου κατὰ Θρῄκην καὶ τῆς Πολυξένης. τὸ δὲ εἶδον λείπει. A.M. νυκτερινὴν ὄψιν. ἀντὶ τοῦ, εἴθε πόρρω ἀπ᾿ ἐμοῦ γένηται ἡ ὄψις αὕτη. A. ἀποδιώκω, μισῶ. A. ἤγουν ἀποτροπιάζομαι. Fl. 6. 17. 34. 56. 76. 59. Gr. ἤγουν ὁρῶ καὶ κεῖμαι εἰς
νυκτερινὸν φάντασμα. Fl. 21. ὄψιν: θέαν. Fl. 17. ὄνειρον. Fl. 59.
ὑποκειμένης ἐν Χερρονήσῳ. ῥητέον δὲ ὅτι ποιητικὸν ἔθος τὸ τοιοῦτον. Ὅμηρος “υἱέϊ δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην.” ἐν Σπάρτῃ γάρ ἐστιν ὁ Μενέλαος. A.M. κατά: εἰς. Fl. 21. τοῦ κατὰ τὴν Θρῄκην φυλαττομένου. Fl. 33.
ἀπὸ κοινοῦ ὑπακούεται τὸ εἶδον. ἀμφί ποιητικὸν, ἡ περί κοινόν. Gu. φίλης ἀγαπητικῆς. Fl. 59. καὶ περὶ τῆς προσφιλεστάτης μου θυγατρὸς Πολυξένης διὰ τῶν νῦν ὀνείρων καὶ φαντασμάτων. Fl. 33. δι᾿ ὀνείρων: ἀπὸ κοινοῦ τὸ ὄψιν. M.
ἐπιστημονικῶς ἔμαθον. Fl. 59. ἔμαθον ἐπιστημόνως. Gr.
Gr. ὦ καταχθόνιοι θεοὶ, διασώσατε τὸν ἐμὸν παῖδα Πολύδωρον. Fl. 33.
Ἑκάβης, πῆ δὲ Πολύδωρον. A. ἢ πρὸς τὸ μόνος ὑποστικτέον, ἵν᾿ ᾖ τὸ τε οὐκ ἀργὸν, οὕτως· ὃς μόνος ὑπάρχων ἐμοὶ ἀπὸ τῶν ἐμῶν παίδων, καὶ ἄγκυρα τῶν ἐμῶν οἴκων, ἐπειδὴ ἐλπίς ἐστιν αὐτὸν ἀνακτήσασθαι τὴν ἡμῶν ἀρχὴν, κατέχει τὴν χιονώδη Θρᾴκην· ἢ τὸ ἄγκυρα πρὸς τὸ οἴκων καὶ πρὸς τὸ ἐμῶν ἐκληπτέον, οὕτως
ὃς μόνος ἄγκυρα ὢν τῶν οἴκων, καὶ τῶν ἐμῶν, ἤτοι τῶν κατ᾿ ἐμὲ πραγμάτων, κατέχει τὴν Θράκην. B.I. οἴκων ἄγκυρα: τουτέστι τελευταία ἄγκυρα, ἀπὸ μεταφορᾶς τῶν ναυτιλλομένων, οἳ τὰς ἄλλας ῥίψαντες ἀγκύρας. ἂν μηδὲν διʼ αὐτῶν ἀνύσωσιν, ἐπὶ τῇ τελευταίᾳ τὰς ἐλπίδας ἔχουσιν. B. Gu. I. ἀσφάλεια, βασιλεία. M.
F. 21. στερέωμα. Fl. 17. ἄγκυρα καὶ στήριγμα καὶ ῥίζα. Fl. 59. ὅστις μόνος ἤλπιζον ὑπάρχειν τῶν ἡμετέρων οἴκων κληρονόμος. Fl. 33.
Fl. 6. 17. Gr.). ἡ κατά περισσή. Fl. 6. 566. 59. 76. Gr. κατέχων αὐτὸς καὶ φυλάττων εἰς τὴν χιονώδη Θρᾴκην. Fl. 33.
ἔσται τι νέον: γενήσεται ὃ οὐ γινώσκομεν. τὸ νέον λαμβάνεται καὶ ἐπὶ καινοῦ τινὸς καὶ ἐπὶ δεινοῦ. Fl. 6. 25. ἔσεται πρᾶγμα μάταιον. Fl. 21. νεοστόν. Fl. 56. γενήσεται καινόν. Fl. 59. τὸ νέον ἀντὶ τοῦ δεινόν· τὸ νεωστὶ, τὸ ἰσχυρὸν, τὸ ἁπαλὸν καὶ τὸ παράδοξον, ὅπερ καὶ ἐνταῦθα. Fl. 59.
θρῆνος θρηνητικὸν ἡμῖν ταῖς θρηνούσαις. Fl. 59. παραγενήσεταί τι μέλος θρηνητικὸν ἡμῖν. A.M. Fl. 33. γοεραῖς: ἡμῖν ταῖς γοεραῖς. M.
οὔποτε ὁ ἐμὸς λογισμὸς ταρβεῖ, ὡς ἔξω φόβων καὶ κακῶν εἶναι. B. Gu. I. οὔποτ’: φησὶν ἡ Ἑκάβη ὅτι οὐδέποτε δεδίττω τι καὶ γίνομαι ἄφυκτος ἐκείνου. Ἄλλως. οὐδέποτε ἡ ἐμὴ ψυχὴ ἀχώριστος μένει φόβου, τουτέστιν, ἀεὶ ἐν κακοῖς εἰμί. Fl. 25. οὐδέποτε, φησὶν, ἡ ἐμὴ ψυχὴ ἢ ἡ ἐμὴ διάνοια ὧδε φόβου ἀχώριστός ἐστιν,
ἀλλʼ ἀεὶ τρέμει καὶ φοβεῖται. οἱονεὶ ὅτι φοβοῦμαι καὶ ὑπονοῶ λέγεται. Fl. 33. ἀλίαστος: ἀμετακίνητος. A. ἀνέκφευκτος· ἀπὸ τοῦ λιάζω τὸ ἐκφεύγω, τουτέστιν, οὐδέποτε ἐκφεύγει ἡ δειλία ἀπὸ τῆς ἐμῆς ψυχῆς. Fl. 25. ἀμέτοχος. Fl. 17. ἤρεμος, ἀτάραχος. Gr.
ἀχώριστος γίνεται, οἷον, εἴ τι φοβοῦμαι καὶ ὑπονοῶ, τοῦτο καὶ γίνεται. A.M.
Gr. τουτέστι τὸν Ἕλενον. ἀπὸ τοῦ κρείττονος μέρους αὐτὸν ὀνομάζει,
ὥσπερ καὶ ἡμεῖς ἀντὶ τοῦ τὸν δεῖνα εἰπεῖν τὴν ἱερὰν λέγομεν κεφαλήν. Fl. 59. ὁ Ἕλενος καὶ ἡ Κασάνδρα μαντικοὶ ἦσαν, διʼ ὃ λέγει, ποῦ μοι ὁ Ἕλενος καὶ ἡ θεία αὐτοῦ ψυχὴ, καὶ ἡ Κασάνδρα, ἵνα μοι κρίνωσι τοὺς ὀνείρους. Fl. 33.
ἱστοροῦσιν, ηὐτομόλησεν, ὡς δέ τινες, ὑπὸ τῶν πολεμίων ἐλήφθη. ὁ δὲ νοῦς, ποῦ μοι ἄρα ἡ τοῦ Ἑλένου ψυχὴ καὶ ἡ μαντικὴ Κασάνδρα. περιφραστικῶς δὲ εἶπε ποῦ μοι ἄρα ὁ Ἕλενος καὶ ἡ Κασάνδρα, ἵνα μοι ὡς μάντεις ὄντες κρίνωσι τοὺς ὀνείρους. A.M.
ἐλθόντες ὄφεις, καὶ τὰ αὐτῶν περιλείξαντες ὦτα, οὕτως ὀξυηκόους εἰργάσαντο ὡς μόνους τὰς τῶν θεῶν ἀκούειν βουλὰς καὶ μάντεις ἄκρους εἶναι. εἶπε δὲ τὸ ψυχὴν Ἑλένου, ἐπειδὴ τεθνηκὼς ἦν, Κασάνδραν δὲ καὶ οὐ Κασάνδρας, ἐπειδὴ ζῶσα ἦν. B.I.
Fl. 21. ἐσίδω: θεάσω. Fl. 6. θεάσομαι. Gr. ὄψομαι. Fl. .21. οὐκ εἶπεν ὄψομαι ὁριστικῶς, ἀλλ᾿ ἐσίδω ὑποτακτικῶς· ἀεὶ γὰρ τὰ ἀπορηματικὰ, τουτέστι τὰ ἀπορίαν ἐμφαίνοντα, ὑποτακτικοῖς συντάσσονται, οἷον τίς γένωμαι, καὶ πῆ τράπωμαι. B. Gu. I.
ὀξυτόνως, ἀπὸ τοῦ τὰς στίξεις αὐτῆς βολαῖς καὶ τρώσεσιν ἐοικέναι, ἤγουν αἱματώδεις καὶ κοκκίνους. Fl. 59. βαλιάν: ἔλαφος ἡ τελεία καὶ ὀξεῖα ἐκ τοῦ βαίνειν λίαν. Fl. 33.
ἀνθρώπου ἀπὸ τοῦ χέω διὰ διφθόγγου· χηλὴ δὲ ὁ ὄνυξ ἀπὸ τοῦ χαλῶ. Fl. 9.
Gr. ἀφαιρεθεῖσαν. Gu.
Τρωϊκῶν γυναικῶν εἰς σφαγήν· οὐ γὰρ ἰδικῶς τὴν Πολυξένην ᾐτήσατο, ἀλλὰ μίαν τῶν αἰχμαλωτίδων κάλλει ὑπερφέρουσαν. M. Fl. 25.
τοῦ τύμβου, δεῖμα καὶ φόβος ἦλθεν ἐμοί. I. δεῖμα: φόβος. Gu. τὸ φόβημα. Fl. 6. 17. τόδε: ὅπερ εἶδον. Gr.
ὅτε τοῦτον ἔμελλε Πρίαμος Πολυξένῃ συνάψαι. εἰκότως δὲ ταύτην σφάγιον ᾔτησεν, ὅτι δι᾿ αὐτὴν πεφόνευται. τὸ δὲ ποιεῖν κενοτάφιον ἔθος ἦν τοῖς Ἕλλησιν εἰς τιμὴν καὶ μνήμην τῶν ἀποιχομένων. Gu.
τοῦ Ἀχιλλέως τάφου, δῆλον τὸ ὅραμα. Fl. 33. φάντασμα: διὰ τό. Gr. εἴδωλον. Gu.
Fl. 6. τὸ φάντασμα καὶ τὸ δεῖμα. Fl. 21. 56. τὸ ζήτημα τοῦ Ἀχιλλέως. Fl. 59.
ἐπʼ ἀγαθῷ. Fl. 33.
ἀπελθεῖν εἰς τὴν σκηνὴν Πολυξένης. Gu. χορὸς ἐκ Τρωϊάδων αἰχμαλωτίδων γυναικῶν. χορὸς διαιρεῖται εἰς τρία, εἰς στάσιμα, εἰς παροδικὰ καὶ εἰς κωμικά. Fl. 25. ὁ χορὸς ἐκ τῶν Τρωϊκῶν γυναικῶν τῶν αἰχμαλωτισθεισῶν συνέστη. Fl. 33. ὁ δὲ λόγος, ὦ Ἑκάβη, πρὸς σὲ ἐλιάσθην, ἤγουν ἐξώρμημαι καὶ παρεγενόμην, μετὰ σπουδῆς,
τὰς δεσποτικὰς σκηνὰς τοῦ Ἀγαμέμνονος λιποῦσα. Fl. 25. σπουδῇ: σπουδαίως. Fl. 59. ἀντὶ τοῦ μετὰ ταχυτῆτος. Gr. σπουδαίως. ἀπὸ ὀνόματος τὸ ἐπίρρημα. Gu. ἐλιάσθην: ὡρμήθην, παρεγενόμην. οὕτως Εὐριπίδης. M. προσέφυγον, ἦλθον. γίνεται δὲ ἀπὸ τοῦ ἁλῶ, τὸ πλανῶ καὶ ἐκκλίνω· ὅθεν ἁλίζω, καὶ κατὰ μετάθεσιν λιάζω·
ὁ παθητικὸς πρῶτος ἀόριστος ἐλιάσθην. I. ἐλιάσθην; προσέφυγον, ἦλθον πρὸς σὲ, οὐδὲν ἀπὸ τῶν παθέων, ὧν ἔχεις δηλονότι, κουφίζουσα. Baroc. προσῆλθόν σοι, προσέφυγον· σύναπτε δὲ τοῦτο πρὸς τὸ παθέων, τὰ δʼ ἄλλα διὰ μέσου. Gu. ἤγουν ἔφυγον. Gr. ἀπὸ τοῦ λίαν, ἀΐσσω καὶ ὁρμῶ. Gu. ἤγουν ἔφυγον, προσῆλθον. Fl. 6. 59.
ἔφυγον, ἦλθον, ὡρμίσθην, ἐπαραγενόμην. ἕλομαι τὸ πλανοῦμαι. Fl. 21. ἦλθον συντόμως. Fl. 17. ἐκλίνθην. Havn.
ὑπʼ ἐμοῦ. Ἄλλως. Ἑκάβης σπουδῇ ἦλθον πρὸς σὲ, λιποῦσα τὰς δεσποσύνους σκηνὰς Ἀγαμέμνονος, ὅπου ἐτάχθην φυλάττειν ἀπελθοῦσα, 25 ἐκβληθεῖσα ἀπὸ τῆς Τροίας, τοῦ κοπτικοῦ στόματος τῆς λόγχης παρὰ τῶν Ἀχαιῶν γενομένη δοριθήρατος. ἦλθον δὲ οὐ μέλλουσά τι εὐφραντόν μηνῦσαί σοι ἢ ἀποκουφίσαι σὲ ἀπὸ τῶν θλίψεων, ἀλλὰ μᾶλλον αἰρομένη καὶ φέρουσα μέγα βάρος ἀγγελίας, ἀντὶ τοῦ μεγάλην λύπην. ἐν γὰρ τῷ συναθροίσματι τῶν Ἑλλήνων λέγεται
δόξαν γενέσθαι, εἴτʼ οὖν θέλησιν, τὴν σὴν παῖδα Πολυξένην σφάγιον θέσθαι τῷ Ἀχιλλεῖ. γινώσκεις γὰρ καὶ αὐτὴ ὡς ὁ Ἀχιλλεὺς θυσίαν ἐζήτησεν, ὅτε ἐφάνη σὺν ὅπλοις χρυσοῖς ἐπιβὰς τοῦ τύμβου, ἐκώλυε δὲ τὰς ποντοπόρους ναῦς ἐπερειδομένας, ἐχούσας τὰ ἱστία ἐν τοῖς σχοινίοις, ταῦτα βοῶν καὶ λέγων, ποῖ ἀπέρχεσθε, Δαναοὶ, λιπόντες
τὸν ἐμὸν τάφον ἀγέραστον; δόξα δὲ διπλῆ ἦν ἐν τῷ πολεμικωτάτῳ στρατῷ τῶν Ἑλλήνων. τοῖς μὲν γὰρ ἤρεσκε διδόναι καὶ ποιεῖν σφάγιον ἐν τῷ τοῦ Ἀχιλλέως τύμβῳ, τοῖς δὲ οὐδαμῶς τοῦτο καλὸν ἐδόκει. ἦν δὲ σπουδάζων καὶ θέλων τὸ σὸν καλὸν, ἤγουν τὸ μὴ σφαγιασθῆναι τὴν Πολυξένην, ὁ Ἀγαμέμνων ὁ ἀνέχων τὰς κοίτας τῆς μαντικῆς
Κασάνδρας καὶ σὺν αὐτῇ κοιμῶν. A.
δηλονότι κατὰ κοινοῦ, οὐδὲν ἀπὸ τῶν παθῶν ἐλαφρύνουσα καὶ ἐλαττοῦσα, ἀλλὰ ἐπιφέρουσα μέγα βάρος μηνύματος, σοί τε, ὦ γύναι, ἦλθον κῆρυξ καὶ ἄγγελος ἀχέων καὶ θλίψεων. ἐν γὰρ τῇ συνελεύσει τῶν Ἀχαιῶν τῇ πεπληρωμένῃ περιᾴδεται καὶ φημίζεται κυρωθῆναι, θέσθαι καὶ ποιῆσαι τὴν σὴν θυγατέρα θῦμα τῷ Ἀχιλλεῖ.
γινώσκεις δὲ ὅτι ἐπιβὰς, ὁ Ἀχιλλεὺς δηλονότι, τοῦ τύμβου τοῦ ἑαυτοῦ, ἐφάνη σὺν ὅπλοις χρυσοῖς, ἐπέσχε δὲ τὰς ναῦς τὰς ἐν τῷ πόντῳ τὴν πορείαν ποιουμένας, ἐπερειδούσας τὰ ἄρμενα ἐν σχοινίοις, τάδε βοῶν, ὦ Δαναοὶ, ποῦ πορεύεσθε, ἀφέντες τὸν ἐμὸν τύμβον ἄτιμον; συνέβη δὲ, καὶ ἐπῆλθε, ταραχὴ πολλῆς φιλονεικίας, δόξα δὲ, καὶ γνώμη καὶ
ὑπόληψις, ἐχώρει καὶ ἐκινεῖτο εἰς τὸν στρατὸν τὸν πολεμιστήν. τοῖς μὲν δοκοῦν, ἦν δηλονότι, διδόναι σφάγιον τῷ τύμβῳ, τὴν θυγατέρα δηλονότι, τοῖς δὲ οὐχί. (οἱ δὲ νεώτεροι συντάσσουσιν οὕτως· τοῖς μὲν δοκοῦν, ἀντὶ τοῦ δοκοῦντος, ἤτοι ἀρεστοῦ ὄντος, διδόναι τῷ τύμβῳ 26 σφάγιον, τὴν Πολυξένην δηλονότι, τοῖς δὲ οὐχί.) ἦν δὲ ὁ μὲν σπεύδων εἰς τὸ σὸν ἀγαθὸν ὁ Ἀγαμέμνων, ἅτε τιμῶν τὴν κοίτην τῆς μαντικῆς Κασάνδρας· οἱ υἱοὶ δὲ τοῦ Θησέως, Ἀκάμας καὶ Δημοφῶν, οἱ κλάδοι τῶν Ἀθηνῶν, ἦσαν δημηγόροι λόγων διπλῶν. συνέτρεχον δὲ
βουλῇ μιᾷ, ὥστε στεφανοῦν τὸν τάφον τοῦ Ἀχιλλέως ἐν αἵματι προσφάτῳ καὶ παρθενικῷ. τὴν δὲ κοίτην τῆς Κασάνδρας οὐκ ἔλεγον προτιμήσειν τῆς ἀνδρείας τοῦ Ἀχιλλέως. αἱ ἅμιλλαι δὲ τῶν κατατεινομένων λόγων, ἤτοι τῶν ἀγωνιστικῶς λεγομένων καὶ ἐριστικῶς, πῶς καὶ κατὰ τινὰ τρόπον ἦσαν ἴσαι, μέχρις οὗ κατέπεισε τὴν
στρατιὰν ὁ Ὀδυσσεὺς ὁ ποικίλα φρονῶν, ὁ κόπις καὶ ὁ λάλος, ἤτοι ὁ ῥήτωρ ὁ ἡδὺς κατὰ τοὺς λόγους, ὁ τῷ δήμῳ χαριζόμενος, λέγων δηλονότι, μὴ τὸν ἄριστον πάντων τῶν Ἀχαιῶν, Ἀχιλλέα, ἀποδιώκειν καὶ παραβλέπειν χάριν σφαγίων δουλικῶν, μηδέ τινα τῶν ἀποθανόντων στάντα πλησίον τῆς Περσεφόνης εἰπεῖν ὅτι οἱ Δαναοὶ ἀπῆλθον
τοῦ τόπου τῆς Τροίας, κακοὶ καὶ ἀχάριστοι φανέντες τοῖς Ἕλλησι, τοῖς ἀποθανοῦσιν ὑπὲρ τῶν Ἑλλήνων. παραγενήσεται δὲ συντόμως ὁ Ὀδυσσεὺς, ἀποσπάσων τὴν πῶλον, ἤτοι τὴν Πολυξένην, ἀπὸ τοῦ σοῦ κόλπου, καὶ παρορμήσων καὶ παρακινήσων ἐκ τῆς γεραιᾶς χειρός τῆς σῆς. ἀλλ᾿ ἄπιθι πρὸς ναοὺς, ἴθι πρὸς βωμοὺς, κάθησο παρακλήτρια τοῦ
Ἀγαμέμνονος διὰ τῶν γονάτων αὐτοῦ δηλονότι. ἐπικαλοῦ τούς τε ἐν τῷ οὐρανῷ θεοὺς, τούς τε ὑποκάτω τῆς γῆς. ἢ γὰρ αἱ λιταὶ ἐμποδίσουσιν ἔσεσθαι ἐστερημένην παιδὸς μελέας, καὶ ἀθλίας, ἢ ἀπόκειται ἰδεῖν τὴν παρθένον προκειμένην τοῦ τύμβου, βαπτομένην ἐκ τῆς χρυσοφόρου δειρῆς ἐν ῥεύματι μελαναυγεῖ, καὶ μέλαιναν ὄψιν ἔχοντι
αἵματος. I.
εἶναι δούλη. M.
γὰρ Ἑκάβη ἐν τῇ τοῦ Ὀδυσσέως σκηνῇ, ὁ δὲ χορὸς ἐν τῇ τοῦ Ἀγαμέμνονος, τὸ πλεῖον δὲ, διότι ἦν ἡ Κασάνδρα ἐν τῇ τοῦ Ἀγαμέμνονος. διὰ τοῦτο οὖν λέγει τὰς δεσποσύνους, τουτέστι τοῦ Ἀγαμέμνονος. Fl. 25. σκηνάς: τέντας. Fl. 17. κατοικίας. Fl. 59. προλιποῦσα: ἀντὶ τοῦ λιποῦσα. Cant. Gr. λέγεται ἡ πρόθεσις
περισσὴ καὶ ἐν πεζῷ λόγῳ. Cant. Gr. ἀφεῖσα. Fl. 59.
Fl. 33. καὶ ἐκληρώθην. Gr. ἐγενόμην, ὡρίσθην. ἡ πρὸς ὑστεροχρόνιος ἐνταῦθα. Gu.
Cant. λόγχης: τοῦ λόχου, τοῦ πολέμου. Fl. 17. ἤγουν τοῦ δόρατος. Fl. 6. 21. 56. 59. 76. νόμῳ πολέμου. M. rec. Fl. 21. αἰχμῇ: τῷ ξίφει. Fl. 6. 21. 56. 59. 76. διὰ τῶν Ἑλληνικῶν δοράτων αἰχμαλωτισθεῖσα. Fl. 33.
Gr. αἰχμάλωτος γενομένη δηλονότι. Gu.
28 σκηνῆς τοῦ Ἀγαμέμνονος, οὐκ ἐπὶ τῷ κουφίσαι τι τῶν κακῶν σου, ἀλλὰ καὶ ἐπισάξαι τοῖς λεγομένοις ἀπʼ ἐμοῦ. M. οὐδὲν παθέων ἀποκουφίζουσα: οὐδὲν τῶν περιεχόντων σε κακῶν θεραπεύουσα καὶ ἀποκουφίζουσα, ἀλλὰ τοὐναντίον ἐπιτιθεῖσα βάρος ἀγγελίας, τουτέστιν
ἕτερα πρὸς οἷς ἔχεις κακοῖς ἀπαγγέλλω κακά. A.M. Ἄλλως. παρεγινόμην δὲ οὐκ ἐλαττοῦσά σου τὰς συμφορὰς, ἀλλὰ μᾶλλον καὶ παραύξουσα διὰ ταύτης τῆς ἀγγελίας. M. καὶ οὐδὲν τῶν παθέων ἀνακωχὴν ἔχουσα. Fl. 33.
Fl. 17. διὰ τῆς φήμης. Fl. 59. μηνύσεως. Fl. 6.
ἀπαγγέλλω σοι κακά. Fl. 10. αἰρομένη: κομίζουσα, φέρουσα. γρ. ἀραμένη, ἤγουν ἐπιτιθεῖσα. Gr. προστιθεῖσα, ἐπιτιθεῖσα, φορτίζουσα. Gu.
Fl. 6. 17. 56. 59. 76. Gu. ἀχέων: θλίψεων. M. rec. ἀπὸ τοῦ α ἐπιτατικοῦ μορίου καὶ τοῦ χάνω. Fl. 9. τοὐναντίον ἐπιτίθεις σαυτῆς. σὺ, ὦ γύναι, ὑπάρχεις κήρυξ τῶν Ἑλλήνων. Fl. 33.
συνάξει. Fl. 59. τὴν πολὺ πλῆθος ἀνθρώπων ἔχουσαν. Fl. 17. ἐπὶ γὰρ τῶν Ἑλληνικῶν συνόδων σῶαι λέγονται εἶναι αἱ συμβουλαί. Fl. 33. πλήρει: τῇ πολλῇ. Gr. πεπληρωμένῃ καὶ τελέᾳ. Gu. σύνοδος κυρίως ἡ ἀπὸ πάντων συνέλευσις· ἐκκλησία δὲ ἡ ἀπὸ τῶν ἐκλεκτῶν. Gr.
τὸ αἴτημα. Fl. 33. ὅτι τὸ ἐπιβαίνειν ἐνίοτε μὲν γενικῇ συντάσσεται, ὡς ἐνταῦθα· τύμβου δʼ ἐπιβάς, ἐνίοτε δὲ δοτικῇ, ὡς ἐν τούτοις· τὸν πρῶτον ἐπιβάντα Ἀθηναίων τῇ νήσῳ ἄκριτον ἀποθνήσκειν. Gu.
ἐπεῖχε τὰς ναῦς, οὔριον ἐχούσας τὸν πλοῦν. A.M. Fl. 25. συντακτέον οὕτως· οἶσθα δὲ, ἤγουν οἶσθα γὰρ καὶ γινώσκεις, ὅτε καὶ ὁπότε ἐφάνη ὁ Ἀχιλλεὺς σὺν ὅπλοις χρυσέοις ἐπὶ τοῦ τύμβου καὶ ἐπάνω τοῦ τύμβου βὰς καὶ πορευθεὶς, καὶ τὰ ἑξῆς. Fl. 59. ἐφάνη: ὁ Ἀχιλλεὺς δηλονότι. Fl. 17. 59.
ἀπερίττως συντεθειμένη· νῦν δὲ τὰς ναῦς τῶν Ἑλλήνων λέγει σχεδίας. B. Gr. I. σχεδία δὲ κατὰ τοὺς παλαιοὺς ἡ σὺν τάχει γενομένη ναῦς. I.
Fl. 21. προτόνοις: πρότονος τὸ σχοινίον, διʼ οὗ δεσμοῦσι τὸν ἱστόν. Gr. I. τὸ δὲ ἐπερειδομένας ἀντὶ τοῦ ἐπερειδούσας σχοινίοις τὰ λαίφη, στηριζομένας, ὡς ἤδη πλευσεῖσθαι. ἔστι δὲ τὸ λαίφη καὶ τὸ ἐπερειδομένας καθʼ ὅλον καὶ μέρος. οὐ γὰρ πᾶσα ἡ ναῦς ἐρείδεται τοῖς 30 προτόνοις, ἀλλὰ μόνα τὰ λαίφη, δι᾿ ὧν αὐτὴ φέρεται ἀνέμου ἐπιπνέοντος. Gu. I. ἐπερειδομένας: συνδεδεμένας. Fl. 21. ἐκτεινούσας. M. Fl. 21. ἐπιστηριζομένας. Fl. 17. 56. μετὰ πολλοῦ στηριγμοῦ ἐχούσας. Fl. 59. τὰ ἄρμενα καὶ σχοινία τῶν πλοίων ἐντεταμένα
ἔχουσι. Fl. 33.
Gr.
τινὸς ἐκπέμπειν. A.M. πορεύεσθε. τὸ στέλλω σημαίνει δ΄· στέλλω τὸ κοσμῶ, ἀφʼ οὗ καὶ στολή· στέλλω τὸ πέμπω, ἀφʼ οὗ καὶ ἀποστολή· στέλλω τὸ πλέω, ἀφʼ οὗ καὶ στόλος, ὁ πολλῶν ἀπόπλους νεῶν· στέλλω καὶ τὸ κρύπτω, ἀφʼ οὗ καὶ τὸ περιστείλαντες, ἀντὶ τοῦ κατὰ γῆν κρύψαντες, ἤγουν θάψαντες. I. στέλλεσθε: ποῖ ἀποπλέετε.
κυρίως δὲ τὸ ἀποστέλλεσθαι ἐπὶ νεώς. ἔστι δὲ καὶ τὸ δι᾿ ἑτέρου, ἢ ἐκπλεῖν ἢ ἐκπέμπειν. Fl. 25. ὦ Ἕλληνες, τὸν ἐμὸν τάφον ἀποπλέετε καὶ ἄτιμον ἐᾶτε. Fl. 33. ἀγέραστον: ἄτιμον. ἀφέντες: καταλείψαντες. Gu.
I. συνέπεσε, ἤγουν συνέκρουσε, συνῆλθε μετὰ ταραχῆς. Fl. 59. τὸ συνέπεσεν ἤγουν συνῆλθεν, ἐγένετο. Fl. 59. συνέβη, συνῆλθε. μεταφορικῶς ὅρα διὰ τὸ δίυγρον τοῦ λόγου. Gu. κλύδων: ταραχή. Gr. θόρυβος. Fl. 56. 59. μετὰ δὲ φιλονεικίας ἐγένετο ταραχή. Fl. 33.
δοκοῦν καὶ ἀρέσκον ἦν συνουσίαν. Fl. 59. καὶ οἱ μὲν διδόναι ἔθεντο τὸ σφάγιον πρὸς αἰτήσεως Ἀχιλλέως, οἱ δὲ οὔ· ἤγουν δόκησις διττὴ ἐγένετο περὶ τούτου. Fl. 33.
Fl. 17. δοκοῦντος καὶ φαινομένου καὶ ἀρέσκοντος. Gu.
17. τὸ σὸν ἀγαθόν: τὸ μὴ τὴν σὴν θυγατέρα σφαγῆναι, ἀλλὰ ἄλλην τινὰ τῶν αἰχμαλωτίδων. Gu. σπεύδων: σπουδὴν ποιούμενος, ἤτοι ἔσπευδεν. σπεύδω ἐγὼ, ἐπισπεύδω ἕτερον. I. σπεύδων: ὁ βοηθῶν. B. rec. ἤγουν ὁ συντείνων καὶ σπουδάζων. Fl. 59. ἦν δὲ ὁ Ἀγαμέμνων εἰς τὸ σὸν συμφέρον, καὶ σπεύδει σῶσαι τὴν σὴν παῖδα
Πολυξένην, διὰ τὸ ἔχειν λέκτρα, ἤγουν κοίτην, συνουσίαν, μετὰ τῆς Κασάνδρας, τῆς ἀδελφῆς αὐτῆς. Fl. 33. σπεύδων: σπουδάζων. σπεύδω ἐγώ· ἐπισπεύδω δὲ ἕτερον. Gr. ἀγωνιζόμενος, συναγωνιζόμενος. Gu.
Gu. ἤγουν τῆς Κασάνδρας. τὸ βάκχης λέγει, ἐπειδὴ οἱ μαντευόμενοι ἔνθεοι ὑπὸ θεῶν γενόμενοι μαντεύονται, καθάπερ αἱ Βάκχαι τῷ Διονύσῳ πληγεῖσαι ἄνω καὶ κάτω φέρονται, ὥσπερ μαινόμεναι. Gu. I. μαντιπόλου: τῆς ἀναστρεφομένης ἐκ τῆς μαντείας. Fl. 6. βάκχης: ἡ ἐκκεχυμένη τὴν βάσιν ἢ τὴν βοήν. Gu. ἀνέχων: ἤγουν τιμῶν καὶ
περιποιούμενος. καὶ γὰρ οἱ ἀνέχοντες καὶ ἀνακουφίζοντές τι, φροντίδος 32 τοῦτο ἀξιοῦντες, ἀνέχουσιν. B. Gu. ἀνέχω τὸ ἀναδίδωμι, ὡς τὸ “ἀνέσχεν ἡ γῆ βοτάνας” καὶ “ἀνέσχεν ὁ ἥλιος,” ἀντὶ τοῦ ἀνέτειλε, καὶ ἀνέχειν ἐπὶ προσευχῆς τὰς χεῖρας ἀντὶ τοῦ ἀνατείνειν. I. ἀνέχων: τιμῶν, αὔξων. M. ὁ τιμῶν τὴν κοίτην τῆς Κασάνδρας, τῆς μαντιπόλου,
τῆς περὶ τὰ μαντεῖα πολούσης. Fl. 25. μαντικὴν καὶ βάκχην τὴν Κασάνδραν λέγει, διότι αὕτη θυγάτηρ ἦν Ἑκάβης, καὶ πρὸ τοῦ ἁλωθῆναι τὴν Τροίαν ἐμαντεύετο τὰ γινόμενα. Fl. 33.
χάριν, ἀλλὰ ἀποληψομένους τὴν Αἴθραν. διὸ καὶ τὸν Ὅμηρον λέγειν τὸν Μενεσθέα ἡγεῖσθαι τῶν Ἀθηναίων. Διονύσιος γοῦν ὁ τὸν Κύκλον ποιήσας φησί· Δημοφῶν δὲ ὁ Θησέως ἐδεῖτο αὐτῶν δοῦναι Αἴθραν τὴν Πιτθέως τὴν τοῦ πατρὸς μητέρα, ὅπως αὐτὴν κομίσωσιν οἴκαδε. Μενέλαος δὲ πρὸς Ἑλένην πέμπει Ταλθύβιον κελεύσας
ἄγειν Αἴθραν καὶ Ἑλένη δωρησαμένη Αἴθραν παντοδαπῷ κόσμῳ ἀποστέλλει πρὸς Δημοφῶντα καὶ Ἀκάμαντα. Ἑλλάνικος δέ φησιν αὐτοὺς ἐστρατευκέναι, ὅπως εἰ μὲν ἕλοιεν Ἴλιον λάφυρον αὐτὴν λάβοιεν, εἰ δὲ μὴ, κἂν λυτρώσαιντο δώροις. ἦσαν δὲ καὶ μετὰ Χαλκώδοντος τοῦ Ἄβαντος ἐν Εὐβοίῳ. A.M. οἱ δὲ τοῦ Θησέως παῖδες
Ἀκάμας καὶ Δημοφῶν, οἳ ἦσαν κλάδοι τῶν Ἀθηναίων, οἱ καὶ ἐστρατεύσαντο ὑπὸ Ἴλιον, οὐχ ἡγούμενοι τινῶν, ἀλλʼ ἐπὶ τὴν ἀπολύτρωσιν τῆς Αἴθρας· ἕνεκεν γὰρ ταύτης ἐστρατευκέναι τούτους φασίν. M.
τινῶν. διʼ ὃ καὶ Ὅμηρος λέγει τὸν Μενεσθέα μόνον ἡγεῖσθαι τῶν Ἀθηναίων, ἀλλʼ ἐπὶ τὴν ἀπολύτρωσιν τῆς Αἴθρας τούτους ἐστρατευκέναι φασίν. Ἐλλάνικος δὲ λέγει διὰ τοῦτο αὐτοὺς ἀπελθεῖν ἐκεῖσε, ὥστε, εἰ μὲν ἕλοιεν Ἕλληνες τὴν Τροίαν, λάφυρον αὐτὴν καὶ γέρας λαβεῖν, εἰ δὲ μὴ, κἂν λυτρώσασθαι δώροις, καὶ μὴ ἐᾶσαι ταύτην ὑπὸ
τούτων κατασκαφῆναι. B. Gu. I.
εἶναι—οὔτʼ αὖ τὴν Ἀχιλλέως παριδεῖν αἴτησιν, μεγάλα τὸν στρατὸν ὠφεληκότος, ἀλλὰ προθύμως τελέσαι. B. Gu. I.
μιᾷ βουλῇ, ἤγουν τὴν Πολυξένην τῷ Ἀχιλλεῖ γέρας γενέσθαι ἔλεγον. Fl. 59.
Κασάνδρας: ἤγουν οὐ συνεχώρησαν προτιμῆσαι τὴν Κασάνδραν τὴν κατεχομένην παῤ Ἀγαμέμνονος εἰς ἄλοχον. Fl. 21. μηδαμῶς δὲ διὰ τῆς Κασάνδρας τὴν κοίτην ἄτιμον ἐάσομεν τὴν ἀνδρείαν καὶ γενναιότητα τοῦ Ἀχιλλέως. Fl. 33.
φροντίζω. Gu.
διϊσχυριζομένων καὶ ἐνστατικῶς λεγομένων, σπουδαζομένων. Gu.
Fl. 17. πολύβουλος. Fl. 6. ὁ συνετόβουλος. M. Fl. 21. ποικιλόβουλος. Fl. ὁ ποικίλος τῇ φρονήσει καί. Fl. 33. φρόνιμος. I.
Πυθαγόραν εὑράμενον τῶν ἀληθινῶν κοπίδων μηδὲ τὸν ὑφʼ Ἡρακλείτου κατηγορούμενον, ἀλλʼ αὐτὸν Ἡράκλειτον εἶναι τὸν ἀλαζονευόμενον. τὰ περίεργα γὰρ τῶν λόγων καὶ τὰ κατεστωμυλμένα κόβαλα 35 ἔλεγον, ὡς Ἀριστοφάνης ἐν Βατράχοις “κόβαλά γʼ ἐστὶν, ὡς καὶ σοὶ δοκεῖ.” M.
λόγοις. Fl. 17. γλυκυλόγος τῷ πλήθει. Gu. δημοχαριστής: τῷ δήμῳ χαριζόμενος ἐν τῷ λέγειν. I. ὁ τῷ δήμῳ κεχαρισμένα λέγων. κόπις, ἡδυλόγος: λάλος, ἡδυλόγος, καὶ τῷ δήμῳ κεχαρισμένος. Fl. 33.
εἰώθασιν οἱ ποιηταὶ πατρωνυμικῶς. Fl. 56. πείθει: ἀντὶ τοῦ ἔπεισε. Fl. 6. 17. 56. 59. 76. πρὸ τοῦ πεῖσαι. Fl. 21.
Ἑλλήνων. Fl. 17. μηδαμῶς τὸν ἔνδοξον Ἑλλήνων πάντων. Fl. 33. τὸν κρείττονα. Gr. εὐδοκιμώτερον. Gu.
Fl. 59. παραβλέπειν. Gr. παραλογίζεσθαι, ἀποπέμπειν ἀγέραστον, ἀποστρέφεσθαι, ἀτιμάζειν. Gu.
τῇ ἀλόχῳ τοῦ καταχθονίον θεοῦ Πλούτου τοῦ κρίνοντος τοὺς τεθνηκότας. Fl. 21.
Δαναοί: ἰστέον ὅτι Δαναοὶ, Ἀχαιοὶ καὶ Ἕλληνες ταὐτά ἐστι. Fl. 9. μηδὲ ἀχάριστοι γένοιντο οἱ Ἕλληνες τῶν φονευομένων καὶ ἀπολλυμένων Ἑλλήνων. Fl. 33.
τοῖς ἀποθανοῦσιν. Gr. ἀπολωλόσιν. Gu.
μαζῶν ἀντὶ τοῦ ἀπὸ τοῦ σοῦ στήθους, καὶ τῆς σῆς πρὸς αὐτὴν φύσεως, ἢ φυσικῆς προσπαθείας. B. Gu. I. μαστὸς καὶ μασθὸς διαφέρει· μαστὸς ὁ γυναικεῖος ἀπὸ τοῦ μεστὸς εἶναι γάλακτος, μασθὸς δὲ ὁ τῶν ἀνδρῶν ἀπὸ τοῦ μὴ ἐσθίεσθαι. I. μαζῶν: ἤγουν ἀπὸ τοῦ σοῦ κόλπου παρακινήσων. Cant. μαστὸς ἐπὶ γυναικὸς, ὡς ὁ τοιοῦτος
ἀλλαχοῦ λέγει “ὦ στέρνα μαστοί μʼ ἐθρέψαθʼ ἡδέως·” μαζὸς δὲ ἐπὶ 37 ἀνδρὸς, ὡς τὸ “νευρὴν μαζῷ πέλασε” παῤ Ὁμήρῳ εὕρηται, καὶ μαζὸς ἐπὶ θήλεος καταχρηστικῶς καὶ ὡς ἐνταῦθα καὶ παρὰ Θεοκρίτῳ “ἦ ῥὰ λεαίνης μαζὸς θήλασδε.” φασὶ μὲν οἱ τεχνικοὶ, ἐπὶ μὲν θήλεος διὰ τὸ στ ἐκφέρεται, οἱονεὶ μασητὸν, ἐπὶ δὲ ἀνδρὸς διὰ τὸ σθ, οἷον ὁ μὴ ἐσθιόμενος. Fl. 56. ἀντὶ τοῦ τὴν σὴν θυγατέρα, τὴν παρθένον,
τὴν νεάνιδα, ἀπὸ τῶν σῶν μαστῶν ἀποσπάσει, αἴρει. Fl. 33. μαζὸς ἐπὶ ἀνδρὸς. ὡς παῤ Ὁμήρῳ “νευρὴν μὲν μαζῷ πέλασεν·” μαστὸς δὲ ἐπὶ γυναικὸς, οἱονεὶ μασητός τις ὤν. ἐνταῦθα γοῦν ἀπὸ μαζῶν εἴρηκεν ἀντὶ τοῦ στήθους, δεικνὺς τὴν φυσικὴν προσπάθειαν ὁ ποιητής. Gu. ἀπὸ μαστῶν: ἤγουν ἀπὸ τοῦ σοῦ κόλπου. Gr.
βωμοὺς, θυσιαστήρια. Fl. 59.
δεξιᾶς χειρός. Gr. διά. Gu. οὕτω λαμβανομένη ἔξωθεν ἡ διά συντακτέον· οὐ γὰρ τὰ γόνατα ἔμελλε παρακαλεῖν, ἀλλὰ διʼ ἐκείνων ἱκετεύσειν ἐκεῖνον. οὕτω νοεῖ τὰ περὶ τούτου ὁ κύριος Μάξιμος. Gu.
ἤγουν τοὺς οὐρανίους, τὸν Δία, τὸν Ἑρμῆν καὶ τοὺς ἄλλους. Fl. 59. ἐπικαλοῦ βοηθούς σοι γενέσθαι τοὺς οὐρανίους καὶ καταχθονίους 38 θεούς. M. Fl. 33. τοὺς οὐρανίους. Gr. πατρωνυμικῶς, ἤτοι τοὺς υἱοὺς τοῦ Οὐρανοῦ, τὸν Κρόνον καὶ τὴν Ῥέαν. πατρωνυμικὸν ἀντὶ τοῦ ἁπλοῦ. Gu.
Fl. 59. τὸν Πλούτωνα τὴν καὶ Περσεφόνην. Gu. Fl 59.
τοῦ χρυσᾶ φοροῦντός ποτε τραχήλου. Gu.
φανερῶς κειμένην. Gr. ἔμπροσθεν κειμένην. Gu.
πλησιάζει τῷ μέλανι ἢ ἄλλῳ ὁτῳοῦν χρώματι. Gu.
Πρίαμος, ἀφανεῖς οἱ παῖδες. I.
μοι τῆς ἀθλίας, καὶ τί δὴ βοήσω. Fl. 33. ἤγουν βοήσω. Gr. φωνήσω, πρὸς τὸ παρὸν ἄκουσμα. Gu.
ὀδυρμόν: κλαυθμόν. Fl. 17. ποίαν ἠχὴν ἤγουν βοὴν καὶ ποῖον κλαυθμόν. Fl. 33. ἤγουν θρῆνον. Gr.
17. ἡ ἄθλιος καὶ ταλαίπωρος τοῦ δυστυχουμένου καὶ ταλαιπώρου μου γήρως. Fl. 33.
φορυτὸς δὲ ὁ συρφετὸς, ἤγουν ἡ πολλὴ ἀχρεία εἰς ἓν συνηγμένη. Gr.
ξίφος ἢ δόρυ ἢ τόξον ἢ ἄλλο τι τοιοῦτον. διʼ οὗ ἀναστέλλομεν μηκόθεν τὸν πολέμιον. Gr. μετὰ ὁριστικοῦ καὶ εὐκτικοῦ τὸ τίς καλόν ἐστι. Gu.
ἠδικηκότας; ποία γενεά. Fl. 33. ἤγουν ποῖον τέκνον. γέννα ἡ ἐκ τῆς μήτρας ἔκπτωσις τοῦ ἐμβρύου καὶ τὸ γεννηθέν. οὕτω καὶ τόκος. Gr. ποία δὲ πόλις: ἀμύνῃ μοι δηλονότι. Fl. 17. 21.
πάντα, ἀφανὴς ὁ ἀνὴρ, ἤγουν ὁ Πρίαμος, οἱ παῖδες. Fl. 33.
ἐστι μοι ἐν τῷ φωτὶ βίος θαυμαστός. ὦ τλῆμον ποὺς, ὁδηγὸς γενοῦ ἐμοὶ τῇ γραίᾳ πρὸς τὴν τῶν αἰχμαλώτων σκηνήν. ὦ τέκνον, ὦ παῖ μητρὸς ἀθλιωτάτης, ἔξελθε ἀπὸ τῶν οἴκων, ἄκουε, ὦ τέκνον, τὴν φωνὴν τῆς σῆς μητρὸς, ἵνα ἀκούσῃς οἵαν ἀγγελίαν ἀκούω περὶ τῆς σῆς ψυχῆς, ἕνεκα τῆς σῆς ζωῆς. I.
ὅτι ὑποτακτικὸς ἐνεστὼς μέλλοντος καὶ ἐνεστῶτος σημασίαν ἔχει· τὸ στείχω γὰρ ἐνεστὼς ὢν ἐνταῦθα μέλλοντα ἐμφαίνει· ὁ δὲ παρακείμενος καὶ ἀόριστος μέλλοντα μόνον. Gu.
ὁρμήσω. M. Fl. 21. ποῦ πέμψω, ἤγουν εἰς τίνα ἄνθρωπον, πέμψω ὥστε βοηθῆσαί με. Fl. 59. ποῦ ἔλθω· πότε τις ἐκ τῶν θεῶν βοηθήσει μοι. Fl. 33. ἥσω, ἤγουν πορευθῶ ὁρμήσω. Gr. ἴημι, ἥσω. Gu.
δαιμόνων· ὃν γὰρ λόγον ἔχουσιν οἱ ἥρωες πρὸς τοὺς λοιποὺς ἀνθρώπους, ὑψηλότεροί τινες δοκοῦντες καὶ ὑπερέχοντες, τὸν αὐτὸν λόγον καὶ οἱ θεοὶ πρὸς τοὺς δαίμονας, ὑψηλότεροί τινες δοκοῦντες τούτων εἶναι. λέγονται δὲ καταχρηστικῶς θεοὶ καὶ οἱ δαίμονες. I. τοῦτο διὰ τὸν Δία λέγει· οὗτος γὰρ μόνος οὐ λέγεται δαίμων, ἀλλὰ θεός·
οἱ δὲ ἕτεροι καὶ θεοὶ καὶ δαίμονες. Gr.
ταῦτα ὁ βίος καὶ ἡ διαγωγὴ ὁ ἐν τῷ φάει καὶ τῷ φωτὶ ἤγουν τῇ ζωῇ ἀγαστὸς καὶ ποθεινὸς, ἤγουν οὐ θέλω ζῆν, ἀλλὰ θανεῖν. l. 59. οὐδαμῶς μοι ὁ βίος θαυμαστὸς καὶ φωτοφανὴς, ἀλλʼ ἐπαχθὴς καὶ ἀπολεσμένος. Fl. 33. ἐν φάεν: φωτί. Gr. ἐν τῇ ἡμέρᾳ. Gu.
Fl. 59. 76. ἀθλία. Fl. 17. ἔνδον ἐβούλετο εἰσελθεῖν πρὸς τὴν τῶν αἰχμαλωτίδων σκηνήν. βούλεται γὰρ συντυχεῖν τῇ Πολυξένῃ καὶ μηνῦσαι τὸν ἐσόμενον αὐτῇ θάνατον. M. Fl. 10. ἅγησαι: καθήγησαι. M. ἤγουν ἡγεμόνευσον. Gr. Fl. 6. 21. 56. 59. 76. ὁδηγὸς γενοῦ. Gr. ὑπούργησον. Fl. 17. ὦ τλῆμον, ἐλεινὴ, ἀθλία θύγατερ
θανατοῦσαι ἢ μηνυσαί μοι τῇ γραίᾳ τὰ ἐπελθόντα σοι. Fl. 33.
ὁ αὐτὸς λόγος, ἢ διʼ ὑπερβάλλουσαν χαρὰν, ὡς ἐν τῷ “ἐγκαίνια ἐγκαίνια,” ἡ διʼ ὑπερβάλλουσιν λύπην, ἢ διὰ κατεπείγουσαν ἀνάγκην} Gr. ἔξελθε ἐκ τῶν οἴκων καὶ ἄκουσον τῆς σῆς μητρὸς τὴν φωνὴν, ὦ τέκνον. Fl. 33.
τῷ ἀνθρώπῳ λογικὴν ψυχὴν καὶ τὴν ἐν τοῖς ζώοις τοῖς ἀλόγοις καὶ τοῖς φυτοῖς, ἔτι δὲ τὴν ζωὴν, ὡς ἐνταῦθα Εὐριπίδης φησὶ, καὶ ἀλλαχοῦ “ἐπεὶ δὲ Τροία θʼ Ἕκτορός τʼ ἀπώλετο ψυχή,” ἤγουν ἡ ζωή· καὶ τὴν φύσιν, ὡς παρὰ Σοφοκλεῖ “ὅστις τῆς ἐμῆς ψυχῆς γεγώς” ἤγουν τῆς ἐμῆς φύσεως. B.I. ψυχᾶς: ζωῆς. Fl. 6. 21. 56. 59. 76.
Gr. καθὼς ἤκουσα λόγον περὶ τῆς ψυχῆς, ἤγουν περὶ τοῦ σοῦ θανάτου. Fl. 33.
βοήσασα ἐκπτῆναι ἐποίησας, ἤτοι συντόμως ἐξελθεῖν ἐμὲ τῶν οἴκων τῷδε τῷ θάμβει καὶ ταύτῃ τῇ ἐκπλήξει, ὡς καὶ καθὰ ὄρνιν. I.
ὑπὸ τοῦ σοῦ λόγου πετασθῆναί με ἐποίησας. I. ἀντὶ τοῦ φοβεῖσθαι ποιεῖς. Fl. 17. τῷ φόβῳ. Gu. ἐξέπταξας: ἐκ τῶν οἴκων ὥσπερ ὄρνιν ἐξέπτηξάς με τούτῳ τῷ φόβῳ. ἢ καταπτῆξαι καὶ δειλιάσαι ἐποίησας. A.M. ἐφόβησας. Fl. 17. ἐδειλίασας. Fl. 10. τῷ τοιούτῳ φόβῳ ἐξέπτηξάς με καὶ καταπτῆξαι καὶ δειλιάσαι πεποίηκας. Fl. 33.
ἐξέπτηξας ἢ μᾶλλον σὺν φόβῳ ἐξέβαλες. οὕτω λέγεται καὶ ἐπὶ τοῦ ἐναντίου ὑποπτήσσει ἀντὶ τοῦ σὺν φόβῳ κρύπτεται. Gr. πετασθῇναι ἐποίησας, ἐθρόησας, ἐφόβησας. Gu.
μοι κακὰ προλέγεις; Fl. 33. δυσφημῶ κυρίως τὸ κακῶς λέγω, ἐνταῦθα δὲ ἀντὶ τοῦ λέγω ἁπλῶς· οὕτω γὰρ συμβιβασθείη καλῶς. Fl. 59. φροίμια: προοίμια. M. Gr.
τῶν πληθυντικῶν τοῦ ἀορίστου προστακτικῶς. Gr.
Gr. ματαίας. Gu.
Fl. 21. τί δὴ ὅπερ ἀγγέλλεις; Fl. 33. ἀγγέλλεις: λέγεις. Gr.
νοητέον, ἀντὶ τοῦ ὦ θύγατερ, ἢ δοτικὴν πρὸς τὸ Πηλείδα. κρεῖττον δέ ἐστι τὸ πρῶτον. B. Gu. I. κοινά: ἡ κοινὴ τῶν Ἑλλήνων γνώμη συντείνει, ἤτοι προκρίνει τοῦ σφάξαι σε πρὸς τὸν τάφον τοῦ Πηλείδου, δῆλον τοῦ Ἀχιλλέως, ὅς ἐστι τοῦ Πηλέως γενεά. Fl. 33.
ἡ κοινὴ γνώμη τῶν Ἀργείων συντείνει τῇ γέννᾳ τοῦ Πηλείδα σφάξαι σε πρὸς τύμβον. Gu. γνώμα: βουλή. ἀλλαχοῦ ἡ προαίρεσις. ὅθεν καὶ εὐγνώμων καὶ κακογνώμων. Gr. γνώμα: ἀντὶ τοῦ βουλή. M. γνώμη ὁ τρόπος, ὁ λογισμὸς καὶ ἡ ψῆφος. B. rec.
Ἀργείοις, συντείνει καὶ συντρέχει γνώμη καὶ βουλὴ καὶ αἵρεσις κοινὴ, ἤγουν τῶν ὅλων, ὥστε σφάξαι σε πρὸς τὸν τύμβον καὶ τὸν τάφον τοῦ Ἀχιλλέως, δηλονότι τοῦ Πηλείδου καὶ τοῦ υἱοῦ τοῦ Πηλέως· ἢ ἡ γέννα τῶν Ἀργείων, ἤγουν οἱ Ἀργεῖοι, συντείνει καὶ συντρέχει ἐν κοινῇ γνώμῃ καὶ βουλῇ, λεγούσῃ σφάξαι σε πρὸς τὸν τύμβον
τοῦ Πηλείδου Ἀχιλλέως. Fl. 59. ὁ Πύρρος. Fl. 21.
46 μοι κακὰ, ἢ ἄφθονα κακά μοι ἐπαγγέλλεις· τὰ γὰρ κακὰ οὐδεὶς φθονεῖ. Fl. 33. μέγιστα, ὅθεν καὶ μέγαρα, τὰ ἔνδοξα οἰκήματα. Gr. ἀμέγαρτα κακῶν: ἀφθόνητα, ἐκ τοῦ ᾱ καὶ μεγαίρω, ὧν οὐκ ἄν τις τοῖς ἔχουσι φθονῇ διὰ τὸ εἶναι κακά. B. Gu. τοῖς
γὰρ κακοῖς οὐδεὶς ἐπίφθονος. Gu.
διακομίζων, ἀλλὰ καὶ ὁ πέμπων. εἰπέ. Gr. ἄγγειλον ταῦτα τὰ κακά. Gu.
17. 56. λέξω. Fl. 21. αὐδὴ κυρίως ἐπὶ μόνων ἀνθρώπων λέγεται. σύγκειται δὲ ἐκ τοῦ αὔω τὸ φωνῶ, καὶ τοῦ δέω τὸ δεσμεύω, ἡ συνδεδεμένη καὶ ἔναρθρος φωνή. Gu. δυσφήμους φάμας: ὃ οὐ καλὰς φήμας ἐχούσας. Fl. 17. ἤγουν πράγματα οὐ καλὴν φήμην ἔχοντα καὶ λόγους. Fl. 6. 9. 21. 56. 59. 76.
ἤγουν ἐκκλησιάσαντες οἱ Ἀχαιοὶ κακὰ περὶ σοῦ ἐψηφίσαντο. Gu. I. δόξαι: κυρωθῆναι. Gr.
τῆς ζωῆς. Gr. οὐ περιποιήσασθαι, ἀλλ᾿ ἀφανίσαι· ἥρμοζε γὰρ εἰπεῖν μᾶλλον περὶ τοῦ σοῦ θανάτου. Gr. περί μοι ψυχᾶς: περὶ τοῦ σοῦ θανάτου. λείπει κρίνασαι. M.
ἀπὸ τοῦ δέος ὁ φόβος· δεινὸν τὸ ἐπιτήδειον ἀπὸ τοῦ δέον τὸ πρέπον. B. rec. παντλάμων: τλήμων παῤ Ὁμήρῳ ὁ καρτερικός· “τλήμονα θυμὸν ἔχοντες.” παρὰ δὲ τοῖς τραγικοῖς τλήμων ὁ δυστυχής. B. rec.
ἐχθροτάτην καὶ ἀνέκφραστον διήγειρεν; Fl. 33. λώβαν: οἱ γράφοντες “λώβαν ἐχθίσταν” ἀγνοοῦσι τὰ μέτρα. σὺ δὲ μαθὼν μὴ γράφε τοῦτο· δίμετρον γὰρ ὀφείλει εἶναι τὸ κῶλον, ὡς καὶ τὰ λοιπά· διὸ καὶ ἐξεβλήθη παῤ ἐμοῦ. I. λώβαν: βλάβην. Gr. τὴν ἑαυτῆς στέρησιν λώβην καλεῖ ἀπὸ μεταφορᾶς τῆς νόσου. Gr. ἐχθίσταν:
μισητήν. Gr.
τὸ μέγα ἢ τὸ πολύ. B. rec.
ὦρσα, ὦρσας, ὦρσε. Gu. δαίμων: κακοποιὸς θεός. Fl. 59.
ἀποδώσω τὴν κεχρεωστημένην τοῖς πατράσι περὶ τῶν παίδων τιμήν. Gu.
τὴν δειλαίαν αἰφνιδίως ἀναρπασθεῖσαν τῆς σῆς χειρὸς, καὶ ὑπὸ τὸν σκότον τῆς γῆς τοῦ Ἅιδου πεμπομένην ἀπολαιμότομον, ἤγουν ἀποτετμημένην τὸν λαιμόν. B. Gu. I. σκύμνον: ὡς σκύμνον. τὸ ὡς ἀπὸ κοινοῦ. Fl. 6. 9. 21. 56. 59. 76. σκύμνον λέγει διὰ τὸ βασιλικὸν, διότι καὶ ὁ λέων τῶν ἄλλων ζώων βασιλεύει. Fl.
59. ὥσπερ τινὰ σκύμνον ἢ μόσχον ἐν ὄρει τρεφόμενον ὄψει με, ὦ δειλαία, τὴν ταλαίπωρον ἁρπαζομένην, καὶ λαιμοτόμον ὄψει· οἷον, ὄψει με τῷ Ἅιδῃ πεμπομένην οὐ κοινῷ θανάτῳ, ἀλλὰ τῷ ξίφει θανατουμένην, καὶ ἀποπεμπομένην εἰς τὸν τῆς γῆς σκότον, κἀκεῖ μετὰ νεκρῶν ἀταλαιπωρήτως κατοικήσομαι. Fl. 33.
οὐ κοινῷ θανάτῳ ἀποθνήσκουσαν, ἀλλὰ τῷ διὰ σφαγῆς. A.M.
10. λαιμοτόμος ὁ κόπτων τὸν λαιμὸν, λαιμότομος δὲ ὁ τμηθεὶς τὸν λαιμόν. Gu. ἀναστροφή. Gr.
μὲν ὡς ἐνταῦθα, χρονικὸν δὲ ὡς παῤ Ὁμήρῳ “ἔνθʼ αὖ Τυδείδῃ Διομήδει Παλλὰς Ἀθήνη” καὶ τὰ ἑξῆς, ἀντὶ τοῦ τότε δή. B. rec.
ὦ μῆτερ ἀθλία, κλαίω ἐν θρήνοις παγκλαύστοις, τὸν ἐμὸν δὲ βίον καὶ τὴν ζωὴν, ὕβριν καὶ βλάβην οὖσαν, οὐ θρηνῶ, ἀλλʼ ἡ συντυχία, ἤγουν ἡ συνάντησις τοῦ θανεῖν, ἐκύρησε καὶ ὑπῆρξεν ἐμοὶ κρείσσων ταύτης τῆς ζωῆς. I.
Fl. 33. θέσις ῥητορικὴ καὶ κατάφασις φιλόσοφος. Gu.
οὖσάν μοι οὐ κλαίω. M. λύμαν: λοιμικήν. M. τὴν ἐμὴν δὲ ζωὴν, ἀπολλυμένην δηλονότι, τὴν βλάβην καὶ τὴν φθορὰν τὴν ἐμὴν, οὐ μόνον οὐ μεταβαλλομένη κλαίω, ἀλλὰ καὶ τὸ ἀποθανεῖν παῤ ἐμοὶ συνάντημά ἐστι κρεῖττον τῆς ζωῆς δηλονότι. Gu. I. τὸν ἐμὸν δὲ βίον: τὸν δὲ ἐμὸν βίον, ἤγουν τὴν στέρησιν τῆς ἐμῆς ζωῆς, καὶ τὴν
βλάβην καὶ τὴν λύμην τὴν ἐμὴν, ἤγουν τὴν στέρησιν τοῦ θανάτου, οὐ κλαίω. Fl. 59. τὸν δὲ ἐμὸν βίον τὸν βλαβερὸν καὶ ἐπικίνδυνον οὐ θρηνῶ. Fl. 33. ἀπολλύμενον δηλονότι. Gr. τὴν ἐμὴν ζωήν. Gu. λώβαν: τὸν ὄντα ὕβριν καὶ βλάβην. Fl. 17. 21. 56. τὴν ἐμὴν βλάβην. Fl. 59. λώβη ἡ ὕβρις, λύμη ἡ βλάβη. Fl. 33. βλάβην.
Gr. ὄντα. Gu. βίος ἡ τοιάδε ζωὴ καὶ ὁ περιεκτικὸς τοιῶνδε ζώων, οἷον “ποίην τις βιότοιο τάμοι τρίβον;” καὶ ἡ ἀντικειμένη τῷ θανάτῳ ζωὴ, ὡς Εὐριπίδης ἀλλαχοῦ φησιν “ἥδ᾿ ἡμέρα θάνατον ἢ βίον φέρει,” ἤγουν ζωήν· βιὸς δὲ ὀξυτόνως τὸ τόξον. B. rec.
Fl. 21. ἤγουν οὐ κλαίω μετὰ τὸ κλαίειν σέ. Gr. τὸ κλαίω, τὸ σφάττω, τὸ ὑβρίζω καὶ ἕτερα τοιαῦτα ῥήματα πάθος ἔχοντα ἐν τοῖς ἐνεργητικοῖς ἔμφυτον οὐκ ἔχουσι τὰ παθητικὰ ἀντ᾿ ἐνεργητικῶν, οἷον κλαίομαι τὸν δεῖνα ἢ ὑβρίζομαι ἢ σφάττομαι τὸν δεῖνα, ἀλλὰ κλαίομαι ὑπὸ τοῦ δεῖνος ἢ σφάττομαι ἢ ὑβρίζομαι. παρὰ δὲ τῇ ποιητικῇ
αὐτονομίᾳ λαμβάνονται καὶ τὰ τοιαῦτα παθητικὰ ἀντʼ ἐνεργητικῶν, ὡς ἐνταῦθα, μετὰ προθέσεων, καὶ τὸ ἀνακλαίομαι, μετακλαίομαι, ἐπικλαίομαι καὶ ἀποκλαίομαι. Gr. μετα—: περισσή. Gu.
ἐφάνη τοῦ ζῆν ἀτίμως. τοῦτο δὲ λέγεται παῤ ὅσον μετὰ τὴν πόρθησιν τῆς Τροίας καὶ τὸν τῶν ἀδελφῶν θάνατον καὶ τοῦ πατρὸς καὶ 51 ἄλλων μυρίων αὐτὴ γενομένη αἰχμάλωτος καὶ δουλεύειν ἔμελλε καὶ τὰ αἴσχιστα ὑπομένειν, ὧν φησι προτιμότερον εἶναι τὸν θάνατον. M. ἀλλὰ τὸ τοῦ νῦν θανάτου σύμβαμα προτιμότερον ἐμοὶ συνέβη τῆς ζωῆς. καὶ εἰ μὲν τὸ ἐκύρησε διὰ τοῦ υ ψιλοῦ καὶ η γράψεις, οὕτως ἐρεῖς· εἰ δὲ διὰ τοῦ η καὶ υ ψιλοῦ, οὕτως· ἀλλὰ ἡ ξυντυχία καὶ ἡ νῦν
ξύμβασις ἐκήρυξε, καὶ δίκην κήρυκος προσέταξεν ἐμοὶ κρεῖσσον τὸ θανεῖν. δέον δὲ ἐκήρυξεν εἰπεῖν, ἐκήρυσσεν εἶπε κατὰ ἀντιχρονισμόν. οὕτω δὲ λέγων ἢ ω μέγα τὸ κρείσσων γράψεις πρὸς τὸ πρῶτον, ἢ ο μικρὸν πρὸς τὸ δεύτερον. Gu. I. συντυχία: δυστυχία. Fl. 10. ἤγουν τὸ σὺν αὐτῇ μοι κρεῖσσον ὑπῆρξ᾿ ἐμοὶ ὥστε θανεῖν. Fl. 17.
ἤγουν ἡ συμφορὰ τοῦ θανάτου κρείσσων ὑπῆρξεν ἐμοὶ τῆς ζωῆς δηλονότι. Fl. 6. 9. 21. 56. 59. 76. ἀλλὰ κρείσσων ἐκύρησεν, ἤγουν κυρεῖ καὶ ὑπάρχει ἐμοὶ ἡ ξυντυχία, ἡ ἐπιτυχία, ἡ συνέλευσις τοῦ θανάτου τῆς ζωῆς δηλονότι. ἐπιτυγχάνει δέ τις τοῦ θανάτου, ἤγουν ἀποθνήσκει. τοῦ θανεῖν δὲ ἤγουν τοῦ θανάτου. Fl. 59. ἀλλὰ ἡ τοῦ θανάτου
δυστυχία κρείσσων μοι φαίνεται τοῦ ζῆν ἀτίμως. Fl. 33. ἡ συνάντησις. Gr. ἐπέλευσις. Gu. ἐκύρησεν: ἤγουν ἐγένετό μοι κρείσσων ὁ θάνατος τῆς ἀτίμου ζωῆς. Fl. 33. ἐφάνη. Fl. 10. ἐγένετο. κυρέω κυρῶ ποιητικῶς τὸ ὑπάρχω, κυρόω κυρῶ κοινῶς τὸ βεβαιῶ, ἐπὶ διαθήκαις ἢ ψήφου ἀποφάσει νόμου καὶ συμβολαίων τιθέμενον.
Gr. συνέπεσεν, ἐφάνη, ἐψηφίσθη. Gu.
ἢ ἐπὶ ἐναντιώσει, οἷον ὑβρίζεις με· καὶ μὴν ἐγὼ ἐπαινῶ σε. Gr. τὸ μήν βεβαιωτικὸν, ἔστι δὲ οὗ καὶ ἐναντιωματικόν. Gu. σπουδῇ ποδός: μετὰ σπουδῆς τοῦ ποδός. M. ἀντὶ τοῦ ἐν σπουδῇ. Gr.
καινὸν, κακὸν, δεινόν. Gu. σημανῶν ἔπος: χρέος, πρᾶγμα. M. λέξων λόγον. Fl. 33. δηλώσων λόγιον. Gr. ἔπος παρὰ τοῖς ποιηταῖς τὸ λόγιον καὶ ὁ ἔμμετρος στίχος, παρὰ δὲ τοῖς ῥήτορσιν οὐδ᾿ 52 ὅλως ἐστὶν ἡ λέξις ἐν χρήσει πλὴν ὅσον οὕτως εἰπεῖν καὶ ὡς ἔπος εἰπεῖν ἀντὶ τοῦ ἐν ὀλίγῳ εἰπεῖν ἤγουν συντόμως. τοῦτο γὰρ, ὡς ἂν εἴποι τις, εἰς παροιμίαν ἔπεσεν. B. rec.
ἀπόφασιν τοῦ στρατοῦ, τὴν κυρωθεῖσαν καὶ τελειωθεῖσαν. ἀλλ᾿ ὅμως λέξω. I.
Fl. 33.
τῶν ὑγρῶν, οἷον οἴνου καὶ ὕδατος καὶ τῶν τοιούτων, μίξις δὲ ἐπὶ ξηρῶν, σίτου, κριθῆς καὶ τῶν ὁμοίων. I. κραθεῖσαν: τὴν κυρωθεῖσαν. M. Gr. τελειωθεῖσαν. Gu. ἑνωθεῖσαν, ἀπὸ μεταφορᾶς τῶν συγκιρνωμένων καὶ εἰς ἓν ἡνωμένων ὑγρῶν, οἴνου καὶ ὕδατος, ὄξους καὶ μέλιτος. καὶ ἡ βουλὴ ἐξ ἐναντιουμένων καὶ ἀμφοτερογνωμόνων ἑνοῦται
καὶ συνδοξάζεται. Gu.
Ἀχιλλέως. Fl. 33.
ἐπὶ γυναικὸς ἡ κόρη, τοῦτο ἐπὶ ἀνδρὸς ὁ κοῦρος. ἔστι δὲ ποιητικόν. B. κόρη ἡ νέα καὶ ἡ θυγάτηρ· κόρρη ἡ παρειὰ διὰ δύο ρ. B. rec. τάσσουσιν: καθιστῶσιν. Gr. ἔταξαν. ῥητορικῶς ἐνεστὼς ἀντὶ παρῳχημένου. Gu.
ἤγουν ὁ Νεοπτόλεμος. Fl. 59. δεσπότης. M. Fl. 21. ἐνεργός. Gr. οἰκονόμος, δεσπότης, ἡγεμών. Gu.
ἔχοντα μείζονα. Gu. ἐπέστη: ἐτάχθη. Fl. 17. ἐτάγη, ἐχειροτονήθη. M. Fl. 21. Gu. παῖς Ἀχιλλέως: ὁ υἱὸς, ὁ Νεοπτόλεμος. Fl. 17. ἤγουν ὁ Νεοπτόλεμος ὁ καὶ Πύρρος καλούμενος. B. rec. Fl. 6. 9. 21. 56. 59. 76. καὶ ἱερεὺς, ἤγουν θυσιαστὴς, ἦλθεν ὁ Νεοπτόλεμος, ὁ τοῦ Ἀχιλλέως παῖς. Fl. 33.
ἡμέρας.” τοῦ δευτέρου δὲ Μένανδρος “οἶδ᾿ τι ποίησον” ἀντὶ 54 τοῦ ὅ τι ποιήσεις. τὸν αὐτὸν τρόπον καὶ Εὐριπίδης “οἶσθ᾿ οὖν ὃ δρᾶσον” ἀντὶ τοῦ δράσεις ἐξήνεγκεν. I.
γινώσκεις τί δρᾶσαι ὀφείλεις. Gr. ἀποσπασθῇς: μὴ ἀφαιρεθῇς. M. ἀποσπάσῃς: γέγραπται καὶ ἀποσπασθῇς, ἤγουν ἀφαιρεθῇς, τὴν κόρην δηλονότι. Cant. ἀφαιρεθῇς, τῆς παιδός. Gu. τῆς Πολυξένης. Gr. βίᾳ: δυνάμει. Gu. βίᾳ: βία ἐστὶν ἡ παρὰ φύσιν φορά· βία καὶ ἡ ἰσχύς. B. rec.
ἔλθοις. Gu.
τὸ δεῖ σημαίνει τὸ ἐλλείπει καὶ τὸ δεσμεῖ καὶ τὸ πρέπει καὶ τὸ χρεία ἐστί. καὶ τὸ μὲν δεῖ ἀντὶ τοῦ πρέπει μετὰ ἀπαρεμφάτου, τὸ δὲ δεῖ ἀντὶ τοῦ λείπεται μετὰ γενικῆς, οἷον πολλοῦ γε καὶ δεῖ. ὁμοίως καὶ τὸ δεῖ ἀντὶ τοῦ χρεία ἐστὶ μετὰ γενικῆς, οἷον “δεῖ δὴ χρημάτων.” B. rec.
ἀγωνία. Fl. 33. ἦλθε, ἐνέστηκεν. Gu. ἀγὼν μέγας: κίνδυνος. Gr. ἀγωνία μεγάλη. Gu.
δὲ ἀντὶ τοῦ ὅμοιός ἐστι, συντάσσεται δοτικῇ, ὡς τὸ “βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας.” ἔστι καὶ ἔοικεν ἀντὶ τοῦ πρέπει ποιητικῶς ἀναπόλυτον, ὡς παῤ Ὁμήρῳ “ἐπεὶ οὐδὲ ἔοικεν.” B.
(κατὰ ἄρσιν). Gu. κενὸς, ἐστερημένος. Fl. 17. καὶ στεναγμάτων γέμουσα καὶ οὐκ ἄμοιρος δακρύων. Fl. 33. διὰ τοῦ στεναγμοῦ καὶ τῶν δακρύων τὸν θρῆνον δηλοῖ. Gu.
με ἔδει τεθνάναι οὐκ ἀπέθανον, ὅ ἐστιν ἐν Τροίᾳ. M. θανεῖν: ἐν τῇ Τροίῳ. Fl. 10. Gr. ὅπου. λέγω δὴ εἰς τὴν πρώτην εὐδαιμονίαν. Gu.
καὶ ἀντὶ τοῦ φυλάσσειν, ὡς ἐνταῦθα. Gr. τρέφει εἶπεν ἀντὶ τοῦ διατηρεῖ με. Fl. 33. ὅπως: ἵνα. Fl. 6. 9. 17. 21. 56. 59. 76. ἀλλὰ τρέφει με ὁ Ζεὺς, ἤγουν ἡ εἱμαρμένη, ὅπως βλέπω. Fl. 33.
ἐγώ. Fl. 33.
σὲ, χρεὼν καὶ πρέπον ἐστὶν εἰρῆσθαι ὑπ᾿ ἐμοῦ δηλονότι, ἡμᾶς δὲ τοὺς ἐρωτῶντας ἀκοῦσαι ταῦτα. ἢ οὕτως· σοὶ μὲν κείνοις ἀποκρίνασθαι πρέπον ἐστὶν, ἡμᾶς δὲ ἀκροᾶσθαι τοὺς ἐρωτῶντας ταῦτα. I.
Fl. 3. 21. 56. 59. 76. Gr. ἐλευθέρους: ἀντίκειται τῷ δούλῳ ὁ ἐλεύθερος. Fl. 6. 9. 21. 56. 59. 76. Gu. εἰ δ᾿ ἔξεστι τοῖς δούλοις λέγειν τοὺς ἐλευθέρους. Fl. 33. τοῖς δούλοισι (ἡμῖν) τοὺς ἐλευθέρους τοὺς δεσπότας (ὑμᾶς). Gr. προδιόρθωσις καὶ προπαρασκευή. Gu.
καρδίαν, καὶ μὴ τιτρώσκει καὶ δάκνει. Fl. 33. δακνηρὰ (λυπηρά). Gr.
ἐρωτῶ ποιητικῶς. B. ἱστορῶ τὸ ἐρωτῶ, τὸ μανθάνω, τὸ διηγοῦμαι, τὸ βλέπω, καὶ τὸ ζωγραφῶ. Cant. ἱστορῆσαι. Fl. 6. 9. 17. 21. 56. 59. 76. ἱστορῶ κατὰ τοὺς τραγικοὺς τὸ ἁπλῶς ἐρωτῶ, ὡς ἐνταῦθα· κατὰ δὲ τοὺς κοινοὺς τὸ παρελθοῦσαν ὑπόθεσιν γράφω, ὅθεν καὶ ἱστορικός· καὶ ἱστορῶ τὸ εἰκόνας γράφω, ὅθεν καὶ ἱστορογράφος.
Gr. σοὶ μέν: πρὸς σέ. Gu. εἰρῆσθαι: ἀποκρίνεσθαι. Gr. λεχθῆναι, ἀπολογεῖσθαι πρὸς τὰ ἐρωτώμενα ὑπ᾿ ἐμοῦ. Gu. σοὶ μὲν πρέπει πρὸς τὸ ἐρώτημα ἀπολογήσασθαι. Fl. 21. σοὶ μὲν λέγειν ἁρμόζει τὰ ἐρωτώμενα, ἐμοὶ δὲ ἐρωτᾶν καὶ ἀκούειν παρὰ σοῦ. M. σοὶ μὲν λέγειν ἁρμόζει, ἡμᾶς δὲ ἀκούειν τὰ παρὰ σοῦ λεγόμενα.
Fl. 33. ἁρμόζει, ἤγουν ἀπολογεῖσθαι πρὸς τῶν ἐρωτωμένων. Fl. 10.
μέμφομαι, καὶ τὸ βασκαίνω. Fl. 6. εἰ ἔξεστί σοι λέγειν· διὰ τὸν καιρὸν γὰρ οὐ μέμφομαί σοι. Fl. 33. αἰνίττεται ὅτι χρόνον μόνον μέλλει ἡ Ἑκάβη καθικετεύουσα ἀναλῶσαι. Gr. φθονῶ, μέμφομαί σοι. φθονῶ τὸ μέμφομαι—ἐξ οὗ καὶ ὁ ἄφθονος πλοῦτος, ὁ ἄμεμπτος, — καὶ τὸ βασκαίνω. Gu.
59. 76. Gu. γινώσκεις, ἐπίστασαι, ὁπόταν ἦλθες κατάσκοπος ἐν Τροίᾳ, ἤγουν συμβιβαστής. Fl. 33.
κακοφορεσίᾳ. Gr. εὐτελεστάτῃ στολῇ καὶ ἐνδύσει, ἵνα μὴ λαμπρὰ φορῶν νοηθείης. Gu. ἄμορφος: ἀντὶ τοῦ ἄγνωστος. M. ἀκαλλώπιστος, (δύσμορφος). Gu. ὀμμάτων τ᾿ ἄπο: ὁ Ὀδυσσεὺς, ἵνα κατασκοπήσῃ ἀπὸ τῶν ἐντὸς τὴν Τροίαν καὶ προσέξει πόθεν ἐστὶ τὸ δυσαλωτότερον μέρος, ἔβαλεν ἱμάτια πενιχρὰ καὶ εἰσῆλθεν εἰς τὴν
Τροίαν ὡς πτωχός. ἰδοῦσα γοῦν τοῦτον ἡ Ἑλένη ἐγνώρισεν αὐτὸν καὶ εἶπεν ἵνα φονεύσωσιν αὐτόν. ὁ γοῦν Ὀδυσσεὺς φοβηθεὶς μὴ φονευθῇ παρεκάλεσε τὴν Ἑκάβην καὶ ἀφῆκεν αὐτόν. Fl. 59.
τῶν ὀμμάτων, φησὶ, σταγόνες φόνου. M. μὴ λάβῃς εἰς τὸ φόνου ἔξωθεν τὸ ἕνεκα, ἀλλ᾿ ἔστιν ἡ γενικὴ πρὸς τὸ σταλαγμοί. καὶ γὰρ τὰ δάκρυα, ἃ τότε ὁ Ὀδυσσεὺς ἐδάκρυε φωραθεὶς, φόνου δάκρυα ἦσαν· ἔκλαιε γὰρ, ἐπειδὴ τὸν περὶ ψυχῆς ἔθεεν. ὅθεν καὶ ἐν τῇ συνηθείᾳ αἱμάτινα δάκρυα φαμὲν, ἤγουν φονικά. ἀπίθανον δὲ τὸ
πλάσμα καὶ οὐχ ἁρμόδιον· οὐ γὰρ ἂν ἐσίγησεν Ἑκάβη, πολέμιον θεασαμένη κατοπτεύοντα τὰ κατὰ τοὺς Τρῶας πράγματα. ἡ δὲ 57 Ἑλένη εἰκότως· ἄτην γὰρ μετέστενεν Ἀφροδίτης. Gu. I. ῥανίδες, δάκρυα, ὧν ἦν αἴτιος ὁ τοῦ θανάτου φόβος. Bar. 74. ἔτρεχεν δάκρυα σημειωτικὰ φόνου, ἢ ἀντὶ τοῦ ἐπικειμένου σοι φόνου δακρύων σταλαγμοὶ κατέβρεχον τὴν σὴν γενειάδα. Fl. 33. ἀναιρέσεως
δάκρυα. Gr. ὑπὲρ τοῦ μὴ φονευθῆναι ἀγωνιῶν ἐδάκρυες. Gu. κατέσταζον: ἔβρεχον. Gr. κατέρρεον. Gu.
πρᾶγμα. I. οἶδ᾿: ὅπερ λέγεις, οὐκ ἂν εἰς ἄκρον ἥψατό μου ὁ φόβος. Fl. 33. οὐ γὰρ ἄκρας: ἀλλ᾿ ἔνδον. Fl. 10. οὐ γὰρ τοῦ ἄκρου τῆς καρδίας μου ἥψατο τὸ πρᾶγμα. Fl. 6. 9. 21. 56. 59. 76. ἔψαυσέ μου: ἀντὶ τοῦ ἐλυπήθην. M. ἤγουν προσέψαυσεν. Fl. 17. ἥψατο. Gr. τὸ πρᾶγμα· ἵνα καὶ εἰς λήθην τούτου ἀφίξομαι. Gu.
μεμνήμεθ᾿: ἐνθυμοῦμαι ὅτι εἰς κίνδυνον ἤλθομεν μέγαν. Fl. 33. κίνδυνον: κίνδυνος ἐπὶ δύο σημαινομένων εἴρηται. κίνδυνος γὰρ αὐτὸ τὸ δεινὸν καὶ κίνδυνος πείσεσθαί τινα τόδε, ὅπερ οὐκ αὐτὸ δηλοῖ τὸ δεινὸν, ἀλλὰ τὴν ἐπὶ τὸ δεινὸν συνελαύνουσαν ἀνάγκην. B.
ἱκετεύων με μὴ παραδοῦναί σε θανάτῳ. Fl. 17. Gu. τότε γὰρ τεταπεινωμένος ὑπῆρχες, καὶ ἥψω τῶν ἐμῶν γονάτων, ἤγουν ἐπροσκύνεις. Fl. 33. γονάτων: οἱ δεόμενοι ἥπτοντο τῶν γονάτων, ἢ τῆς χειρὸς, ἢ τῶν παρειῶν. Gu. I. ταπεινὸς ὤν: ἐλεεινὸς ὤν. M.
ἐν τοῖς σοῖς ἐνδύμασι τὴν ἐμὴν χεῖρα ὑπὸ τοῦ δέους. I. ὥστ᾿ ἐνθανεῖν: 58 νεκρωθῆναι ὑπὸ τοῦ δέους τὴν χεῖρά μου. M. ναὶ, λέγω, ἡψάμην, ὥστε καὶ ἐβουλήθην θανεῖν τὴν ἐμὴν χεῖρα ὑπὸ τοῦ δέους ἐν τοῖς σοῖς ἱματίοις, ἢ μᾶλλον ἐβουλήθην τὴν ἐμὴν χεῖρα θανεῖν ἢ ἀποσπασθῆναι ἀπὸ τῶν σῶν ἱματίων. Fl. 21. νεκρωθῆναι. Gr. μικροῦ καὶ ναρκῆσαι. Gu. χεῖῤ ἐμήν: καὶ γὰρ διὰ τῆς χειρὸς τῶν ἐκείνης
γονάτων ἥψατο παρακαλῶν ἐκείνην. Fl. 59. μήποτε θανατωθῶ ἐν τοῖς σοῖς οἴκοις. Fl. 33. πέπλοισι: εὐστόλοις ἐνδύμασιν. Gr. καὶ παῤ ἡμῖν πέπλα λέγονται τὰ τίμια ὑφάσματα. Gr.
τότε, εἰ μόνον ἤθελον. Fl. 33. πάντα τὰ γνωστικὰ ῥήματα καὶ τὰ ἐναντία τούτων μετὰ μετοχῆς συντάσσονται. Gu. δοῦλος ὤν: ἀντὶ τοῦ ὑποκείμενός μοι. M. ὑπὸ τὴν ἐμὴν ἐξουσίαν. Gr.
59. εὑρήμαθʼ: μηχανήματα. Fl. 17. Gu. ἐξευρήματα. Fl. . 9. 21. 34. 56. 59. 76. Gu.
ὑμῶν, ὅσοι μακαρίζετε τὰς ἀπὸ τοῦ δήμου συμβαινούσας τοῖς ῥήτορσι τιμὰς, δι᾿ ὧν ἀρέσκειν αὐτῷ σπεύδετε ἐκ τοῦ τὰ συμφέροντα αὐτῷ ἀγορεύειν. εἴθε μηδὲ ἐγινώσκεσθε ὑπὸ ἐμοῦ, οἳ βλάπτοντες τοὺς φίλους οὐ φροντίζετε καὶ οὐκ ἐπιστρέφεσθε, ἐὰν λέγητε τῷ δήμῳ τι πρὸς ἡδονὴν καὶ ἀποδοχὴν αὐτῶν. ἀτὰρ τί σοφισάμενοι καὶ
ἐφευρόντες, ἔδοξεν ὑμῖν εἰκότως τὴν περὶ τῆς ἐμῆς παιδὸς σφαγὴν βουλεύσασθαι; I.
ἁλίσκει. ὁ δὲ λόγος· κακὸς φαίνῃ ἐξ ὧν νῦν ἐβουλεύσω κατὰ τῆς ἐμῆς θυγατρὸς, δι᾿ ἐμὲ ζῶν. M. Fl. 59. διαφέρει κάκυνσις καὶ κάκωσις. κάκυνσις μὲν ἐπὶ ψυχῆς, κάκωσις δὲ ἐπὶ σώματος. οὐκοῦν κακῶς φαίνῃ ἐξ ὧν νῦν ἐβουλεύσω κατὰ τῆς ἐμῆς θυγατρὸς, δι᾿ ἐμὲ
ζῶν. διαφέρει τὸ ὡραῖον. ἀπόφασίς ἐστι καταγομένη πρὸς πρόσωπον, ὡς τὸ “ἀχάριστον ὑμῶν τὸ σπέρμα, ὅσοι δημηγόρους ζηλοῦτε τιμάς.” ἐπήγαγε δὲ τὸ ὑμῶν, ὃ καὶ κατὰ πάντα ἐστὶν, ὅτε ῥηθήσεται. τὸ δὲ γνωμικὸν ἀπόφασίς ἐστι μὴ ἀφορῶσα πρὸς πρόσωπον, ἀλλ᾿ ἀπολύτως ἀεὶ λεγομένη κατὰ πάντα, ὡς τὸ “γύναι, γυναιξὶ
κόσμον ἡ σιγὴ φέρει. Fl. 56. κακίζω, ψέγω· κακύνομαι παθητικῶς τὸ κακὸς γίνομαι, κακόω, κακῶ, τὸ κακωτικὰ εἴς τινα ποιῶ. Gr.
ὅστις, ἀντὶ τοῦ σὺ, ἐξ ἐμοῦ οὐκ ἔπαθές τι τῶν κακῶν, καθὼς λέγεις σὺ παθεῖν ἡμᾶς. Fl. 33.
διὰ τὸ τοῦ δήμου ἀρεστὸν βλάβην τοῖς φίλοις προξενοῦντας. κατατρέχει δὲ ὁ Εὐριπίδης διὰ τῆς Ἑκάβης τῶν τότε δημηγόρων. Gr. τὰς ἀπὸ τοῦ δήμου συμβαινούσας ὑμῖν δι᾿ ὧν ἀρέσκειν αὐτῷ σπεύδετε 59 ἐκ τοῦ τὰ συμφέροντα αὐτῷ ἀγορεύειν. Gu. ῥητορικὰς, τὰς δικανικάς. Fl. 59. εἰς τοὺς κατ᾿ αὐτὸν δημοκοποῦντας ῥήτορας λέγει. M. Fl. 59. ταῦτα εἰς τὴν κατ᾿ αὐτὸν πολιτείαν λέγει. καὶ ἔστι τοιοῦτος ὁ Εὐριπίδης περιάπτων τὰ καθ᾿ ἑαυτὸν τοῖς ἥρωσι καὶ τοὺς χρόνους συγχέων. M. Fl. 59.
τιθέασιν, εἰκότως· ὃ γὰρ ἐπαινεῖ τις, τοῦτο πάντως εἰκὸς ἐργάζεσθαι, καὶ ὃν μακαρίζει, τις τοῦτον πάντως μιμήσαιτ᾿ ἂν, ἵνα τύχη τοῦ μακαρισμοῦ. B.
πολλάκις καὶ τοὺς φίλους. Gu. βλάπτοντες: ἀφανίζοντες. Gu.
ἡγούμενοι καὶ νομίζοντες τοῦτο οἱ Ἕλληνες ὥρισαν ἤτοι ἐψηφίσαντο καὶ ἔταξαν τὴν κρίσιν τοῦ φόνου εἰς τήνδε τὴν παῖδα; ἆρα τὸ πρέπον ἤγαγεν αὐτοὺς ἐπὶ τὸ ἀνθρώπους κτείνειν πρὸς τὸν τάφον, ὅπου πρέπει μᾶλλον βοῦς θύειν· ἢ θέλων ὁ Ἀχιλλεὺς ἀνταποκτεῖναι τὸν κτανόντα αὐτὸν δηλονότι, δικαίως ἐπάγει τὸν φόνον εἰς
τήνδε; I.
εἴπω σοι τὸ ἀληθές; Ἑλένην ἐχρῆν ἐν τῷ τύμβῳ αὐτῷ θῦμα γενέσθαι· αὕτη γάρ ἐστιν ἡ αἰτία τοῦ φόνου αὐτοῦ. εἰ γὰρ μὴ αὐτὴ τῷ Ἀλεξάνδρῳ ἠκολούθει, οὐκ ἂν ὁ Ἀχιλλεὺς εἰς Τροίαν ἦλθε καὶ ἀπέθανεν. εἰ δὲ πολλάκις λέγεις ὅτι χρή τινα ἔκκριτον ἀπὸ τῶν αἰχμαλώτων γυναικῶν θανεῖν ἢ εὐπρεπεστέρα τῷ εἴδει, οὐχ ἡμεῖς
τοῦτο ἔχομεν. τίς γὰρ εὐειδεστέρα Ἑλένης; ἄλλως τε καὶ οὐδὲν ἧττον ἡμῶν εὑρέθη αὐτὸν ἀδικήσασα, καὶ εἰ τὸ δίκαιον θέλετε πράξειν, αὐτὴν χρὴ σφαγῆναι. A.
Cant. ὁ ἀτάρ σύνδεσμος γράφεται καὶ παρὰ ποιηταῖς καὶ παρὰ τοῖς κοινοῖς ἀντὶ δή ἀργοῦ. τίθεται δὲ εἰς ἀρχὴν κώλου, τὸ δὲ δή εἰς τέλος. Gr. τί δέ. Fl. 6. 9. 17. 21. 56. 59. 76. ἀλλὰ τί δὲ τοῦτο τὸ συμβόλιον, ὦ ἡγούμενοι καὶ ἄρχοντες τοῦ Ἑλληνικοῦ στρατοῦ, εἰς τὴν τοιαύτην παῖδα ἐκρίνατε καὶ ὡρίσατε φόνου ψῆφον
καὶ κρίσιν. Fl. 33. ἀτὰρ τί συμπέρασμα συντελοῦν εἰς κρίσιν τὴν περὶ τῆς Ἀχιλλέως τιμῆς. Fl. 10. 59. αὐτοὺς τοὺς ἀνθρώπους κτείνειν ἤγαγε, τὸ δέον καὶ ὀφείλειν αὐτοὺς εἰς προθυμίαν ἤγαγεν ἀνθρωποκτονεῖν εἰς τάφους τῶν τελευτησάντων· οὐ γὰρ Πολυξένη αὐτῷ αἰτία θανάτου γέγονεν. Fl. 59. σόφισμα: εὕρημα συντελοῦν
εἰς τὴν τοῦ Ἀχιλλέως τιμήν. Gr. βούλευμα σοφὸν ἔργον, φρόνημα δίκαιον, πιθανολόγημα· ἤτοι τί σοφισάμενοι καὶ ἐφευρόντες δόξουσιν ἡμῖν εἰκότως τὴν περὶ τῆς ἐμῆς παιδὸς σφαγὴν βεβουλεῦσθαι. Gu.
6. 9. 17. 21. 56. 59. 76. ψῆφος ἀρσενικῶς ὁ λογαριασμός. ἐκ τούτου 61 καὶ ψηφίζω ἐνεργητικῶς. ψῆφος δὲ θηλυκὸν ἐνίοτε μὲν ὁ καιρικὸς νόμος, ἄλλοτε ἡ ἀπόφασις καὶ τὸ κῦρος. ἐκ τούτου καὶ ψηφίζομαι παθητικῶς ἀντὶ τοῦ ἀποφαίνομαι. Gr. ὥρισαν: ἔταξαν. Fl. 6. 9. 17. 21. 56. 76. προσέταξαν, ἀπεφήναντο, ἔταξαν. Gu. Fl. 59.
τὸ “οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους,” τὸ πληθυντικὸν ἀντὶ ἑνικοῦ. Fl. 9. χρῆν: τὸ χρὴ νόμιμόν ἐστιν, ἐπιρρηματικῶς. M. Fl. 10. 21. ὁποῖον χρὴ ἐν ἑαυτοῖς τὸ ἀνθρωποκτονεῖν, ἢ τὸ βουθυτεῖν. τοῦτο γὰρ μᾶλλον πρέπει ἐπὶ τὸν τάφον ποιῆσαι. Fl. 33. τὸ χρῆν: καὶ πρέπειν. Gr. τὸ πρέπον καὶ ὁ νόμος. Gu. τὸ χρῆν
κατὰ μὲν τοὺς παλαιοὺς κανονίζεται, κατὰ δὲ τοὺς νέους ῥῆμά ἐστιν ἀπρόσωπον. κανονίζεται δὲ κατὰ τοὺς παλαιοὺς χρῆμι, καὶ ὁ παρατατικὸς ἔχρην. Ἀττικῶς διὰ τοῦ η. August. c. ap. Herm. Praef. πότερα τὸ χρῆν: τὸ δέον καὶ ὀφεῖλον αὐτοὺς εἰς προθυμίαν ἤγαγεν
ἀνθρωποκτονεῖν εἰς τοὺς τάφους τῶν τελευτησάντων, ἔνθα πρέπει μᾶλλον βουθυτεῖν. ἀναγνωστέον δὲ κατ᾿ ἐρώτησιν. A.M.
καὶ θύρσοι οἱ μετὰ μέθης εἰς τὴν ἑορτὴν τοῦ Διονύσου βακχεύοντες. Gr.
τοὺς θανάτου παραιτίους. Gu. κτανόντας: αὐτόν. Gu.
ἀδικοῦσα τὸν Ἀχιλλέα οὐδὲν ἔλαττον ἡμῶν. I.
ἐπίλεκτον εὐμορφίας ἕνεκεν. M. Fl. 21. ἐὰν δέ τινα ἔντιμον ἐκ τῶν αἰχμαλώτων γυναικῶν χρὴ θανεῖν δι᾿ αὐτόν. Fl. 33. ἐκλελεγμένην. Gr. ἔξοχον, ἐπίλεκτον, ὡραίαν καὶ εὐγενίδα. Gu.
Fl. 6. 9. 17. 21. 56. 59. 76. τόδε: ἔστι. Fl. 6. 9. 21. 56. 59. 76. διαφέρουσαν τῶν λοιπῶν ἡμῶν πάντων ἐν κάλλει. Fl. 33. τὸ ἔκκριτον καὶ ὑπερφέρον, τὸ ὑπερφέρειν τῷ κάλλει. Gu.
εἶδος: εἶδος ἡ θεωρία καὶ εἶδος τὸ παρὰ τοῖς φιλοσόφοις ὑπὸ τὸ γένος ταττόμενον, οἷον τὸ ζῶον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον. τὸ ζῶον γένος, λογικὸν καὶ ἄλογον εἶδος. Gr.
ἤγουν ὥσπερ ἐγώ σε ἔσωσα τοῦ θανάτου τότε, ὅτε εἰσῆλθες εἰς τὴν Τροίαν κατάσ κοπος, οὕτω καὶ σὺ σῶσον νῦν τὴν Πολυξένην. A.
χειρὸς, ὡς λέγεις, καὶ τῆσδε γηραιᾶς παρειᾶς προσπίπτων καὶ παρακαλῶν· ἐπίσης ἅπτομαί σου κἀγὼ τῶν γονάτων καὶ τῆς παρειᾶς, καὶ ἀπαιτῶ τὴν ὑπάρξασάν σοι παῤ ἐμοῦ τότε χάριν, καὶ ἱκετεύω καὶ παρακαλῶ σε μὴ ἀφελκύσῃς τὸ τέκνον βιαίως ἐκ τῶν χειρῶν μου, μηδὲ κτάνητε· ἀρκούντως ἔχει τὸ πρᾶγμα ἕνεκα τῶν τεθνηκότων,
ἐντῷ πολέμῳ δηλονότι. I.
Fl. 10. 17. 59. ἀγωνίζομαι. Fl. 9. 56. ἀνταγωνίζομαι. Fl. 6. ἐπιθήσω. Fl. 21. τῷ τοιούτῳ γάρ ἐστι δίκαιον καὶ τὸν τοιοῦτον λόγον ἀντιφιλονεικῶ. Fl. 33. ἀγωνίζομαι. Gr. ἀγωνιστικῶς λέγω. Gu.
ἀντιδοῦναι, πρέπει σοι ζητεῖν. Fl. 33. δεῖ, ἀπόκειται. Fl. 17. ἀπαιτούσης: παρακαλούσης. Fl. 59. ὡς χρέος ζητούσης. Gr.
ἐπὶ τοσοῦτον ὥστ᾿ ἐν τοῖς πέπλοις αὐτῆς νεκρωθῆναι μικροῦ καὶ ναρκῆσαι τὴν χεῖρα αὐτοῦ, διὰ τούτων καὶ τοῦτο ἐδήλωσεν. ὁ γάρ τινα ἱκετεύων οὐ γονάτων αὐτοῦ μόνον, ἀλλὰ καὶ χειρὸς καὶ πώγωνος ἅπτεται, ἵνα κατανεύσῃ πρὸς τὴν αἴτησιν, (τοῦτο γὰρ ὁ πώγων βούλεται) καὶ ἐνεργήσῃ, (τοῦτο γὰρ τῆς χειρός) καὶ σπουδάσῃ τάχιστα
ἐκτελέσαι· τῶν γὰρ ποδῶν ἐστι τὸ σπουδάζειν. τούτων δὲ οὕτως ἐχόντων οὐδὲν δεῖ θαυμάζειν καὶ ἀπορεῖν εἰ ὡς φῄς εἶπεν. Gu.
παρειᾶς. Fl. 6. 9. 17. 21. 56. 59. 76. Gu. ὡς τῆς χειρὸς τῆς παρηΐδος. Fl. 59. κατασπάζομαί σου κἀγὼ τῶν αὐτῶν, δηλονότι χειρῶν. Fl. 33. ἤγουν γονάτων καὶ παρειᾶς. Gr.
καὶ αἰτῶ σοι τὴν τοιαύτην χάριν. Fl. 33. ὡς χρέος ζητῶ. Gu. τὴν τόθ᾿: γεγονυῖαν ὑπ᾿ ἐμοῦ, ὅτι ἔσωσά σε τοῦ θανάτου. Gr.
τὴν Πολυξένην ἐκ τῆς Ἑκάβης, τὸ δὲ θανεῖν αὐτὴν κοινῇ πᾶσι τοῖς Ἕλλησιν ἔδοξε, διὰ τοῦτο πρὸς μὲν τὸν Ὀδυσσέα ἑνικῶς εἶπε τὸ ἀποσπάσῃς, πρὸς δὲ τοὺς ἄλλους τὸ κτάνητε. Gu. I. ἅλις: ἀντὶ τοῦ αὐτάρκεια τῶν ἀποθανόντων μου τέκνων, καὶ ἐν ταύτῃ χαίρω. A. M. Fl. 21. μηδὲ αὐτὴν θανατώσητε· ἀρκετὸν γάρ ἐστιν ὑμῖν τῶν
τεθνεώτων ὁ ἀφανισμός. Fl. 33. τὸ ἅλις ἐνίοτε μὲν ἔχει προσκείμενον τὸ ἔχειν ῥῆμα καὶ λαμβάνει γενικὴν συνυπακουομένου τοῦ ἕνεκα, οἷον ἅλις ἔχω δακρύων. ἐνίοτε δὲ ἔχει ἔξωθεν τὸ ἔχει προσυπακουόμενον καὶ λέγεται ἢ μετὰ εὐθείας μόνης. ὡς τὸ “ἅλις σῆς κόρης θάνατος” 64 ἀντὶ τοῦ ἱκανῶς ἔχει ὁ θάνατος τῆς σῆς κόρης. ἢ μετὰ γενικῆς ὅτε καὶ τὸ πρᾶγμα συνυπακούεται ὡς ἐνταῦθα “τῶν τεθνηκότων ἅλις,” ἤγουν ἱκανῶς ἔχει τὸ πρᾶγμα ἕνεκα τῶν τεθνηκότων. B.
καὶ ἐπιλανθάνομαι τῶν κακῶν· ἥδ᾿ ἀντὶ πολλῶν, πραγμάτων δηλονότι, ἔστι μοι παραμυθία καὶ παρηγορία, πόλις, τροφὸς, βακτηρία, ἡγεμὼν καὶ ὁδηγὸς ὁδοῦ. I. ὁ παρακείμενος ἀντὶ τοῦ ἐνεστῶτος, ὡς τὸ δέδοικα καὶ δέδορκα, ποιητικῶς. Gr.
Fl. 6. 9. 21. 56. 59. 76. Gu. ἐν ταύτῃ γὰρ δηλονότι τῇ Πολυξένῃ κἀγὼ χαίρομαι καὶ ἐπιλέλησμαι τῶν προτέρων κακῶν. Fl. 33.
A. M. Fl. 59. ἀντὶ πολλῶν: ὧν εἶχον. Fl.17. αὕτη γάρ μοι καὶ ἀναψυχὴ ἀντὶ τῶν πολλῶν κακῶν ὧν ἔπαθεν. Fl. 33. παραψυχή: παραμυθία. Gr. παράκλησις. Gu.
κόσμος, τροφὸς, βακτηρία, παρηγορία τοῦ βίου. Fl. 33. βακτηρία. Gr. στήριγμα. Gu. πόλις: ἐνίοτε τὸ τεῖχος, ἄλλοτε ἡ γῆ, ἄλλοτε ὁ λαός. οὕτω καὶ οἶκος. ὁδὸς καὶ ἡ στράτα καὶ ἡ ἀφορμή, ὡς τὸ ἔσχεν ὁδὸν τοιαύτην ποιῆσαι τόδε. Gr.
πραγμάτων ἐκείνων δηλονότι, ἃ μὴ χρεὼν, ἤτοι οὐ πρέπον κρατεῖσθαι, οὐδὲ τοὺς εὐτυχοῦντας δοκεῖν καὶ νομίζειν πράττειν ἀεὶ εὖ, ἤτοι εὐτυχεῖν. I. οὐ τοὺς κρατοῦντας καὶ ἄρχοντας ἀνόμου καὶ κακῆς βουλῆς χρὴ ἔχεσθαι, ἀλλὰ πρὸς τὸ δίκαιον πίπτειν ἀεὶ τῶν μὴ προσηκόντων ἀπεχομένους, οὐδὲ τοὺς εὐτυχοῦντας ὑπολαμβάνειν ἀεὶ
65 εὐτυχήσειν. εἶπε δὲ ἄμφω διὰ τοὺς Ἕλληνας ὡς εὐτυχεῖς ὄντας καὶ ἄδικα περὶ τῆς Πολυξένης βουλευσαμένους. Gu. I.
ἐν τῇ αὐτῇ μενοῦσι τύχῃ. A. M. Fl. 10. 59. οὐ χρὴ τοὺς ἡγεμόνας πράσσειν ἅπερ μὴ πρέπει. Fl. 33. τοὺς δυναμένους, ὅθεν καὶ κράτωρ ποιητικὸν, αὐτοκράτωρ κοινόν. Gr. κρατῶ τὸ δύναμαι ποιητικὸν, αἰτιατικῇ, καὶ κρατῶ τὸ κατέχω κοινόν· κρατῶ τὸ ἐξουσιάζω γενικῇ, κρατεῖ γαστρός. Gr. κρατεῖν, ἐξουσιάζειν. Fl. 17.
ἡ γὰρ εὐτυχία οὐκ ἔστιν ἄλλο ἢ εἶναι, ἡ δὲ δυστυχία οὐκ ἄλλο γ᾿ οὐδὲν ἢ μὴ εἶναι. τὸ ἔτι δὲ εἶπεν ὡς πρὸς τὸν πρόσθεν χρόνον τὸ ἦν· τὰ γὰρ παρόντα τῶν πάλαι ὕστερά ἐστι καὶ ἐφεξῆς. Gu. I. οὐκ εἴμ᾿ ἔτι εὐτυχὴς δηλονότι. M. οὐκέτι εἰμὶ, οὐδαμῶς εἰμί. Fl. 6. 9. 17. 21. 56. 59. 76. ποτὲ γὰρ καὶ ἐγὼ ὑπῆρχον βασιλὶς, ἀλλὰ
νῦν οὐκ εἰμὶ ἔτι. Fl. 33.
αἰτιατικήν. Gr.
διαφέρει. αἰδὼς γάρ ἐστιν, ὥς φησιν Ἀριστόξενος ὁ μουσικὸς, ἡ ἐπʼ ἀγαθοῖς βία καὶ ὑποστολὴ, αἰσχύνη δέ ἐστιν ἡ ἐξ αἰσχρῶν πραγμάτων ἀτιμία καὶ κατήφεια. Cant. αἰδέσθητι: ἐντράπηθι. Fl. 17. 56. δυσωπήθητι. Fl. 6. 9. 21. 59. 76. Gu. ἀλλ᾿, ὦ προσφιλέστατοι, τὸ γῆρας αἰσχύνθητε τὸ ἐμόν. Fl. 33.
ἕτερόν τι νῦν λέξον καὶ εἰπὲ ὅτι μέμψις ἐστὶν ἀποκτεῖναι γυναῖκας ὡς πρῶτον τοῦτο οὐκ ἐπράξατε ἀπὸ τῶν βωμῶν ἀποσπάσαντες, ἀλλ᾿ οἰκτειρήσατε. νόμος δ᾿ ὁ αὐτὸς κεῖται καὶ περὶ τῶν δούλων καὶ τῶν ἐλευθέρων μὴ φονεύεσθαί τινα, παρόσον καὶ ὁ δοῦλος φονεύσας τῷ αὐτῷ ἄγει ἐνέχεται. ἐὰν οὖν ταῦτα εἴπῃς τοῖς Ἕλλησιν, ἀκουσθήσῃ
καὶ πείσεις αὐτούς. ὁ γὰρ εἷς λόγος καὶ ὁ αὐτὸς ὅταν ἐκ τῶν ἀδόξων καὶ ἐν δόξᾳ ἐξέλθῃ, οὐ τὸ ὅμοιον δύναται, οὐ τὴν ὁμοίαν δύναμιν ἔχει. A.
καὶ τὰ τοιαῦτα. I. ἀντὶ τοῦ παρηλλαγμένα ἀγόρευσον. Fl. 59. ἐνηλλαγμένα εἰπέ. Fl. 17. παρηγορῶ τὸ παραμυθοῦμαι καὶ τὸ παραινῶ. Fl. 6. 9. 21. 50. 59. 76. Gu. παράπεισον, νουθέτησον. M. Fl. 21. 33. τὰ ἐναντία ἀγόρευσον, ἤγουν παῤ ὃ ἠγόρευσας, εἰπέ. Gr. ἡ παρά τὴν παραλλαγὴν ἐνταῦθα δηλοῖ. Gu.
“καίτοι φθόνου μὲν μῦθον ἄξιον φράσω,” ἤτοι μέμψεως ἄξιον. A.M. ὅτι φθόνος ἀντὶ τοῦ μέμψις. M.
καλῶν εἰς τοὺς κακούς τε καὶ πονηρούς. I. φθόνος, λύπη ἐπ᾿ ἀλλοτρίοις ἀγαθοῖς, ἐνταῦθα δὲ μέμψις. Gr. καὶ νέμεσις καὶ φθόνου ἔργον ἐστί. Gu. ψόγος. Fl. 59. ἄδικον. Fl. 21. μὴ διὰ φθόνον ἀποκτείνειν τὰς γυναῖκας. Fl. 33.
μὴ φονευθῆναι τὴν ἀρχὴν, ἀλλ᾿ ἐλεηθῆναι εὐτυχία τις ἦν. ὁ φθόνος δὲ πάσῃ εὐτυχίᾳ ἀντίκειται. εἰκότως οὖν τὸ φονευθῆναι τὰς ἠλεημένος φθόνον φησὶν ἀντὶ τοῦ φθόνου ἔργον. δύναται δὲ ἄνθρωπος ζήσας ἐκκρούειν τὸν φθόνον. ὅτε οὖν δύναται, εἰ μὴ ἐκκρούσει, ἄτοπον καὶ ὑπὸ μέμψιν ἐστίν. ἐνταῦθα οὖν οἱ Ἕλληνες εἰ μὴ ἐκκρούσουσι νάμενοι
μέμψ ὥστε τὸ φθόνος το ταυτὸ δύναται φθόνου ἔργον ψιν δυναμένην ποπέμψ μὴπροαι διὸ τινὲς ἐνταῦθα συντομίᾳ χρώμενοι ἢ μᾶλλον ἀτελῶς νοοῦντες τὸ φθόνος ἀντὶ τοῦ μέμψις εἰρήκασιν. Gu.
σωζόμενος τὸ ἴσον κρίνειν τοῖς ἐλευθέροις καὶ τοῖς δούλοις περὶ θανάτου, οἷον, ὥσπερ ἐλεύθερόν τις ἀνελὼν τιμωρίαν δίδωσιν ὑπὲρ τοῦ 68 φόνου, τὸν αὐτὸν τρόπον καὶ ὁ δοῦλος φονεύων ὑποχείριος ἐστι τῷ ἐγκλήματι τοῦ θανάτου. A.M. νόμος δ᾿ ἐν ὑμῖν τοῖς Ἕλλησι κεῖται περὶ φόνου, ὅμοιος τοῖς ἐλευθέροις καὶ τοῖς δούλοις. ἡ δὲ σὴ ἀξία, καὶ ἐὰν κακῶς λέγῃ, καταπείσει· λόγος γὰρ ὁ ἐξιὼν ἐκ τῶν ἀδοξούντων καὶ ἀτίμων καὶ ἐκ τῶν δοκούντων, ἤτοι ἐξ ἐνδόξων καὶ ἐντίμων,
οὐ τὴν αὐτὴν ἔχει δύναμιν. I.
μὴ κτείνειν νόμιμον ἡγούμεθα ἐπίσης καὶ δοῦλοι καὶ ἐλεύθεροι. Gu. I.
αἷμα καὶ εἷς τῶν δ΄ χυμῶν. Gr.
κακῶς: ἀδίκως. Fl. 6. 9. 17. 21. 56. 59. 76. Gr. παραλόγως. Fl. 59. ἀσυμφόρως καὶ μὴ κατὰ γνώμην τῷ πλήθει. Gu. τὸ σόν: στόμα. Fl. 59.
γίνεται, κἂν ᾖ φαῦλος ὁ παρὰ τοῦ ἐνδόξου λεγόμενος. A. M. ἰών: ἐρχόμενος. Gu. Fl. 6. 9. 17. 21. 56. 59. 76. ἐλθών. Gr. λεγόμενος. Fl. 10.
κρύπτονται. Gu. οὐ ταυτὸν σθένει: οὐ τὴν αὐτὴν δύναμιν δύναται φονευθησόμενος καὶ τοῦ ἐλευθέρου. Fl. 6. 9. 21. 56. 59. 76.
“κλυτὸς Ἱπποδάμεια.” A.
Ἀττικὸν δὲ τὸ σχῆμα. M. οἱ Ἀττικοὶ τὰς εἰς α καὶ εἰς η ληγούσας εὐθείας διὰ τοῦ ος λέγουσιν, οἷον ἡ οὐράνιος, ἡ θεὸς, ἡ στερρός. I. τὰ παῤ ἡμῖν ἐκφερόμενα εἰς ᾱ καὶ εἰς η, οἷον ἡ στερρὰ καὶ ἡ κλυτὴ. παῤ Ἀττικοῖς εἰς ος ἐκφέρεται, “κλυτὸς Ἱπποδάμεια,” καὶ ἐνταῦθα στερρὸς φύσις· τὰ δὲ παῤ ἡμῖν ἐκφερόμενα εἰς ος παῤ Ἀττικοῖς εἰς
ᾱ ἐκφέρεται, οἷον λέγομεν ἡμεῖς ἡ οὐράνιος, ἐκεῖνοί φασιν ἡ οὐρανία. Gu. τὰ εἰς ᾱ λήγοντα θηλυκὰ εἰς ος λήγουσιν οἱ Ἀττικοὶ, εἰ καθαρὰ τύχοι ὄντα, ἁγία ἅγιος, ἢ τὸ ρ ἔχουσι, στερρὰ στερρός. Gr. στερρὰ ὡς τὸ “κλυτὸς Ἱπποδάμεια” ἀντὶ τοῦ κλυτή. ἔστι δὲ Ἀττικὸν, εὑρισκόμενον καὶ παρὰ λογοποιοῖς. Gu. τὸ οὕτω πρὸς τὸ ἥτις
ἔχει τὴν ἀπόδοσιν. ἐπάγομεν γὰρ καὶ οὕτω τὰς ἀποδόσεις τοῦ οὕτως καὶ τοῦ τοσοῦτον, οὐ μόνον πρὸς τὸ ὡς. Gu. φύσις: προαίρεσις. Gr.
33. τοὺς θρήνους τῶν ὀδυρμάτων. M.
τῷ λογισμῷ. I.
σοι ὀργῇ χάριν τοῦ σφαγῆναι τὴν Πολυξένην ὑπολάμβανε ἐχθρόν με ἐν σῇ διανοίᾳ τὸν μὴ ἑλκύσαντα ἐν βίᾳ ἀπὸ τῶν σῶν ἀγκαλῶν τὴν Πολυξένην, ἀλλὰ λέγοντά σοι παραδοῦναι αὐτήν. A. εἰς τρία μεριζομένης τῆς ψυχῆς, εἰς λογικὸν, θυμικὸν καὶ ἐπιθυμητικὸν, ὅτε μέν ἐστι τὸ λογικὸν καθαρὸν, διακρίνει καὶ λογίζεται τὰ προσήκοντα καὶ καλῶς ἔχοντα, σκοτίζεται δὲ ὑπὸ τοῦ θυμικοῦ καὶ ἐπιθυμητικοῦ καὶ ὑπὸ
ἄλλου τινὸς συναντήματος, κἀντεῦθεν οὐ συγχωρεῖται λογίζεσθαι τὰ δέοντα. l. οἱ μὲν τῷ θυμουμένῳ τῷ θυμικῷ φασι τῆς ψυχῆς μέρει. τρία δὲ μέρη τῆς ψυχῆς, λογικὸν, θυμικὸν καὶ ἐπιθυμητικόν. καὶ τὸ μὲν θυμικὸν ἔγκειται παρὰ τὴν καρδίαν, τὸ ἐπιθυμητικὸν δὲ παρὰ τὸ ἧπαρ, τὸ δὲ λογικὸν παρὰ τὸν ἐγκέφαλον, ὃ καὶ λόγον αὐτοκράτορος
ἐπέχει πρὸς ἐκεῖνα, τὰς ἀτάκτους ὁρμὰς αὐτῶν καταστέλλον καὶ οὐκ ἐῶν ἀλόγως φέρεσθαι. ἐγὼ δὲ ἐνταῦθα θυμουμένῳ λέγω τῷ θυμῷ· ὥσπερ γὰρ φαμὲν βουλόμενον οὐ μόνον τὸ θέλον τι, ἀλλὰ καὶ τὴν βούλησιν αὐτὴν, καὶ μεμνημένον οὐ μόνον τὸ μνείαν ἔχον τινὸς, ἀλλὰ καὶ τὴν μνήμην αὐτὴν, καὶ ὑπήκοον οὐ μόνον τὸ ὑπακοῦόν τινος, ἀλλὰ
καὶ τὴν ὑπάκουσιν αὐτὴν, οὕτω καὶ θυμούμενον οὐ μόνον τὸ θυμῷ κατεχόμενον, ἀλλὰ καὶ ὁ θυμὸς αὐτός. I. Gu. ὑπὸ τοῦ θυμικοῦ τῆς ψυχῆς μέρους ἤγουν ἐν τῷ θυμῷ. Gu. θυμουμένῳ: ὑπὸ τοῦ μέρους τοῦ θυμικοῦ. Fl. 6. 9. 17. 21. 56. 59. 76. τῷ θυμώδει μέρει τῆς ψυχῆς, ἤτοι τῷ θυμοειδεῖ Fl. 10.
Gu. φρενί: νοΐ. Gr. κατὰ τὸν λογισμόν. θυμὸς γὰρ τὰς φρένας ἐξίστησιν. Gu.
πάντων οὐκ ἀρνήσομαι, λέγω, πορθηθείσης τῆς Τροίας, δοῦναι θῦμα τὴν σὴν παῖδα τῷ Αχιλλεῖ, αἰτοῦντι αὐτὴν δηλονότι. I.
κατάσκοπος. Gu.
λέγω. Fl. 33. μάτην, ἢ οὐκ ἄλλως ἢ φρονῶ. Gr.
ἐναντίον τοῦ ὁμολογεῖν, ὥστε τὸ οὐκ ἀρνεῖσθαι ταυτὸν τῷ ὁμολογεῖν. Gu. I. ἀρνηθείην, τουτέστιν ὁμολογήσομαι. Fl. 59. τουτέστιν ὁμολογήσω. Fl. 6. 9. 21. 56. 76. Gr. ἀλλ᾿ ὁμολογήσω. Fl. 17.
τὸ ῥηθὲν παῤ αὐτοῦ εἰς πάντας. Fl. 21. τῷ πρώτῳ στρατοῦ: τῷ ἀχιλλεῖ. M. Gu. τὸ πρῶτον λαμβάνεται ἐνίοτε μὲν ἐπὶ τάξεως, ἐνίοτε δὲ ἐπὶ ἀπαριθμήσεως· ἐνταῦθα δὲ ἐπὶ τάξεως λέγεται. Gu. I. πρώτῳ: ἤγουν τῷ στρατῷ. Fl. 17. ἐν τῷ τῆς ἀριστείας ἀξιώματι. Gu. πολιορκουμένης δηλονότι τῆς Τροίας, τῷ ἀνδρὶ τῷ πρώτῳ καὶ
ἐνδόξῳ Ἀχιλλεῖ ἐξαιτουμένῳ τὴν σὴν παῖδα Πολυξένην σφαγιασθῆναι. Fl. 33.
τούτῳ γὰρ, φησὶ, τουτέστι τῷ Ἀχιλλεῖ, ἐξαιτησαμένῳ τὴν σὴν θυγατέρα σφάγιον συνεβούλευσα τοῖς Ἕλλησιν ἐπιδοῦναι. A.M. διὰ τοῦτο γὰρ δυσπραγοῦσιν αἱ πλείους πόλεις, ὅταν τις ἀγαθὸς καὶ ἀνδρεῖος ἀνὴρ ἀπολαύῃ περισσότερον μηδὲν τῶν φαύλων τε καὶ δειλῶν. ἐν ἡμῖν δὲ ὁ Ἀχιλλεὺς ἄξιός ἐστι τιμῆς καὶ δόξης, ὦ γύναι,
θανὼν ὑπὲρ τῆς Ἑλλάδος ἐνδοξότατα· ἐπεὶ ἄσχημον καὶ ἀπρεπές ἐστιν, εἰ ζῶντι μὲν ἐκείνῳ ἐχρώμεθα φίλῳ, ἀφ᾿ οὗ δ᾿ ἐφθάρη, μηκέτι χρώμεθα, φίλῳ δηλονότι. I.
ἄνδρας. A.
ἄλλοτε αἰτίαν ὡς ἐνταῦθα. οὕτω καὶ ἡ εἰς, ἦλθεν εἰς τὴν ἐκκλησίαν καὶ ἦλθεν εἰς τὸ δημηγορῆσαι. Gr. ἐν τῷδε γὰρ κάμνουσιν: δια τοῦτο δυστυχοῦσιν. M. δυστυχοῦσι. Fl. 17. 21. 59. Gr. αἱ πολλαί: αἱ πλείονες. Fl. 21. Gr.
ὑπάρχων. Fl. 17. ὅτι ὁ ἐσθλὸς καὶ ἀγαθὸς καὶ ἀνδρεῖος καὶ ἐμπρόθυμος ἄνδρας, ἵνα διαφέρει ἐπὶ πολὺ τῶν μικρῶν. Fl. 33.
Gr. ἢ δειλῶν, τῶν χειρόνων αὐτοῦ ἀνδρῶν. Gu.
72 οἷον Ἑλλάδος τῆς Ἑλληνικῆς· οἱ δὲ Ἴωνες τοὐναντίον, οἷον αἱ παρθενικαὶ ἀντὶ τοῦ αἱ παρθένοι. Gu. κάλλιστα: καλλίστως. Gr. ὡς κάλλιστος ἀνήρ. Gu. ἐνδοξόταται. Gu.
ἐὰν, ὅταν ζῇ τις, φίλον αὐτὸν ἔχωμεν, ὅταν δὲ τελευτήσῃ, μή. A. οὐκοῦν: τολοιπόν. Fl. 59. τὸ οὔκουν ποτὲ μὲν ἀντὶ τοῦ οὐδαμῶς νοεῖται, ποτὲ δὲ ἀντὶ τοῦ τοίνυν, ὡς ἐνταῦθα. Gu. βλέποντι: ἀντὶ τοῦ ζῶντι. M. Gr. ὁ γὰρ βλέπων ζῇ, ὁ δ᾿ ἀποθανὼν οὔ. Gu. φίλῳ: προσφιλές. Fl. 35. ἐπιχείρημα ἀπὸ χρόνου. Gr.
βλέπει τίς τι καὶ βλέπει ἀντὶ τοῦ οὐ τυφλός ἐστιν ἀμετάβατον, καὶ βλέπει ἀντὶ τοῦ ζῇ, ἀπὸ τοῦ ἑπομένου τὸ προηγούμενον, ὡς ἐνταῦθα. Gr.
ἐχέτωσαν, ἔστω ταῦτα. Fl. 59. ἀντὶ τοῦ, ἔστω ταῦτα, ἃ εἴπομεν δηλονότι. Fl. 21. ἔσται. Fl. 33. ταῦτα οὕτως ἔχει, τὰ δὲ ἑξῆς οὕτως. Gr. ἔστω ταῦτα. Gu. ἤγουν ταῦτα οὕτως ἔχουσιν. ἔστι δὲ τὸ εἶεν τῆς πρώτης ἐννοίας ἀποθετικὸν, ἀρκτικὸν δὲ τῆς μετὰ ταῦτα. ἔστι δὲ ἀπόθεσις τὸ σχῆμα Ἀττικὴ καὶ ῥητορική. Gu. τοῦτο
λέγεται κατὰ ῥήτορας ἀπόθεσις τῶν λεχθέντων καὶ ἔναρξις τῶν λεχθησομένων. Gr. τὸ εἶεν ποτὲ μέν ἐστιν ἐπίρρημα ἀποθετικὸν καὶ προκαταστατικὸν τῶν τε εἰρημένων καὶ ῥηθησομένων ὡς ἐνταῦθα, καὶ παρὰ Σοφοκλεῖ “εἶεν· τί δή σοι παῖς ὁ τοῦ Λαερτίου,” ποτὲ δέ ἐστι ῥῆμα ὡς τὸ “τίνες ἂν εἶεν.” B.
εἶναι, κἂν μικρὰ ταῦτα ὦσι· τὸν ἐμὸν δὲ τάφον βουλοίμην ἂν ὁρᾶσθαι τιμώμενον· ἐπὶ πολὺ γὰρ ἡ χάρις, ἤγουν ἡ τιμὴ, διὰ μακροῦ 73 γινεται καὶ πολυχρονία, ταῖς διαδοχαῖς αὐξανομένη· ὁ γὰρ ὁρῶν τοῦτον τιμῆς ἀξιούμενον πρὸς τὸν ἐγκείμενον ἀνάγει τὸν νοῦν, ἡγούμενος αὐτὸν μηδ᾿ ἂν μετὰ θάνατον οὕτως τιμᾶσθαι, εἰ μὴ πολλοῦ τινος ἄξιος ἦν περιών. I.
στρατοῦ καὶ μάχη; πολεμήσομεν, ἢ φιλοψυχήσομεν ὁρῶντες μὴ τιμωμένους τοὺς θανόντας ὑπὲρ τῆς πόλεως; δῆλον ὡς φιλοψυχήσομεν. A.
φανῇ: τὶς πάλιν φανερωθῇ. Fl. 33.
ἀπὸ δὲ τοῦ δευτέρου ἀγωνιῶ. κατὰ δὲ Ἀττικοὺς λέγεται ἀγωνία καὶ ὁ ἀγῶν, ὡς ἐνταῦθα. Gr. ἅμιλλα, ἢ φόβος, βία, ἀνάγκη. Gu.
φιλοψυχήσομεν: φιλοζωήσομεν μὴ μαχόμενοι. M. τὴν ζωὴν ἀγαπήσομεν. Fl. φιλοζωήσομεν, δειλιάσομεν, δειλανδρήσομεν. Gu.
Fl. 17. καὶ οὐ διὰ τιμῆς ἔχοντα. Fl. 59.
Gr. ἑκάστην, τὴν παροῦσαν. Gu. Σωκρατικὸς καὶ οὗτος ὢν, καὶ τὴν ψυχὴν νομίζων καὶ μετὰ τὸν θάνατον ἐν τῷ Ἅιδῃ ζῆν, διαστέλλων ἐκείνης τῆς ζωῆς ταῦτά φησιν· ζῶντι καθ᾿ ἡμέραν, ἤγουν κατὰ ταύτην τὴν ἡμέραν, ἢν ὁ ἥλιος ποιεῖ, ἀντὶ τοῦ ἐν τούτῳ τῷ τόπῳ, ἔνθα ἡ ἡμέρα καὶ ὁ ἥλιος, καὶ οὐκ ἐν τῷ Ἅιδῃ δηλονότι. Gu.
9. 17. 21. 56. 59. 76. ἔχοι: διακέοιντο. Fl. 6. 9. 17. 21. 56. 59. 76. ὅτι καθ᾿ ἡμέραν καίπερ μικρὸν προστιθεὶς αὐξάνω τὴν δόξαν μου. Fl. 10.
τὸ ἂν πρὸς τὸ ὁρᾶσθαι σύναπτε, οὐ πρὸς τὸ βουλοίμην. Gu.
καὶ πᾶν ᾧ ἄν τις ἀρέσκοιτο καὶ θέλγοιτο, καὶ Χάριτες αἱ ἐπιτροπεύουσαι θεαί. τρεῖς δὲ αὗταί εἰσιν. B.
οὓς ἡ Τρωϊκὴ γῆ καλύπτει. ὑπόμενε ταῦτα. ἡμεῖς δὲ εἰ κακῶς νόμους τιθέαμεν δοξάζειν τὸν ἀνδρεῖον, μωρίαν χρεωστήσομεν. I.
Τρωϊκὴ κόνις κρύπτεται. A.
Fl. 2. Gu. οὐδὲν ἧσσον: μᾶλλόν σου M. Fl. 6. 9. 17. 21. 76. Gr. ἀλλὰ μᾶλλον. μᾶλλον καὶ ἔλαττον. M. Fl. 56. ἄθλιαι: ἐλεειναί. Fl. 59. εἰσὶ γὰρ καὶ παῤ ἡμῖν τοῖς Ἕλλησιν, οὐδὲ ἐλείποντο τῆς 74 ἀθλιωτάτης σου γυναῖκες γραῖαι ταλαιπωρούμεναι, γυναῖκες ἀρίστων ἀνδρῶν καὶ στερισκόμεναι τῶν ἰδίων ἀνδρῶν. Fl. 33.
ῥῶ τὸ πράττω, ἐξ οὗ καὶ ῥέζειν τὸ πράττειν· καὶ ῥῶ τὸ χέω, καὶ ῥέω, ἐξ οὗ ῥέεθρον καὶ ῥεῖθρον, καὶ ἐπὶ τοῦ ἄλλως σημαινομένου. Fl. 6. ἥδε: καί. Fl. 56. 76. Gu. ἀλλά. Fl. 10.
πρεσβῦται: ἀντὶ τοῦ πρεσβύτεραι. Fl. 6. 9. 17. 21. 56. 59.
ἡμῖν γραῖαι γυναῖκες ἄθλιαι οὐδὲν ἧττον σέθεν καὶ σοῦ καὶ γέροντες, καὶ τὰ ἑξῆς. Gu. I.
ἔχουσαι γυναῖκες. Gr. I. καὶ νυμφίος ὁμοίως ὁ ἄρτι εἰς γάμον ἐρχόμενος, ἐνταῦθα δὲ νυμφίων ἀντὶ τοῦ τῶν ἀνδρῶν ἁπλῶς γυναῖκας ἐχόντων. Gr. νύμφαι: ἀντὶ τοῦ γυναῖκες. Fl. 6. 9. 17. 21. 56. 59. 76. Gu. ἀρίστων: μεγάλων. Fl. 59. νυμφίων: ἀνδρῶν. Fl. 6. 9. 17. 21. 56. 59. 76. τητώμεναι: ἀντὶ τοῦ ἐστερημέναι.
Fl. 6. 9. 21. 56. 59. 76. Gu. στερισκόμεναι. Fl. 17. Gu. στερηθεῖσαι. M. Fl. 10.
75 Fl. 21. ὧντινων αὕτη ἡ Ἰδαία, ἤγουν ἡ Τρωϊκὴ, κόνις τὰ σώματα κρύπτει ἐν τάφοις. Fl. 33.
δόξομεν. I.
ἡμεῖς δὲ νομίζοντες καὶ νόμιμον ἡγούμενοι τὸ τιμᾶν τὸν ἐσθλὸν καὶ τὸν ἀνδρεῖον ὀφλήσομεν ἀμαθίαν καὶ ἀπαιδευσίαν, ἤγουν ἀπαίδευτοι δόξομεν εἰ νομίζομεν, ἤγουν νομοθετοῦμεν, κακῶς καὶ κακοήθως. Gu.
Ἀχιλλέα ἀγνωσία ἐστὶν, ἀλλὰ χρεώστημα. Fl. 33. μωρίαν. ἀσύνετοι λογισθησόμεθα. Gu. ὀφλήσομεν: ἡμεῖς δηλονότι. M.
ὑμεῖς δὲ πρὸς ταῦτα τὰ βουλεύματα καὶ τὴν τύχην κτήσησθε, οἷα βούλησθε, τοιαῦτα ἔχητε. A. M. ὑμεῖς δὲ οἱ βάρβαροι μήτε τοὺς φίλους ὑπολαμβάνετε φίλους μήτε τοὺς ἐνδοξως καὶ καλῶς ἀποθανόντας τιμᾶτε. καὶ διὰ τοῦτο ἡ μὲν Ἑλλὰς εὐδαιμονεῖ, (ταῖς γὰρ καλαῖς βουλαῖς ἔργα καλὰ ἕπονται) ὑμεῖς δὲ διάκεισθε κατὰ τὰ
βουλεύματα ὑμῶν. I.
ὁμοίως. Fl. 59. τὴν τύχην. Fl. 10. βουλεύμασιν: ὑμῶν δηλονότι, ἤγουν κακῶς πράξετε. Fl. 21.
φησὶ τὸ δοῦλον πάνυ κακὸν, εἶτα ἐπάγει πεφυκέναι, ἤγουν ὥστε εἰς ὕπαρξιν ἐλθεῖν· δι᾿ οὗ ὥσπερ ἐπανορθοῖ τὸν λόγον, ἵνα δείξῃ τὸ ὑπὸ δουλείας κακὸν εἰς ὕπαρξιν ἐλθεῖν, οὐ μέντοι γε κακὸν κατὰ τὴν ἑαυτοῦ φύσιν. Gr. I. γράφεται καὶ πέφυκ᾿ ἀεὶ, τὸ δοῦλον λίαν πέφυκε κακὸν ἀεί. Ἄλλως. τὸ γενέσθαι τινὰ δοῦλον λίαν κακόν ἐστιν·
77 ὑπομένει γὰρ ἃ μὴ πρέπει, ὁ ἄνθρωπος ἐκεῖνος ὑπὸ τῆς ἀνάγκης νικώμενος. I. πεφυκέναι: τὸ “πέφυκ᾿ ἀεί” ἔν τινι λίαν παλαιῷ τῶν ἀντιγράφων εὕρηται, ὃ καὶ μάλιστα κρεῖττον εἶναί μοι δοκεῖ τοῦ τε “πεφυκέναι” καὶ τοῦ “πέφυκεν ἀεί” καὶ ἔτι τοῦ “πέφυκέ τι,” ὃ
πλανώμενοί τινες ἔθεντο. Bar. 74. ὥστε εἰς ὕπαρξιν ἐλθεῖν. γρ. πέφυκ᾿ ἀεί. Gr. Fl. 6. 9. 21. 56. 59. 76. οὐαὶ οὐαὶ τῆς δουλοσύνης, ὅτι κακὸν ὑπάρχει. Fl. 33. πεφυκέναι: εὕρηται καὶ πέφυκ᾿ ἀεί. καὶ ἔστι καὶ τοῦτο χρήσιμον, ὥσπερ καὶ τὸ πέφυκέ τι. εὕρηται γὰρ καὶ τοῦτο. Gu.
γὰρ εἰς ἅπερ μὴ πρέπει. Fl. 33. κρατούμενον καὶ ἀναγκαζόμενον ὑπὸ τῆς τῶν δεσποτῶν βίας. Gu.
σπούδαζε ὡς στόμα ἀηδόνος ἀφιεῖσα πάσας φθογγὰς, ὥστε μὴ στερηθῆναι τῆς ζωῆς. πῖπτε δὲ ἐλεεινῶς πρὸς τὸ γόνυ τοῦδε τοῦ Ὀδυσσέως, καὶ πεῖθε, ἤτοι πειρῶ πείθειν· ἔχεις δὲ πρόφασιν καὶ ἀφορμήν· ἔστι γὰρ καὶ τῷδε τέκνα, ὥστε οἰκτεῖραι καὶ ἐλεῆσαι τὴν σὴν τύχην καὶ δυστυχίαν. I.
καὶ προαπελθών. A.M. πρόοδος γάρ τίς ἐστι καὶ προῦδος καὶ φροῦδος. Cant. φροῦδοι: ἀπῆλθον. Fl. 59. φροῦδος οἰκείως ὁ παρεληλυθὼς καὶ προαπελθὼν τῆς ὁδοῦ. Fl. 10. ἀφανεῖς εἰσίν. Gr. κατ᾿ οὐδὲν ἀνύσαι δύνανται. Gu. μάτην: διακενῆς. Fl. 6. 9. 21. 56. 59. 76. Gu. ματαίως, εὐχερῶς. Fl. 17. ῥιφέντες: ἐκτοξευθέντες,
ἀπὸ μεταφορᾶς τῶν βελῶν τῶν τοῦ σκοποῦ ἁμαρτόντων. Gu. ἀμφὶ σοῦ φόνου: περὶ τοῦ σοῦ φόνου, ὃν ἐτάχθης σὺ δηλονότι φονευθήσεσθαι. φόνος γάρ τινος λέγεται ἢ ὃν αὐτὸς φονεύει ἕτερον, ἢ ὃν αὐτὸς ὑφ᾿ ἑτέρου φονεύεται. Gr. I.
ἔχεις: κέκτησαι. Fl. 17. Gu. σὺ δὲ ἐάν τι ἔχεις δύναμιν λόγων. Fl. 33. ἢ μήτηρ ἔχεις: ἀντὶ τοῦ ἤπερ. οἷον, σὺ δὲ εἰ μᾶλλον τῆς μητρὸς δύναμιν ἔχεις. ἔστι δὲ συναλιφὴ ἢ μήτηρ ἀντὶ τοῦ ἤπερ ἡ μήτηρ. σὺ δὲ εἰ μᾶλλον ἔχεις μείζονά τινα δύναμιν, σπούδαζε. A. M.
τοῦ σώματος. καὶ σπουδάζω περὶ σὲ, ὅταν ἐπιμέλωμαι τῶν περὶ σὲ πραγμάτων. B. πάσας: καὶ παντοίας, ἤγουν ἡδείας καὶ συνεχεῖς θρηνῳδίας. θρηνεῖ γὰρ αὕτη τὸν Ἴτυν. Gu. τοιαύτη γὰρ τῆς ἀηδόνος ἐστὶ φωνὴ, πυκνὴ, συνεχὴς, ἡδεῖά τε καὶ παμποίκιλος, πρὸς τούτοις καὶ κλαυθμηρά. Gu. ὥστ᾿: καθά. Fl. 6. 9. 17. 21.
56. 59. 76. ὁ τέ παρέλκει. M. Fl. 21.
ἀποκοπὴν γόνυ· τὸ γὰρ προσπίπτω δοτικῇ συντάσσεται. Gu. οἱ παλαιοὶ ἱκετεύοντες ἐδράττοντο τῆς γενειάδος καὶ τῆς χειρὸς καὶ τοῦ γόνυος, τῆς μὲν γενειάδος ὡς κατανεῦσαι, ἢ εἰπεῖν τι πρὸς ἄλλον ὑπὲρ τοῦ δεομένου, εἴ γε δεήσει τοῦτο ποιεῖν, τῆς δὲ χειρὸς ὡς ἐνεργῆσαι, τοῦ δὲ ποδὸς ὡς βαδίσαι. Gu. I.
λέγεται κυρίως ὅταν ἄλλο φρονῇ τις, εἶτα ἄλλο συμβῇ. τύχαι καὶ ταπειναὶ τάξεις αἱ τῶν ἀνθρώπων καὶ αἱ ὑψηλαὶ, καθ᾿ ὃ σημαινόμενον ἐνταῦθα εἴρηται τύχη. B.
δεξιᾶς χειρὸς αὐτοῦ καὶ γενειάδος, καὶ ἱκέτευσον αὐτὸν ὅπως τὴν σὴν τύχην ἐποικτείρῃ· οὕτω γὰρ ἔθος ἦν τοῖς παλαιοῖς παρακαλεῖν τῆς χειρὸς καὶ τῆς γενειάδος ἁπτομένοις· ταῦτα ἀκούσας ὁ Ὀδυσσεὺς τὴν μὲν δεξιὰν αὐτοῦ χεῖρα εἰσήγαγεν ἔσωθεν τοῦ εἵματος αὐτοῦ, καὶ τὸ πρόσωπον εἰς τοὐπίσω ἀντέστρεφεν, ὅπως μήτε τῆς χειρὸς
αὐτοῦ λάβηται μήτε τῆς γενειάδος. ἰδοῦσα δὲ αὐτὸν ἡ Πολυξένη 80 οὕτως ποιήσαντα εἶπεν ἡ Πολυξένη, ὁρῶ σε, Ὀδυσσεῦ, τὴν μὲν δεξιὰν χεῖρα κρύπτοντα ἐν τῷ ἱματίῳ, τὸ δὲ πρόσωπον στρέφοντα, ἵνα μὴ ἱκετεύω σε. θάρρει, ἐπεὶ πέφευγας τὸν ἐμὸν ἱκέσιον Δία, τουτέστι τὴν ἐμὴν ἱκεσίαν· ἐκ τοῦ Διὸς γὰρ πᾶσα ἱκεσία. ἱκέσιον δὲ Δία τὸν παρακλήσει λαμ , ὡς ἔστιν ὁ Ζεὺςφίλιος, ξ ένιος
ἱκετεύω σε. A.
Ὀδυσσεῦ, κρύπτοντα τὴν δεξιὰν χεῖρα ὑποκάτω τοῦ ἱματίου, καὶ τὸ πρόσωπον στρέφοντα εἰς τοὐπίσω, ἵνα μὴ ἅψωμαι τῆς γενειάδος σου. I.
Εὐριπίδης τὸ ἡρωϊκὸν ἦθος· οὐ γὰρ ταπεινῶς, ἀλλὰ μετὰ παρρησίας τὴν Πολυξένην λέγειν εἰσήνεγκεν. Gu. I. ὑφ᾿ εἵματος: ὑπὸ τὰ ἱμάτια. M. ἀντὶ τοῦ ὑποκάτω τοῦ ἱματίου. Gr.
κατὰ πρόσωπόν σε ἴδω. Fl. 33.
ὁμόγνιον. B. I. φησὶν οὖν ἐκπέφευγας τὸν ἐμὸν ἱκέσιον Δία, ἤγουν ὃν ἐγὼ ἔμελλον προτείνειν ἱκετεύουσα ἱκέσιον Δία, τουτέστιν ἐκπέφευγας τὴν ἐμὴν ἱκεσίαν. Gr. θάρσει: Αἰολικῶς θάρρει θάρρος 81 ἔλεγον. Gu. θάρσει: θάρρει. Fl. 21. μὴ φρόντιζε. Fl. 56. οὐχ ἱκετεύω σε, ἐπεὶ πέφευγας παῤ ἐμοῦ τούτου τυχεῖν. M. οὐχ ἱκετεύω γάρ σε τὴν δέησιν τὴν ἔχουσαν τὸ τῆς δίκης νόημα. Fl. 17. χαῖρε ὅτι τὸν ἐμὸν παρακλήτορα Δία πέφευγας, ἡνίκα ἦς ἐν τῇ Τροίᾳ.
Fl. 33. ἦν γὰρ καὶ ἕτερος Ζεὺς ἔφορος τῆς ἱκεσίας. λέγει δὲ ἡ Πολυξένη ὅτι πέφευγας τὸν ἐμὸν ἱκέσιον Δία, ἤγουν οὐχ ἱκετεύσω σε περὶ τοῦ θανάτου, ἀλλὰ γενναίως ἄξω. Fl. 21. ὃν ἐβουλόμην θέσθαι σοι εἰς παράκλησιν. ὡς ἔστιν ὁ Ζεὺς ξένιος, φίλιος καὶ τὰ λοιπὰ, οὕτω καὶ ἱκέσιος. Gu.
ἀνετράφην ὑπὸ καλῶν ἐλπίδων, βασιλεῦσι νύμφη, ἐσομένη δηλονότι, ἔχουσα ζῆλον γάμου οὐ μικρὸν, εἰς οὗτινος ἑστίαν καὶ οἰκίαν παραγενήσομαι. I. ὡς: ὄντως. Fl. 17. λίαν. Fl. 10. ἀναγκαίου: ἕνεκα τῶν ἀναγκῶν. Fl. 17. ἤγουν ἕνεκεν τῆς ἀνάγκης. Fl. 59. ἀπαραιτήτου· ἀπαραίτητος γάρ ἐστιν ἡ τῶν Ἑλλήνων κατ᾿
ἐμοῦ ψῆφος. Gu.
ὅτι βούλομαι ἀπολέσθαι. Καὶ ἄλλως. ἕνεκα καὶ τῆς ἀνάγκης ἀκολουθήσω σοι καὶ ὅτι ἀποθανεῖν βούλομαι, ἐπεὶ προτιμότερόν μοι ἐστὶ τοῦ ζῆν κακῶς. M. Fl. 10.
φανήσομαι. M.
μέλλουσα γενέσθαι. A.
πῦρ ἅπτεται, καὶ ἀπὸ τούτου ἑστία ἡ οἰκία πᾶσα. Ἑστία καὶ ἡ μία τῶν δώδεκα θεά. B.
ἔξωθεν εἰς τὸ πλὴν τὸ κατθανεῖν, ἀλλ᾿ ὥσπερ φαμὲν, ἴσος ἔστιν οὗτος ἐκείνῳ τὴν σύνεσιν, καὶ οὐ λαμβάνομεν ἔξωθεν τὸ κατά, καὶ πάλιν ἐρῶ σου ἔρωτα, οὕτω κἀνταῦθα, εἰ καὶ τὸ πλήν ἀντὶ τοῦ χωρίς ποιεῖ τὴν ἀσάφειαν, ἴση ταῖς θεαῖς, πλὴν τὸ κατθανεῖν μόνον, ἀντὶ τοῦ χωρὶς τοῦ κατθανεῖν ὑπάρχω ἐκείναις ἴση. ἄλλοι δὲ μὴ λαμβάνοντες
κατά γράφουσι τοῦ πρὸς τὸ πλὴν, ἀγνοοῦντες καὶ οὗτοι τὴν σύνταξιν. καὶ μὴν ἑτέρους ψυχρολόγους ἔστιν ἰδεῖν τὸ πλήν ἀντὶ τοῦ εἰ μή λέγοντας, ἴση ταῖς θεαῖς, εἰ μὴ τὸ κατθανεῖν μόνον ὑπῆρχεν αὐτῇ. Gu. I. πλήν: χωρίς. Fl. 59. Gu. κατθανεῖν: τοῦ θανάτου δηλονότι. Fl. 17. ἐγὼ γὰρ ἦν θνητὴ, οἱ δὲ θεοὶ οὔ. Fl. 21.
οὐκ ἰσόθεος ἦν. οὐκ ἀποδίδοται δὲ τοῦτο πρὸς τὸ πλήν, ἀλλὰ πρὸς τὸ ἴσος. Gu. καὶ Σοφοκλῆς ἐν Φιλοκτήτου δράματι “οἰκουμένη γὰρ στέγη πυρὸς μέτα πάντ᾿ ἐκπορίζει πλὴν τὸ μὴ νοσεῖν ἐμέ.” Gu. τὸ πλήν μετὰ πασῶν τῶν πτώσεων συντάσσεται πλὴν τῆς κλητικῆς. Gu.
δουλείας. Fl. 6. 9. 10. 21. 56. 59. 76. Gr. τοῦτο τὸ δούλη. Gu.
ἔθω, τὸ ἐξ ἔθους τι διαπράττω· ὁ μέλλων ἔσω, ὁ παρακείμενος 84 ἦκα, ὁ μέσος ἦθα καὶ Ἀττικῶς εἴωθα, ἡ μετοχὴ εἰωθὼς, τοῦ εἰωθότος, τὸ οὐδέτερον τὸ εἰωθός. I. οὐκ εἰωθὸς ὄν: οὐ σύνηθες ὂν τοῦτο τὸ ὄνομα τῆς δουλείας ἐν ἐμοί· καὶ γὰρ οὐκ ἦν ποτε δούλη. Fl. 21. πρόθυμός εἰμι εἰς τὸ θανεῖν· οὐκ εἴωθα τῆς δουλοσύνης τὰ ἔργα. Fl. 33.
τινῶν καὶ ἀπηνῶν κατὰ τὰς φρένας, ὅστις, ἐκείνων λέγω, ἀγοράσει δι᾿ ἀργυρίου ἐμὲ, τὴν ἀδελφὴν τοῦ Ἕκτορος καὶ ἑτέρων πολλῶν, προσθεὶς δὲ ἐν τοῖς δόμοις ἀνάγκην σιτοποιὸν, ἤτοι ἀρτοποιητικὴν, ἀναγκάσει ἐμὲ, ἄγουσαν ἡμέραν λυπηρὰν, καὶ σαροῦν τὸ δῶμα, καὶ ἐφεστάναι ταῖς κερκίσιν, ἀντὶ τοῦ ὑφάσμασιν (ἀπὸ μέρους τὸ πᾶν).
τὰ ἐμὰ δὲ λέχη καὶ τὴν ἐμὴν κοίτην μιανεῖ δοῦλος ὠνητὸς ποθὲν, τυράννων καὶ βασιλέων πρόσθεν ἄξια ὄντα. οὐ δῆτα, ἤτοι οὐκ ἀνέξομαι ζῆν ἐν τούτοις, οὐ προτιμήσω ταῦτα τοῦ θανάτου· ἀφίημι τόδε τὸ φέγγος τῶν ὀμμάτων ἐλεύθερον, προστιθεῖσα τῷ θανάτῳ τὸ ἐμὸν σῶμα. I. ἴσως ἄν: οἱ Ἀττικοὶ πῆ μὲν ἐκλείπουσι τὸ ἂν, πῆ δὲ
πλεονάζουσιν, ὡς ἐνταῦθα, ἴσως ἂν τύχοιμ᾿ ἄν. Gu.
ὅστις: δεσπότης. Fl. 21. ὃς ὥς τινα ἀργυρώνητον δοῦλον. Fl. 33. δι᾿ ἀργύρου. Gr.
Fl. 33. κατ᾿ ἐξοχήν. κατ᾿ ἐξαίρετον τῶν ἄλλων διὰ τὸ ἀνδρεῖον. Gu.
ὄργανά τινα δι᾿ ὧν συνέχονται τὰ ὑφαινόμενα, ἃ αἱ γυναῖκες ἰδιωτικῶς σαγίτας καλοῦσι. Gu. καὶ ἐφιστάναι κερκίσι καὶ ἐπιστασίαν ἔχειν καὶ ἵστασθαι, τουτέστιν ὑφαίνειν ἐπὶ τοῖς ἱσταρίοις. Gu.
Mosq. ἐπιστάτην εἶναι. Fl. 17. καὶ σαίρειν, ἤγουν φιλοκαλεῖν τὰ οἰκήματα, καὶ παρειστήκειν καὶ κιρνᾶν, ἢ ἐν ὑβρίσμασιν παρειστήκειν. Fl. 33.
ἄθλιον βίον. Gu. ἀναγκάσει: ὁ ἐμὸς δεσπότης. Fl. 21.
πάσχειν τοιαῦτα. ἐλεύθερον δὲ ἀφίημι τὸ φῶς τοῦτο τῶν ἐμῶν 86 ὀμμάτων. οὐ γὰρ ἔστιν ὑπηρετήσει καὶ δουλεύσει τοῖς ἐμοῖς ὀφθαλμοῖς ἐπὶ τὸ ὁρᾶν καταφωτίζον αὐτοὺς. ἐπεὶ προστίθημι τῷ Ἅιδῃ τὸ ἐμὸν δέμας. A.
ὀφθαλμούς μου ἐλευθέρως. Fl. 17. ταῦτα ὑποστήσομαι. Fl. 10. οὐκ ἀφίημι, διότι καὶ οἱ ὀφθαλμοὶ ἡμῶν ἀκτῖνας ἐκπέμπουσιν, αἳ προσομιλοῦσι ταῖς ἡλιακαῖς ἀκτῖσιν· οὐκ ἄλλως γὰρ ὁρῶμεν ἀλλ᾿ ἢ ἐκ τῆς πρὸς ἄλληλα σχέσεως· θατέρου γὰρ ἐπιλάμψαντος, κἂν τὸ ἓν ἐπικρατεῖ, σκότος ἡμῖν τὰ πάντα λελόγισται. Fl. 17. οὐκ ἀνέξομαι
ζῆν ἐν τούτοις, οὐ προτιμήσω ταῦτα τοῦ θανάτου. Gr. ἔσται τοῦτο. Gu. ἀφίημι: καταλιμπάνω. Gu. ἐλεύθερον: ἤτοι ἐλεύθερον δουλείας. τουτέστιν ἐλευθέρα θέλω ἀποθανεῖν. Gu. ἀφίημι τόδε τὸ φέγγος τῶν ὀμμάτων ἐλεύθερον, προστιθεῖσα τὸ ἐμὸν δέμας τῷ Ἅιδῃ, ἀντὶ τοῦ τῷ θανάτῳ. Gr.
ἐλπίδος ὁρῶ οὔτε δόξης καὶ ὑπολήψεώς τινος, ὅτι ἀπόκειται ποτὲ πρᾶξαι καλῶς καὶ εὐτυχῆσαι. I.
17. θῦσον, σφάξον. Gu. διεργάζω διαχειρίζω διαχρῶ καὶ ἐκπράττω τὸ φονεύω σημαίνουσιν. Gu. ἄγων ἀγαγών. Fl. 17. διὰ χειρός. Fl. 59.
ὡς ἔχει τὸ τοῦ Σοφοκλέους “οὔτε του σάλπιγγος” καὶ τὼ χεῖρε παρὰ πᾶσι καὶ τοῖν πόλεοιν παῤ Ἰσοκράτει καὶ Θουκυδίδῃ. B. Gu. ἡ δόξα καὶ ἐγγὺς ἐλπίδος ἐστὶν, ἀλλ᾿ οὐκ ἔχει τὸ πλέον, καὶ ὥσπερ προηγούμενόν ἐστι τῆς ἐλπίδος· ἔστι γάρ τι, ἀφ᾿ οὗ τις δοξάζων περὶ αὐτοῦ τὰ βελτίω εἶτα ἐλπίζει. Gu.
τοῦ τυχεῖν αἰσχρῶν παῤ ἀξίαν· ὅστις γὰρ οὐ συνήθειαν ἔχει πεῖραν λαμβάνειν τῶν δυστυχιῶν, φέρει μὲν τιθεὶς ἐν τῷ ζυγῷ τὸν αὐχένα, ἤγουν ἐν τῇ ἀνάγκῃ τῆς δυστυχίας, ἄχθεται δὲ, ὥσπερ δηλονότι βοῦς ἀγύμναστος ὑπὸ ζυγὸν τιθεμένη. θανὼν δὲ εἴη ἂν μᾶλλον εὐτυχέστερος ἢ ζῶν· τὸ γὰρ μὴ καλῶς ζῆν, μεγάλη ὀδύνη. Gr. I.
59. 76. Gr. μήτε. Fl. 17. φλυαροῦσα, μηδὲν ἀνύουσα, M. Fl. 10. δρῶσα: κωλύουσα. Fl. 59. πράττουσα. Fl. 10. συμβούλου; σύνθελέ μοι, σὺν ἐμοὶ βουλεύου ἀποθανεῖν. M. Fl. 10. σύνθελε. Fl. 17. Gu. σὺν ἐμοὶ βούλου. Gr. ἢ λέγουσα ἢ ποιοῦσα συμβούλευσόν μοι θανεῖν, πρὶν ἀνάξιόν τι πάθω. Fl. 33.
ὑπομένει. Fl. 6. 9. 21. 56. 59. 76. Gr. ταῦτα. Gu. τὸ αὐχέν᾿ ἐντιθεὶς ζυγῷ σύναπτε πρὸς τὸ φέρει μὲν, οὐ πρὸς τὸ ἀλγεῖ δέ. Bar. 74. Gu. ἀλγεῖ: ἄχθεται. Gr. διὰ τὸ ἀσύνηθες. Gu. ἐντιθείς: ὑποβαλών. Fl. 56. Gu. ζυγῷ: ἤγουν ἀνάγκῃ. Gu. πρωθύστερον. Gu.
καὶ δοξαζόμενοι γίνονται οἱ παρασκευάζοντες ἑαυτοὺς ἀξίους εἶναι τῆς εὐγενείας. οἷον, τοῖς ἄξια τῆς εὐγενείας διαπραττομένοις ἐπεκτείνεται τὸ ὄνομα τῆς εὐγενείας ἐπὶ πλέον καὶ ἐνδοξότερον γίνεται. A.M. Ἄλλως εἰς τὸ αὐτό. σαφὴς, φανερὸς καὶ πρόδηλος χαρακτὴρ τὸ ἀπὸ ἀγαθῶν γενέσθαι, οἷον ἀπὸ εὐγενοῦς
προελθὼν πᾶσιν εὐδιάγνωστός ἐστι καὶ ἐπὶ πολὺ θαυμάζονται καὶ δοξάζονται οἱ αὑτοὺς ἀξίους τῆς εὐγενείας παρασκευάζοντες, ἤγουν ἄξια τῆς εὐγενείας διαπραττομένοις ἐπεκτείνεται τὸ ὄνομα τῆς εὐγενείας ἐπὶ πλέον καὶ ἐνδοξότεροι γίνονται, ὥσπερ καὶ ἡ Πολυξένη ἄξια 89 τῆς ἑαυτῆς εὐγενείας πέπραχεν. εἵλετο γὰρ θανεῖν ἢ δούλη ὑπάρχειν. ἡ δὲ σύνταξις οὕτω, δεινὸς χαρακτὴρ καὶ ἐπίσημος ἐν βροτοῖς τὸ ἀπὸ ἐσθλῶν γενέσθαι (λείπει δὲ ἡ ἀπό πρόθεσις) καὶ ἐπὶ πλέον ἔρχεται τὸ ὄνομα τῆς εὐγενείας ἐν τοῖς ἀξίοις αὐτῆς τῆς εὐγενείας.
πολλοὶ γὰρ εὐγενεῖς, ἀλλ᾿ οὐκ ἐπὶ πλέον ἔρχεται τὸ ὄνομα τούτων μὴ τὰ τῆς εὐγενείας πραττόντων ἄξια. A.
τὴν εὐγενῆ αὐτοῦ φύσιν καὶ τοὺς λόγους ποιεῖται· καὶ δῆλος τοῖς οὐκ εἰδόσιν αὐτὸν γίνεται. Ἄλλως. ὅστις ἐστὶν εὐγενὴς καὶ γένους λαμπροῦ χαρακτηρίζει ἑαυτὸν καλοῖς λόγοις καὶ ἤθεσι, καὶ δῆλος τοῖς οὐκ εἰδόσι τὴν ψυχὴν αὐτοῦ ἐντεῦθεν καθίσταται. καὶ τὸ τῆς εὐγενείας ὄνομα μέγιστον τότε γίνεται ὅταν οἱ διαδεξάμενοι τοῦτο
ἄξια τούτου δρῶσιν, ὁποῖόν τι καὶ νῦν γέγονεν. B. Gu. I. Ἄλλως. ἐπιτήδειος χαρακτὴρ, ἤτοι σφραγὶς καὶ σημεῖον, καὶ ἐπίσημος, ἤγουν διάδηλος, ἐν βροτοῖς, τὸ γενέσθαι τινὰ δηλονότι ἀπὸ ἐσθλῶν καὶ εὐγενῶν. καὶ ἐπὶ μεῖζον ἔρχεται, ἤτοι αὐξάνει καὶ πλέον γίνεται, τὸ ὄνομα τῆς εὐγενείας τοῖς ἀξίοις, ἢ ὑπὸ τῶν πραττόντων
ἀνάξια τῆς εὐγενείας. I. τὸ ἐξ ἀγαθῶν καὶ εὐγενῶν τινὰ γενέσθαι ἱκανόν ἐστιν εἰς γνωριμότητα καὶ χαρακτηρισμὸν ἐν τοῖς ἀνθρώποις· εἰ γάρ τοι καὶ ὁ γεννηθεὶς ἐξ εὐγενῶν μὴ ἔχῃ τινὰ ἀγαθὴν καὶ καλὴν πρᾶξιν, ὅμως ἐκ τῆς τῶν γονέων περιφανείας ἄριστος καὶ αὐτὸς εἶναι ὑπολαμβάνεται· εἰ δὲ καὶ τῆς εὐγενείας ἄξια πράττοι
τι, ἐπὶ πλέον τῆς εὐγενείας αὐτῶν αὔξεται καὶ ἐνδοξότερος γίνεται. Fl. 17.
μέρος. Gr. I. κατάδηλος. Fl. 17. φοβερόν ἐστι τοῖς ἀνθρώποις καὶ ἄθλιον ὁ ὑψηλὸς χαρακτὴρ, ἤγουν ἄνθρωπος ἐξ ἀγαθῶν γονέων, τοῦ γενέσθαι ἄσημος καὶ ἀφανὴς, ὅτι τῆς εὐγενείας τὸ ὄνομα αἰσχύνεται, Fl. 33. διάδηλος. Gr. φανερός. Gu.
γονέων. Gu.
ἐνδοξότεροι γίνονται. M. ἀπὸ τῶν ἀξίων τῆς εὐγενείας. Fl. 17. 6. 9. 21. 56. 59. 76. Gr.
πολλοὶ γὰρ εὐγενεῖς, ἀλλ᾿ οὐκ ἐπὶ πλέον ἔρχεται τὸ ὄνομα τῶν μὴ τὰ τῆς εὐγενείας πραττόντων ἄξια. Gu.
ἐμὲ δὲ ἄγοντες πρὸς τὸν τάφον τοῦ Ἀχιλλέως κεντεῖτε καὶ σφάζετε, μὴ φείδεσθε, ἐμοῦ δηλονότι· ἐγῶ γὰρ ἔτεκον τὸν Πάριν, ὃς ὤλεσε τὸν Ἀχιλλέα τρώσας διὰ τόξου. I.
91 ῥήματα λέγειν δηλοῖ, ἐνίοτε δὲ τὸ ὀρθῶς καὶ ἀληθῶς λέγειν, ὡς ἐνταῦθα. Gr. I. εἶπας: ὅτι βούλῃ ἀποθανεῖν. Fl. 21.
ἤγουν μὴ φονεύσετε. Fl. 17.
ὡς τὸ “ἄγει ἡ θάλασσα γαλήνην,” ποτὲ δὲ τὸ τελῶ, ὡς τὸ “ἑορτὴν ἄγει τὸ ἔθνος,” ποτὲ δὲ τὸ ἡγοῦμαι, ὡς τὸ “τοὺς νόμους μεγάλους ἄγω.” B. πρὸς πυράν: πυρὰ τὸ πῦρ τὸ ἐπὶ νεκρῷ ἁπτόμενον, καὶ ὁ τόπος ἐν ᾦ τὸ πῦρ ἅπτεται. I.
Gu. μὴ φείδεσθ᾿: ἤγουν μὴ ἀκριβολογεῖσθε. Fl. 17. ἐλεήσατε. Fl. 21. 56. ἔλεον λαμβάνετε. Gu. τέκον: ἔτεκον. Gr. ἐγέννησα. Fl. 17. Πάριν: ἤγουν τὸν Ἀλέξανδρον. Fl. 17. ἐμὲ κτείνατε, μὴ ἐλεήσητε. ἐγὼ ἔτεκον τὸν Πάριν, ἤτοι τὸν Ἀλέξανδρον. Fl. 33.
παῖδα τῆς Θέτιδος, ἤγουν τὸν Ἀχιλλέα. Fl. 33. σημείωσαι ὅτι εἰς Τροίαν ἐφονεύθη ὁ Ἀχιλλεὺς ὑπὸ τοῦ Ἀλεξάνδρου νυμφοστολικῶς πορευόμενος· περιπλεξάμενος γὰρ αὐτὸν ὁ Ἀλέξανδρος χάριν ἀσπασμοῦ διεχειρίσατο αὐτὸν μαχαίρᾳ. ἄλλοι δέ φασιν ὡς ἀντικρὺς αὐτοῦ στὰς ἔτρωσεν αὐτὸν μετὰ βέλους. Gu.
συμφονεύσατε τῇ θυγατρί. A. οὐχὶ σὲ τὸ τοῦ Ἀχιλλέως ὅραμα ᾐτήσατο τοὺς Ἕλληνας, ἀλλὰ ταύτην. Fl. 33.
αἵματος τῇ τε γῇ γενήσεται καὶ τῷ αἰτοῦντι Ἀχιλλεῖ. I.
ᾐτήσατο, φησὶν, ὑμεῖς δὲ, ἐπεὶ οὐ βούλεσθε ἐμὲ μόνην ἀποκτιννύναι, ἀλλὰ σὺν τῇ θυγατρὶ φονεύσατε. Gu. I. ὑμεῖς δέ: εἰ καὶ τὸ φάντασμα ἐκείνην ᾔτησεν, ἀλλ᾿ ὑμεῖς με σὺν τῇ θυγατρὶ φονεύσατε. M.
γῇ καὶ τῷ νεκρῷ, ἐὰν κἀμὲ συσφάξητε τῇ παιδί μου. A.
ἄλλος θάνατος πρὸς ἄλλῳ· οὐ θέλομεν γὰρ ὀφείλειν καὶ τὸν σὸν θάνατον. A. ἱκανῶς ἔχει ὁ θάνατος τῆς σῆς θυγατρός· οὐκ ἄξιον προσενεχθῆναι καὶ ἕτερον σφαγιάσαι· εἴθε μηδὲ τόνδε ὠφείλομεν ποιεῖσθαι. I.
οὐ προσενεκτέος. M. Fl. 17. οὐκ ἄξιος προσφέρεσθαι. Fl. 6. 9. 93 21. 56. 59. 76. Gr. κομιστέος, ληπτέος. Gu. ἀρκετός ἐστιν ὁ τῆς κόρης θάνατος, οὐκ ὠφείλομεν ἄλλον ὑπὲρ ἄλλου σφάξαι. Fl. 33.
6. 9. 21. 56. 76. μηδὲ τόνδʼ ὠφείλομεν: ἀντὶ τοῦ οὐ γὰρ ἀναγκάσεις με συναποκτεῖναί σε τῇ θυγατρί σου. A. εἴθε μηδὲ τοῦτον ἐχρεωστοῦμεν. Gr.
ἐπεὶ τὰ μετὰ ἀνάγκης δούλης. Fl. 10.
σομαι, ἵνα εἰπόντος ἐκείνου σφαγήτω καὶ ἡ Ἑκάβη ἀκούσω τούτου. A. πῶς λέγεις συναποθανεῖν; οὐ γὰρ οἶδα ὅτι κέκτημαι δεσπότην σὲ, τοῦτό με ποιῆσαι ἀναγκάσοντα. I. πῶς; ποιήσω τοῦτο δηλονότι; ἤγουν οὐ δύναμαι. καὶ γὰρ ἐγὼ κέκτημαι δεσπότας, ἤγουν κυρίους, τὸν Ἀγαμέμνονα καὶ τὸν Μενέλαον, καὶ οὐκ
οἶδα τί βουλήσονται ἐκεῖνοι ἐν τούτῳ. Fl. 21. πῶς: ἔστιν ἀνάγκη. Gu. θέλεις ἀποθανεῖν; οὐ γὰρ ἀναγκάσεις με συναποκτενεῖν σε τῇ σῇ θυγατρί· οὐ γὰρ ἔχω σε κυρίαν καὶ δεσπότριαν, ὡς τὸ προσταχθέν σοι πληρώσω καὶ ὑπακούσομαι. Gu. οὐ γὰρ οἶδα δε σπότας κεκτημένος: τὸ οἶδα κεκτημένος οὐκ ἔστι περίφρασις Ἀττικὴ
ἀντὶ τοῦ κέκτημαι, ἀλλὰ οὕτω νόει· οὐ γὰρ οἶδα ὅτι δεσπότας ἔχω. Gu. δεσπότας: ἤγουν αὐθέντας. Fl. 17. κεκτημένος: ἔχων. Fl. 56. οὐ δοῦλός εἰμι, ἵνα μετὰ ἀνάγκης δεσποτῶν διαπράττωμαί τι. M. Fl. 19. ἐπεὶ τὰ μετὰ ἀνάγκης δούλοις πρέπει. M.
ἐστιν εἶδος δένδρου μικροῦ, ὅπερ καὶ ἐν ταῖς ἀμπέλοις συνεχῶς ἀνέρχεται καὶ εἱλίσσεται ἐν αὐταῖς, ἀναφέρεται δὲ Διονύσῳ. εἰς νάρθηκα γὰρ ἔπλεκον τὸ αὐτὸ φυτὸν καὶ οὕτως ἐχόρευον αἱ Βάκχαι τῷ Διονύσῳ. A. ὥσπερ ὁ κισσὸς ἔχεται τῆς δρυὸς, οὕτως ἕξομαι αὐτῆς. I. ὁποῖα: καθά. Fl. 17. ἐπιρρηματικῶς, ἀντὶ τοῦ ὡς. Fl. 6. 9. 56.
59. 76. Gr. τοιαύτη ἔσομαι· ἐπιρρηματικῶς, ἀντὶ τοῦ ὡς ἔχεται, οὕτω τῆς Πολυξένης ἅψομαι. Fl. 21. ὅπως: οὕτως. Gr. τὸ ὅπως ἀντὶ τοῦ ὥσπερ, ἀντὶ τοῦ πῶς, ἀντὶ τοῦ ἵνα, ἀντὶ τοῦ ἐπεί, καὶ ἀντὶ τοῦ οὕτως. Gu. ἕξομαι: ἅψομαι. Gr. περιπλακῶ. Gu.
τοῦτο ποιήσεις, τὸ συσφαγιασθῆναί σε τῇ θυγατρὶ, ἀλλὰ καταλείψεις αὐτὴν μόνην. A. οὐχ ἕξῃ, οὐ ποιήσεις τοῦτο, τὸ ἕξεσθαι δηλονότι τῆς θυγατρὸς, ἢν πείθῃ τοῖς φρονιμωτέροις σου. I. οὐκ: μὴ οὕτως ποιήσῃς, μὴ ἅψῃ τῆς θυγατρός. Fl. 6. 9. 21. 56. 59. 76. Gr. μηδαμῶς τοῦτο ποιήσεις. Fl. 10. σοφωτέροις: φρονιμωτέροις. Gr.
χωρισθήσομαι. Fl. 6. 9. 21. 56. 59. 76. χωρισθήσομαι, ἀπολύσω. Gr. ἀπολειφθῶ. Gu. ταύτης μοι δὲ τῆς παιδὸς ἐκοῦσα οὐ χωρισθήσομαι, οὐκ ἐάσομαι. Fl. 33.
σύ γε πάθῃς ταῦτα· οὐ γὰρ ἄξιον παθεῖν. ἀλλʼ, ὦ προσφιλὴς μῆτερ, δός μοι τὴν γλυκυτάτην σου χεῖρα καὶ τὴν παρειὰν προσερεῖσαι τῇ ἐμῇ παρηΐδι, ὅτι οὐ μετὰ ταῦτα, ἀλλὰ νῦν τελευταῖον θεάσομαι τὸν κύκλον τοῦ ἡλίου. τέλος δὲ δὴ λαμβάνεις τῶν ἐμῶν προσαγορεύσεων καὶ λαλιῶν. ὦ μῆτερ, ὦ τεκοῦσα, ἀπέρχομαι εἰς τὸν Ἅιδην ἀνύμφευτος
καὶ ἄμοιρος ὑμεναίων, ὧν ἔπρεπεν ἐμὲ λαχεῖν δηλονότι. ὦ θύγατερ, ἐγὼ δὲ δουλεύσω ἐν τῇ παρούσῃ ζωῇ. I. πιθοῦ: πείσθητι. Gr. Λαερτίου: ἀντὶ τοῦ Λαέρτου. M.
μὴ τῇ τούτων τάσει καὶ τῇ τοῦ πνεύματος φορᾷ τὸ πλοῖον ὑποβρύχιον γένηται. Gu. σύγγνωθι γονοῖς. Fl. 21. ὑποχώρει, ἐνδίδου, ἀπὸ μεταφορᾶς τῶν ὑποχαλώντων τὸν πόδα πολλοῦ ὄντος ἀνέμου ἐν τῷ ἀρμένῳ τοῦ πλοίου. A.M. Fl. 10. ὑπόπιπτε, ὕπεικε. Gu. θυμουμένοις: τοῖς λυπουμένοις. Fl. 33. ὀργιζομένοις. Gr.
56. 59. 76. Gr. ἀπλοῦν ἀντὶ κτητικοῦ. Gu. τὴν δὲ γεγηρακυῖαν πρόσοψιν, μετὰ βίας πατουμένη. Fl. 33. πρὸς βίαν ὠθουμένη: 96 βιαίως ἐκκρουομένη, βιαστικῶς διωκομένη. Cant. πρὸς βίαν: βιαίως. Ἀττικόν. βιαστικῶς ἀποπεμπομένη. Gu.
προσφθέγματα. Fl. 21. τῶν ἐμῶν λόγων τὸ τέλος εἴληφεν. Fl. 33.
τούτων, ὦ μῆτερ, ὁ τεκοῦσα, ἄπειμι δὴ κάτω ἄνυμφος, ἀνυμέναιος, ἄνευ τῶν ἐπὶ γάμῳ λεγομένων ὕμνων, ἐκεῖ δʼ ἐν Ἄιδου κείσομαι χωρὺς σέθεν, ἀντὶ τοῦ σοῦ. ἡ μὲν δὴ ἐβόα Ἑκάβη ἐκείνης λαλούσης, ὅπως 97 ἀποκριθῇ καὶ εἴπῃ αὐτῇ τι, καὶ οὐκ ἀντεῖπεν αὐτὴ μέχρι τοῦ στίχου τοῦ λέγοντος “τί σοι πρὸς Ἕκτορʼ ἢ γέροντʼ εἴπω πόσιν;ʼ᾿ A. ὦ τεκοῦσα: ἤγουν ἡ γεννήσασα. Fl. 17. κάτω, ἐν Ἄιδῃ. Fl. 10.
σπλάγχνον ἤ τι τοιοῦτο λεπτότατον, σπερ δέρμα· ἐπεκράτησε δὲ ἰδίως λέγεσθαι ὑμένα τὸν τῆς παρθενίας, οὗ διαρηγνυμένου τῇ συνουσίᾳ οὐκέτι τό θῆλυ πρὸς παρθενίαν ἐστί. διὸ καὶ λέγεται ἀπὸ τούτου ὑμέναιος ἡ ἐπιθαλάμιος ῳδὴ, ἤγουν ἡ ἐπὶ τῷ γάμῳ καὶ τῇ διαρρήξει τούτου τοῦ ὑμένος ᾀδομένη, ἀφʼ οὗ ὕμνος, ὃς
ἐπὶ θεοῦ μὲν καὶ θείων ἀνδρῶν ὡς ἐπὶ τὸ πολὺ λέγεται, ἐτάχθη δὲ ὅμως λέγεσθαι καὶ ἐπὶ τῆς ἀπλῶς ὥδῆς, καθὸ λέγουσιν ὑμνοπόλους τοὺς ποιητὰς ἤτοι τοὺς ἀναστρεφομένους περὶ τὴν ὥδὴν ἁπλῶς, ἤγουν τὴν ἐμμελῆ συνθήκην καὶ ἔμμετρον. λέγεται ὕμνος καὶ ἡ φήμη καὶ διαλάλησις, καθὸ λέγεται παρὰ Σοφοκλεῖ τὸ “βαιὰ μὲν, ἀεὶ δʼ
ὑμνούμενα.” κατὰ τοῦτο δὴ τὸ τελευταῖον σημαινόμενον λέγεται τὸ “προθέλυμνον ἔπεσε τὸ δένδρον,” ἤγουν οὕτως ἔπεσεν ὡς εἰς φῶς προαχθῆναι καὶ τὸ μέρος ἐκεῖνο αὐτοῦ, διʼ οὗ θέλει τὸ ὄνομα καὶ τὴν μνήμην, τουτέστι τὴν ῥίζαν. ταύτης γὰρ σωζομένης, εἰ καὶ πᾶν ἐκκοπείη τὸ δένδρον, βλαστήσειεν ἄν τι ἀπʼ αὐτῆς, ὃ φυλάξει τοῦνομα
καὶ τὴν μνήμην τοῦ δένδρου. εἰ δʼ ἀπολοιτο αὕτη, καὶ ἡ τοῦ δένδρου πᾶσα ἐλπὶς καὶ μνήμη συναπόλλυται. ὁσάκις δὲ λέγει ὁ Ὅμηρος προθέλυμνον, ὅτι τὸ προβεβλῆσθαι καὶ ῥύεσθαι ἐπισπᾶται ὄνομα καὶ μνήμην. λέγεται καὶ πρόρριζον ἔπεσε τὸ δένδρον ὁμοίως, ἤγουν οὕτως 98 ἔπεσεν ὡς καὶ τὴν ῥίζαν αὐτοῦ ἀνασπασθῆναι καὶ εἰς φῶς προαχθῆναι. Gu.
νεογνοῖς νυμφίοις. Fl. 33.
ἐλέους. διὰ τὸ τιῦ θανάτου ἄωρον. Gu.
πάτρων, καὶ κλίνεται πάτρωνος. I. δούλη: ὡς δούλη θνήσκω ἡ πρόσθεν ὑπάρχουσα βασιλέως θυγάτηρ. Fl. 33. ἐλευθέρου: κυρίου. Fl. 21. ἤγουν ἀκαταδουλώτου, ἢ εὐτυχῶς καὶ καλῶς τραφέντος, ἤγουν βασιλέως. Gu.
γʼ ἄμμοροι τέκνων: ἐζήτηται ἐνταῦθα πῶς δέκα καὶ ἐννέα παῖδας ποιήσασα Ἑκάβη πεντήκοντα ἑαυτὴν παίδων ἀμέτοχόν φησι. καὶ φαμὲν ὡς συμπεριείληφε τοὺς νόθους παῖδας τοῦ Πριάμου σὺν τοῖς ἑαυτῆς. A. ἡμεῖς δὲ ἄμοιροι καὶ ἐστερημένοι πεντήκοντα 99 τέκνων. ιθ΄ ἐγέννησεν αὕτη· αὔξουσα δὲ τὸ πάθος ν΄ λέγει, ἢ ὅτι συμπεριλαμβάνει καὶ τοὺς νόθους τοῦ Πριάμου παῖδας σὺν τοῖς παισὶν ἑαυτῆς διὰ τὴν διάθεσιν τοῦ ἀνδρός. Gu. I. πεντήκοντα αὔξουσα τὸ πάθος φησί· ιθ΄ γὰρ μόνους παῖδας ἐγέννησεν. καὶ Ὅμηρος
“ ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν·ʼʼ ἢ ὅτι ἐμπεριλαμβάνει τοὺς νόθους διὰ τὴν διάθεσιν τοῦ ἀνδρός. M. Fl. 10. σύλληψις δὲ λέγεται ὁ τρόπος· οὐδὲ γὰρ αὐτὴ ἐγέννησεν, ὁ δὲ Πρίαμος ἐξ ἄλλων γνναικῶν. M. τί ν΄ λέγει; ὅτι ν΄ τέκνα ἐποίησεν ὁ Πρίαμος. Fl. 33. ἄμοιροι: ἀμέτοχοι. M. Fl. 2. ἐστερημένοι. Fl. 56. Gu.
Gu. Fl. 10. I. ὢ τῆς πρὶν τοῦ προσήκοντος καιροῦ ἀθλίας τύχης. 1. στέρνα: στήθη. Fl. 21. 59. ἡδέως: γλυκέως. Fl. 21.
ἀώρου: ἀκαίρου. Fl. 56. Gu. ταχυθανάτου, μήπω γηρασάσης, τουτέστι νέας. M. Gu. τύχης: ἡμῶν δηλονότι. Fl. 21.
σου καλύψει τοὺς σοὺς ὀφθαλμούς. A.
ἡ γεννήσασά με. Fl. 17. μῆτερ ἐμή. Fl. 21. Κασάνδρα: ἀδελφή. Fl. 21. 56. ἡ Κασάνδρα ἀδελφὴ ἦν τῆς Πολυξένης. Fl. 33.
πιστεύω ζῆν τὸν Πολύδωρον. A. τοῦ ὀνείρου γὰρ ἐμνημόνευσεν, ὃν εἶδε περὶ ἐκείνου ἐν τῇ ἀρχῇ τοῦ δράματος. Gu. εἰ ζῇ γε: χαιρήσεται δηλονότι· ἀπιστῶ δὲ, ὅτι οὕτω κατὰ πάντα δυστυχῶ. I. πάντα: ἐν πᾶσι. Fl. 21. δυστυχῶ: ὥστε ἀπιστεῖν εἰ ξῇ. Fl. 10.
Fl. 17. 59. 76. Gr. συγκλείσει: ἀσφαλίσει. Fl. 17. καλύψει. Fl. 21. Gu.
Gu. κάρα: κοινῶς μὲν ἡ κράς λέγεται, τῆς κρατὸς, ἡ δὲ τραγῳδία καὶ τὸ κρᾶτα λέγει οὐδετέρως, ὡς τὸ κάρα· ἡ δὲ κάρα τῶν νεωτέρων ἐστίν. I. πέπλοις: ἐν. Fl. 17. σκεπάσμασιν. Fl. 21. τοῖς σοῖς ἢ τοῖς ἐμοῖς. Gu.
κηροῦ καὶ τῶν κατʼ ὀλίγον ἀναλισκομένων, καὶ ἀπὸ τούτου ἐπὶ τῶν καταπιπτόντων ὑπὸ λύπης καὶ διαρρεομένων. B. Gu. I. δεδάμακα. Fl. 17. ἔλυσα. El. 21. ἐξετάκην τὴν ἐμαυτοῦ καρδίαν. Fl. 6. 9. 21. 56. 59. 76. Gr. ἐδάμασα. Fl. 56. Gu. ἤγουν κατακέκομμαι τὴν ψυχὴν, ἐδαμάσθην. Gu. καρδίαν: τὴν ἐμαυτῆς καρδίαν ἐκτέτηκα
τοῖς θρήνοις τῆς μητρὸς, κἀγὰ δὲ ταύτην ἐκτήκω. A.M. ἐμήν. Fl. 10. ἐξεπλάγην τῇ καρδίᾳ τοῖς θρήνοις τῆς ἐμῆς μητρός. Fl. 33.
φῶς ἀνακαλεῖσθαι, πλὴν ὅσον φθάσαι με εἰς τὸν τάφον τοῦ Ἀχιλλέως. ὅταν δὲ ἐκεῖ φθάσω, οὐκέτι προσφωνήσω σοι, δηλονότι ἕως οὗ τὴν ὁδὸν ταύτην τελειώσω καὶ φθάσω εἰς τὸν τοῦ Ἀχιλλέως τάφον, ἔκτοτε οὐκ ἴδω τὸ φῶς, οὔτε προσφθέγξομαι αὐτό· σφαγήσομαι γάρ. A. οὐδέν ἐστι τὸ μεταξὺ τῆς πυρᾶς τοῦ Ἀχιλλέως καὶ τοῦ
ξίφους. M. Fl. 10. μετουσία δὲ ἔστι μοι σοῦ οὐδὲν πλέον ἢ καθʼ ὅσον χρόνον ἵσταμαι μεταξὺ τοῦ ξίφους καὶ τοῦ τάφου τοῦ Ἀχιλλέως. I. μέτεστι, μετέχει ἐμοί. El. 21.
μου λύεται, πρὸ τοῦ ἀποθανεῖν λείπω τὴν ζωὴν, αἱ δʼ ἁρμονίαι λύονται τῶν μελῶν μου. ὦ θύγατερ, πρόσψαυσαι τῆς σῆς μητρὸς, δὸς τὴν χεῖραʼ μή μʼ ἄτεκνον καταλείψῃς ἀπωλόμην, ὦ φίλαι γυναῖκες. οὕτω τὴν ἐκ τῆς Λακεδαιμονίας Ἑλένην θεασαίμην, τὴν ἀδελφὴν τοῦ Κάστορος καὶ Πολυδεύκους· διὰ γὰρ τῆς ώραιότητος καὶ τοῦ προσόντος
αὐτ κάλλους αἰσχίστως καθεῖλε καὶ κατέστρεψε τὴν πρὶν εὐδαίμονα Τροίαν. I.
Fl. 21.
ἀπολείπῃς. Fl. 33. μὴ λίπῃς: μὴ ἐάσοις. Fl. 96. ἀπωλόμην: ἐφθάρην. Fl. 17. 56. Gu. φίλαι: γυναῖκες. πρὸς τὸν χορὸν τοῦτό φησι. Fl. 21.
Διοσκούρων, διὰ τῶν ὀφθαλμῶν μου ἴδοιμι. Fl. 33. Λάκαιναν: τὴν Λακωνικήν. Fl. 59. Gu. καὶ οὕτως. τὴν ἐκ τῆς Λακεδαιμονίας ἀδελφὴν τοῦ Κάστορος καὶ τοῦ Πολυδεύκους. Gr.
καλός, καὶ αἴσχιστος καὶ κάλλιστος· διὸ καὶ εἴρηται κατὰ σχῆμα ἀντίθετον τὸ διὰ καλῶν γὰρ ὀμμάτων αἴσχιστα. Cant. διʼ εὐπρεπείας. M. Fl. 21. 59. 76. ἤτοι διὰ τὴν εὐμορφίαν αὐτῆς. Fl. 56. 103 διὰ τὴν εὐπρέπειαν ἑαυτῆς. Fl. 10. διὰ τῆς προσούσης αὐτῇ ὥρας. Gu.
76. Gr. ἐκράτησε. Fl. 17. ἐπόρθησεν, ἔλαβεν. Gu. εὐδαίμονα: εὐτυχεστάτην. Fl. 56. ἥτις αἰσχίστως τὴν Τροίαν τὴν παμπλούσιον εἷλε καὶ ἠφάνισεν. Fl. 33.
αὕτη παθεῖν. ὁ δὲ χορὸς οὗτός ἐστιν ἐκ Τρῳάδων γυναικῶν, καί φησι πρὸς τὸν τῆς θαλάσσης ἄνεμον· ἀπὸ ἑνικοῦ δὲ δηλοῖ πάσας τὰς γυναῖκας ὁ ποιητής. φησὶ δὲ ταῦτα ὁ χορός. I.
M. λίμοας: ἴδιόν ἐστι τῆς ποιητικῆς τὸ χρῆσθαι ταῖς λίμναις ἀντὶ θαλασσῶν καὶ ταῖς θαλάσσαις ἀντὶ λιμνῶν. Fl. 17. λίμνην τὴν θάλασσάν φησιν ὁ Ὀμηρος “ ἠέλιος δʼ ἀνόρουσε λιπὼν περικαλλέα λίμνηνλ” M. Fl. 10.
τῇ θαλάσση τὴν πορείαν ποιουμένας, φέρεις ἐπὶ τὸ κῦμα τῆς θαλάσσής, ποῦ με τὴν ἀθλίαν ἄξεις, ἤτοι πορευθῆναι ποιήσεις; I. ὦ πνοὴ ἀνέμου καὶ διὰ θαλάσσης κομίζουσα τοὺς πόντῳ πορευομένους, ἤγουν ἐν γιαλῷ, καὶ τὰς ταχείας ναῦς ἐπὶ τὸ κῦμα τῆς θαλάσσης, ποῦ ἐμὲ τὴν ἀθλίαν διακομίσεις; Fl. 33.
ἢ ποῖ τῶν τόπων, καὶ τίνι δούλη γενήσομαι; ἆρα εἰς τὸν ὅρμον τῆς Δωρίδος γῆς με ἀπάξεις ἢ τῆς Φθιάδος, ὅπου, εἰς τὴν Φθίαν, τὸν Ἀπιδανὸν ποταμόν φασι ῥέειν, ἢ ποῦ ἀπὸ τῶν νήσων; ἆρα εἰς τὴν Δῆλόν με ἀπάξεις, ὅπου ὁ πρωτόγονος φοῖνιξ (πρωτόγονον δὲ εἶπεν αὐτὸν ὡς πρῶτον γεννηθέντα τῆς δάφνης) καὶ ἡ δάφνη κλάδους ἀνέφυσε
μελλούσης τεκεῖν τῆς Λητοῦς τὸν Ἀπόλλωνα. ἢ εἰς Ἀθήνας με ἀγάγῃς, καὶ ἐν τῷ πέπλῳ, ἐν πάσσουσι τὰ τῆς Ἀθηνᾶς ἆθλα αἱ παρθένοι, κἀγ σὺν ἐκείναις στίξω καὶ γράψω εἰς τὸν αὐτὸν πέπλον τὰ ταύτης ἆθλλα καὶ τὴν τῶν Τιτάνων γενεὰν, ἣν ὁ Ζεὺς κατέφλεξεν ἐν τῷ κεραυνῷ· ἔθος γὰρ ἦν τῷ τότε πάσσειν ἐν τοῖς πέπλοις τὰ τῶν
ψευδωνύμων αὐτῶν ἆθλα θεῶν, καθὼς καὶ ἡμεῖς ἐν τοῖς πέπλοις νῦν γράφομεν ἵππους, ὄρνις καί τινα ἄλλα. τοὺς δὲ πέπλους οὐ μόνον παρθένοι ἔκαμνον, ἀλλὰ καὶ αἱ μὴ οὕτως ἔχουσαι. καὶ ὁ μὲν νοῦς ἐστι τοιοῦτος, ἡ δὲ σύνταξις οὕτως· αὔρα ποντιὰς αὔρα, ἥτις κομίζεις τὰς ἐν θαλάσσῃ πορευομένας, ἤτοι ταχυτάτας, νῆας ἐπὶ τὸ κῦμα τῆς
θαλάσσης πῆ με τὴν μελέαν καὶ δυστυχῆ κομίσεις καὶ ἀγάγῃς (τοῦτο γὰρ δηλοῖ τὸ πορεύσεις), καὶ πρὸς τίνος οἶκον ἀφίξομαις τὸ γὰρ “δουλόσυνος πρὸς οἶκον κτηθεῖσʼ ἀφίξομαι” τοῦτο λέγει, πρὸς τίνος οἶκον ἀφίξομαι δούλη γενομένη. τὸ τῷ ἀντὶ γενικῆς, τὸ δὲ ἤ πρὸς τὸ αὔρα ἀποδοτέον, ἵν᾿ ᾖ οὕτως, αὔρα ποντιὰς, ποῖ με κομίσεις,
ἢ εἰς τὸν ὅρμον τῆς Δωρίδος γῆς, καὶ τὰ λοιπὰ διὰ μέσου, ἢ εἰς τὸν ὅρμον τῆς Φθιάδος γῆς, ἔνθα τὸν Ἀπιδανὸν ποταμὸν τὸν πατέρα τῶν καλλίστων ὑδάτων φασὶ λιπαίνειν τὰ πεδία, ἢ ποῖ με τῶν νήσων ἐπάξεις τὴν τάλαιναν. τὸ δὲ ποῖ ἀπὸ κοινοῦ πεμπομένην ἐν τῇ ἁλιήρει κώπῃ ἔχουσαν ἐμὲ οἰκτρὰν βιοτὴν ἐν τοῖς οἴκοις, οὗ γενήσομαι
δούλη, εἰς τὴν Δῆλόν με ἀπάξεις, ἔνθα πρωτόγονός τε φοῖνιξ καὶ ἡ δάφνη ἱεροὺς ἀνέσχε πτόρθους τῇ Λητοῖ φίλα ἀγάλματα καὶ δῶρα τῆς αὐτῆς ἐνδόξου ἀδῖνος, καὶ σὺν ταῖς Δηλιάσι κόραις ὑμνήσω τῆς Ἀρτέμιδος θεᾶς τὴν χρυσῆν περικεφαλαίαν καὶ τὰ τόξα, ἢ ἐν ταῖς 105 Ἀθήναις, κἀκεῖσε ἀπελθοῦσα ὑφανῶ ἐν τῷ κροκέῳ πέπλῳ τῆς καλλιδίφρου Ἀθηνᾶς τοὺς πώλους, ποικίλλουσα αὐτοὺς ἐν ἀνθοβαφέσι τονίοις ἢ μεταξίοις. ἢ τῶν Τιτάνων γενεὰν ὑφανῶ ἐν τῷ πέπλῳ, ἢν κομίζει ὁ Ζεὺς καὶ φαίνει ἐν ἀμφιπύρῳ φλογμῷ, ἤγουν κεραυνῷ.
ὤμοι τῶν ἐμῶν γονέων καὶ πατέρων καὶ χθονὸς, ἥτις κατεστράφη φλεχθεῖσα ἐν πυρί. κατὰ γὰρ τὸ πῦρ, φησὶ, γενομένη ἡ πόλις αὕτη δορίληπτος καὶ δούλη τῶν Ἐλλήνων, ἐγὸ δʼ ἐν ξένῃ γῇ δούλη κληθήσομαι λιποῦσα τὴν Ἀσίαν δούλην θεράπαιναν τῆς Εὐρώπης, ἀλλάξασα τοὺς τῶν Ἑλλήνων θαλάμους αρ Ἄιδου. φησὶ γὰρ,
κρεῖττον ἦν σφαγῆναί με ἢ δούλην γενέσθαι. πολλῶν γὰρ Τρῳάδων γνναικῶν ἐφείσαντο οἱ Ἕλληνες χάριν τοῦ μοιχεύειν αὐτάς. A.
διαβιβάσεις. Fl. 56. διὰ τὴν πολυαρχίαν τοῦτο ἔφη, διστάσασα ἐν ποίῳ μέρει μέλλει τυχεῖν. Gu.
τῆς Θετταλικῆς γῆς, ἤγουν εἰς τὰ Φάρσαλα. Gr. I.
ἀλιήρει κώπα πεμπομέναν τάλαιναν· ἔδει γὰρ, εἰ πρὸς τὸ ἀφίξομαι 106 ἦν, εὐθεῖαν εἰπεῖν πεμπομένα τάλαινα. νῦν δὲ ἐκ τούτου φαίνεται ὅτι πρὸς τὸ πορεύσεις ἐστὶ τὸ ἢ Δωρίδος, τὸ δὲ τῷ δουλόσυνος πρὸς οἶκον κτηθεῖσʼ ἀφίξομαι διὰ μέσου. Gu. I. ἢ ἀντὶ τοῦ ἄρα. Fl. 50. 59. Δωρίδος: τῆς Πελοποννήσου. ἴσως καὶ διὰ τὸν Ἀγαμέρμμνονα λέγει τοῦτο. M. Gu. Fl. 10. ἢ ἐν τῇ Πελοποννήσῳ τὸν ὅρμον.
Fl. 33. αἴας: γῆς. M. Fl. 10. Δωρίδος γῆν λέγει τὴν Πελοπόννησον, Φθίαν δὲ τὴν Θετταλίαν διὰ τὸν Νεοπτόλεμον τὸν υἱὸν Ἀχιλλέως. A.
διὰ τὸν Ἀχιλλέως υἱὸν Νεοπτόλεμον. Gu.
καὶ δάφνη πρωτόγονος ἱεροὺς ἀνεβλάστησαν κλάδους χάριν τῆς Λητοῦς τῆς φίλης, εἰς τιμὴν τῆς ὠδῖνος τῆς δίας, ἢ τῆς ἀπὸ τοῦ Διὸς, ἢ τῆς θαυμαστῆς. I.
ἀρδεύειν· τὸ γὰρ ὕδωρ τρόφιμον. M. ἀρδεύειν. Gr. ἤγουν ποτίζειν. Bar. 74. Gu. οὐ χρὴ πεδία λιπαίνειν γράφειν, ἀλλὰ τὰς γυίας, ἵνʼ ᾖ τροχαικὸν τὸ κῶλον, ὡς καὶ τῆς ἀντιστροφῆς. Bar. 74.
καὶ Ὅμηρος “Δῆλον δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοίνικος νέον ἔρνος ἀπερχόμενον ἐνόησα.ʼ λέγεται δὲ ἡ δάφνη πρῶτον ἐν Δήλῳ γενέσθαι καὶ ὁ φοῖνιξ. M. ἢ εἰς τὴν Δῆλον πορεύσεις. διὰ τὸν Ἀγαμέμνονα καὶ τοῦτο. Gu. καὶ τοῦτο ἴσως διὰ τὸν Ἀγαμέμνονα, ὅν φησιν Ὅμηρος ”\πολλῇσι νήσοισι καὶ Ἀργει παντὶ ἀνάσσειν.”
107 M. Fl. 10. ἁλιήρει δὲ τῇ ἐν ἁλὶ ἐρεσσομένῃ κώπῃ. M. Fl. 10. ἐν τῇ θαλάσσῃ ἐρεσσομένῃ. Fl. 17. διὰ κώπης ἁλιήρους, ἤγουν ᾖ ἐρέσσουσι κατὰ τὴν θάλασσαν. Fl. 6. 9. 21. 50. 59. 76. Gr. θαλασσίῳ. Gu.
Fl. 6. 9. 17. 21. 50. 59. 76. Gr.
ὅτι, ὁπηνίκα εἰς Ἀστερίαν τὴν νῆσον ἡ Λητὰὼ παρεγένετο τυγχάνουσα ἔγκυος εὐθέως ἐν τῇ γῇ τῆς εἰρημένης νήσου δύο κάλλιστα φυτὰ ἀνεβλάστησαν, φοῖνιξ καὶ δάφνη, ἐναργὲς τεκμήριον τῆς τῶν παίδων τῶν δύο τῆς Λητοῦς ἀποτέξεως, Ἀρτέμιδος καὶ Ἀπόλλωνος, ἢ καὶ ὡς ἀναθήματα παρὰ τῆς γῆς ἀνεδόθησαν τῆς καλλίστης καὶ περιφανοῦς
ὠδῖνος αὐτῆς· διὸ καὶ τὴν νῆσον μετωνόμασαν Δῆλον, ὅτι φανερὸν καὶ ἐναργὲς σημεῖον ἐν αὐτῇ ἀνεδόθη τῆς τῶν εἰρημένων παίδων αὐτῆς ἀποτέξεως. Ἄλίως εἰς τὸ ἔνθα πρωτόγονός τε φοῖνιξ. ὁ Ζεὺς κρυφίως τῆς ἰδίας γυναικὸς Ἥρας συμμιγεὶς τῇ Λητοῖ ἔγκυον ταύἐποίησεν, την ὃ γνοῦσα ἡ Ἥρα ἐδήλωσε τῇ Τῇ μὴ δέξασθαι αὐτὴν ἐν 108 τῷ καιρῷ τοῦ τοκετοῦ. τοῦτο γνοὺς ὁ Ζεὺς ἠξίωσε τὸν Ποσειδῶνα ἀναδοῦναι εἰς φῶς τὴν κάτωθεν παρʼ αὐτοῦ οὖσαν πόλιν, ὃ καὶ πεποίηκεν ἀναδοὺς τὴν σήμερον καὶ οὖσαν νῆσον Δῆλον, ἐν ᾖ καὶ δύο κλάδοι ἐβλάστησαν, φοῖνιξ καὶ δάφνη, ἄτινα κρατήσασα ἡ Λητὼ ἐν τῷ καιρῷ τοῦ τοκετοῦ ἔτεκεν Ἄρτεμιν καὶ Ἀπόλλωνα. A.
ὡς τινὲς δὲ, κινουμένη πρῶτον καὶ τότε σταθεῖσα καὶ δήλη γενομένη. εἰς ἢν Δῆλον ἡ Λητὼ ἀφικομένη ἔτεκεν Ἀπόλλωνα καὶ Ἄρτεμιν, δύο φυτῶν ὑπὸ Διὸς τότε ἀναφυέντων, φοίνικος καὶ δάφνης, οἷς ἐρειδομένη εὐκόλως τὸ ἔμβρυον ἐξήγαγεν. ἐτιμᾶτο οὖν ἐν τῇ νήσῳ Ἀπόλλων καὶ Ἄρτεμις, ὡς ἐκεῖ γεννηθέντες. φασὶ δὲ ὡς ἡ Ἄρτεμις
προεξέθορε τοῦ Ἀπόλλωνος, καὶ πρὸς τὸν τούτου τόκον Λητὼ ἐμαιεύσατο. B. Gu. I.
τοῦ Διὸς συγγενομένου Λητοῖ, καὶ ποιήσαντος αὐτὴν ἔγκυον Ἄρτεμιν καὶ Ἀπόλλωνα ζήλῳ τῆς Ἥρας μήτε ἐν γῇ μήτε θαλάσσῃ ὑποδεχομένη τῇ Λητοῖ πρὸς ἀπότεξιν, κελεύσας τῷ Ποσειδῶνι Ζεὺς, καὶ ἀνέδωκε ταύτην τὴν Ὀρτυγίαν καὶ Ἀστερίαν καλουμένην, πρότερον κρνπτομένην τοῖς ὕδασιν, ἔτι καὶ ὑποτρέμουσαν· καὶ ἐκ τοῦ φανῆναι
αὐτὴν Δῆλον ὠνόμασεν. ἐκεῖ οὖν ἐλθοῦσα ἡ Λητὰὼ, καὶ δάφνης καὶ φοίνικος πρώτως ἐκεῖ φανέντων ἁψαμένη τὴν Ἄρτεμιν γεννᾷ. ἡ δὲ 109 ταύτην μαιεύει, καὶ τίκτει καὶ τὸν Ἀπόλλωνα. καὶ Ἄρτεμις μὲν τὴν Δῆλον κατέσχεν, Ἀπόλλων δὲ εἰς Λυκίαν ἀπῆλθεν. Fl. 6. ὁ Ζεὺς τῇ Λητοῖ συμμιγεὶς, καὶ ζηλοτυπούσης ὑπὲρ τούτου τῆς Ἥρας, φοβούμενος ὁ Ζεὺς μή τι κακὸν ἐπάγοι τῇ Λητοῖ ἡ Ἥρα, κατὰ τὸ
μέσον τῆς θαλάσσης ἀνεδόθη ἡ Δῆλος νῆσος, κἀκεῖσε ταύτην ὁ Ζεὺς ἔπεμψε. καὶ μὴ ἔχουσα παραμυθίαν τινὰ ἕνεκα τῆς γέννας αὐτῆς, τότε πρώτως ἀνέδωκε τόν τε φοίνικα καὶ τὴν δάφνην ἐκ τῆς γῆς εἰς παραμυθίαν αὐτῆς. τεκοῦσα δὲ τὸν Ἀπόλλωνα καὶ τὴν Ἄρτεμιν, ἀφιερώθησαν τὰ τοιαῦτα φυτὰ τῷ Ἀπόλλωνι. διὰ τοῦτο καὶ ἱερὰ
καλοῦνται. Fl. 59.
δάφνης, καὶ ἡ δάφνη κλάδους ἀνέφυσε, μελλούσης τεκεῖν τῆς Λητοῦς τὸν Ἀπόλλωνα. I. ὁ τότε πρώτως γεννηθεὶς ἐκ τῆς γῆς ὁ φοίνιξ καὶ ἡ δάφνη. Fl. 59. κατὰ πρώτην γένεσιν, ἐπιρρηματικῶς. Fl. 6. 9. 17. 21. 56. 59. 76. Gr. πρωτοφυής. Gu.
μακρὰν ἔχει φύσει τὴν λήγουσαν, καὶ δῆλον ἀπὸ τῆς γενικῆς μακρὰν ἐχούσης τὴν παραλήγουσαν. I.
τῆς Ἀρτέμιδος. I.
M. ἄμπυξ κυρίως κόσμος τις χρυσῷ καὶ λίθοις πεποικιλμένος, ὃν περὶ τὰς κεφαλὰς αἱ γυναῖκες φοροῦσιν· ἀφʼ οὗ κατὰ μεταφορὰν καὶ οἱ διάχρυσοι χαλινοὶ ἄμπυκες λέγονται. B. I. κεφαλοδέσμιον. Fl. 10. περικεφαλαίαν. Fl. 17. 21. Gu. τὸ χρυσοῦν ὕφασμα. l. 21. ἄμπυξ γάρ ἐστιν ἐπίδεσμος
ὃς εἰς κόσμησιν τῆς κεφαλῆς περιδέδεται τῇ τριχώσει ὡς στέφανος πεπλεγμένος. Fl. 33. κρήδεμνον. Gr. εὐλογήσω: μέλψω. Fl. 6. 9. 17. 21. 56. 76. Gr. ὅπως μέλψω καὶ εὐφημήσω, ὑμνήσω. Fl. 59. Gu.
ὅπως ἐμβεβαμμένῳ ἀπὸ κρόκου ὑφάσματι τοὺς πώλους τῆς περικαλλῆ δίφρον ἐχούσης Ἀθηνᾶς ἐζευγμένους ποιήσω διαφόρως ποικίλλουσα καὶ καλλωπίζουσα ἐν ποικίλαις μετάξαις ἀνθηραῖς. I. ἢ Παλλάδος: ἢ τῆς πολεμικῆς Ἀθηνᾶς. Fl. 33. διὰ τοὺς Θησέως παῖδας Ἀκάμαντα καὶ Δημοφῶντα. Fl. 10. Gu.
ἐν Δουλοδιδασκάλῳ. A.M. ὅτι δὲ κρόκινός ἐστι καὶ ὑακίνθινος καὶ τοὺς Τίγαντας ἐμπεποίκιλται δηλοῖ Στράττις. τοῦτον δὲ ἀνιέρουν διὰ πενταετηρίδος ἐν τοῖς Παναθηναίοις. M.
καλούμενον ὑφάδιον, ὅπερ εἱλίττεται περὶ τὸν στήμονα, ὡς Πσίοδός φησι λέγων “στήμονι δʼ ἐν παύρῳ πολλὴν κρόκα μηρύσασθαι.” Ἄλλως. ἀπὸ τοῦ κρόκους ὁ αἰγιαλὸς παρὰ τὸ κείρω τὸ κόπτω κερόκη καὶ κρόκη, εἰς ὰ κείρονται καὶ κυλῶνται τὰ κύματα. οὐ μόνον δὲ αἱ παρθένοι ὕψαινον, ὥς φησιν Ἀπολλόδωρος ἐν τῇ περὶ
θεῶν αὐλῇ, ἀλλὰ καὶ γυναῖκες τέλειαι, ὡς ερεκράτης ἐν Δουλοδιδασκάλῳ. Fl. 6. 10. ὑφαντῷ· κρόκη γὰρ τὸ ὑφάδιον· ἢ κροκοειδεῖ. Gu.
οὔσης, καὶ ἃ κατὰ τῶν ιγάντων κατεπράξατο μετὰ τοῦ Διός. ὕφαινον γὰρ ἐν τοῖς Παναθηναίοις. τὰ δὲ Παναθήναια ἦν ἑορτὴ Ἀθηνᾶς, πάντων Ἀθηναίων συνιόντων ἐκεῖσε καὶ τῶν ἄλλων Ἑλλήνων τέσσαρας ἡμέρας πανηγυριζόντων. ἀνετίθετο δὲ ὁ πέπλος τῇ θεῷ. B. 112 Gu. 1. εἰκότως εἶπε τὸ ζεύξομαι πρὸς τὸ πώλους· ζεύγνυνται γὰρ οἱ πῶλοι· εἶτα προϊῶν εἰς τὸ ἢ Τιτάνων γενεάν οὐ ζεύξομαι εἴποις, ἀλλʼ ὑφανῶ· καὶ γὰρ κἀνταῦθα ὑφανῶ ἔδει εἰπεῖν, ἀλλʼ ἐτήρησε τὴν τροπὴν, ὡς ἔφαμεν, πρὸς τὸ πώλους. B. Gu. I.
Fl. 9. 17. ἤγουν ἵππους ἄρματι ἐζευγμένους ποιήσω. Gr. διὰ τῆς ὑφάνσεως συζεύξω, ὑφανῶ. Gu.
76. Gr. ἐν ποικίλοις καὶ πολυχρωμάτοις βάμμασι. Fl. 33. ποικίλλουσʼ : ζωγραφοῦσ. Fl. 56. καλλωπίζουσα. Gu.
ἑκατέροις διαφοράν. καὶ Καλλίμαχος “ἦχι πάλους ἐβάλοντο, διεκρίναντο δὲ τιμὰς πρῶτα γιγαντείου δαίμονες ἐκ πολέμου.” M. ἐνεποίκιλλον δὲ τῷ πέπλῳ καὶ τὴν γιγαντομαχίαν, ἐπεὶ διὰ τὴν τῆς Ἀθηνᾶς ἰσχὺν κατωρθώθη. M. Τιτάνων: τῶν καταχθονίων γιγάντων. Bar. 74. Gr. ἀπὸ κοινοῦ τὸ ζεύξομαι. Fl. 21. ἤγουν τὴν γιγαντομαχίαν,
ἐν ἐγράφετο ἡ ἀναίρεσις τῶν Τιτάνων ἢ τῶν γιγάντων. ὁ δὲ νοῦς· ἐλθοῦσα, φησὶν, εἰς τὰς Ἀθήνας ἢ τοὺς πώλους ζεύξομαι τοὺς ἐπὶ τῷ πέπλῳ, ἢ ἐπισκιάσω τὰς ἀριστείας αὐτῆς ὑφαίνουσα, ἢ τὴν γιγαντομαχίαν. ἢ ἐν τῇ πόλει τῆς Παλλάδος ζεύξομαι καὶ ὑφανῶ ἐν τῷ κροκέῳ πέπλῳ καὶ ἰστοὺς τοὺς ἐν τῷ ἅρματι πώλους τῆς
καλλιδίφρου Ἀθηνᾶς. ἐπεὶ γὰρ πολεμικὴ ἡ θεὸς, ἀφιέρουν ταύτῃ πέπλους ἔχοντας ὑφαντοὺς καὶ τοὺς πώλους αὐτῆς σὺν τῷ ἄρματι. ἢ ἐπεσκίαζον καὶ ἑτέρας ἐν τῷ πέπλῳ καὶ ἑτέρῳ αὐτῆς ἀριστείῳ. Fl. 59. τὴν γιγαντομαχίαν· τούτους γὰρ πολεμήσασα ἐνίκησε. Gu. σημαίνει ὅτι Τιτᾶνες καὶ γίγαντες οἱ αὐτοὶ ἐλέγοντο. Gu.
κενοδοξούμενα. Fl. 33. καιομένη. Gr. φλεγομένη. Gu. δορίκτητος: δοριάλωτος, ὑπὸ τὴν κτῆσιν καὶ δεσποτείαν γινομένη τῶν Ἑλλήνων. M. Fl. 10. 21.
πορθηθείσης, ἀπὸ τούτου τοῦ καιροῦ εἰς δουλείαν ἐτάχθη, εἰ καὶ μήπω ἐπέβη τοῦ τόπου, οὗ δουλεύειν ἔμελλεν. τὸ δʼ ἐν ξείνῃ χθονί ἢ οὗ ἔμελλεν, ὡς ἔφαμεν, ἀπελθεῖν νοητέον, ἢ διὰ τὴν Χερρόνησον, ἐν ᾖ πρὸς τὸ παρὸν εὑρίσκεται, καταλιποῦσα τὴν Ἀσίαν, ἤγουν τὸν τόπον τῆς Τροίας, τὴν δούλην τῆς Ἑλλάδος· τὸ ὅλον ἀντὶ μέρους. B.
Gu. 1. κέκλημαι: ἀντὶ τοῦ κληθήσομαι. Fl. 6. 9. 10. 17. 21. 56. 59. 76.
πᾶσα ἡ γῆ, εἰς Ἀσίαν, εἰς Λιβύην καὶ εἰς Εὐρώπην. Fl. 17.
τῶν οἴκων Ἀΐδην κληρωσαμένη, ὅμοιον τῷ ὠνοῦμαι δραχμῆς ἢ τοιούτου τινὸς τόδε, ἤγουν διὰ δραχμῆς ὠνοῦμαι τόδε· καὶ τὸ ὠνεῖσθαι γὰρ ἀνταλλάττειν ἐστίν. ἐν τοῖς τοιούτοις γὰρ κατὰ γενικὴν προφερόμενον ἀεί ἐστι τὸ διδόμενον, τὸ δὲ κατὰ αἰτιατικὴν τὸ λαμβανόμενον. Gr. I. θαλάμους: τὰς ἐμὰς εὐνάς. Gu. I. τουτέστι
παλλακὶς ἐγεγόνειν καὶ διὰ τοῦτο οὐκ ἀπέθανον. τοῦτο γάρ ἐστι τὸ ἀλλάξασα Ἀΐδα θαλάμους, ἀντὶ τοῦ δοῦσα τὸ ἐμὸν λέγος τῷ σκυλεύσαντι καὶ βουληθέντι φονεῦσαί με. Gu. I. ἀνταλλαξαμένη τὸν θάνατον τοῦ ζῆν. τοῦτο δέ φησιν ἐπεὶ πολλοὶ ἐφείσαντο σφάξαι τινὰς τῶν Τρῳάδων ἀγαπῶντες αὐταῖς παλλακίσι χρήσασθαι. M.
Ἄλλως. ἀλλάξασʼ Ἀΐδα. ὅ ἐστι τὸν θάνατον ἀνταλλαξαμένη, ἀντὶ τοῦ θελήσασα μᾶλλον τεθνάναι ἤπερ ζῆν. M. Fl. 21. 59. ἀνταλλαξαμένη Ἅιδου οἴκων. Fl. 17. καταλλάξασα αὐτῶν τῶν θαλάμων τὸν Ἅιδην. Fl. 33. ἀλλάξασʼ Ἅιδα θαλάμους: πολλοὶ γὰρ 115 Ἑλλήνων ἐφείσαντο σφάξαι τὰς Τρῳάδας, ὡς παλλακίσιν αὐταῖς χρήσωνται. Fl. 10. 21. 59. θαλάμους: τὰ οἰκήματα τοῦ Ἄιδου, ἤγουν θάνατον. Fl. 59.
θαλάμους: τὰς ἐμὰς εὐνάς. Gu.
κατὰ γῆς κεῖται, κεκαλυμμένη τοῖς ἱματίοις. 1. αὕτη ἐγγύς σού ἐστι, ἔχουσα ἐπὶ τὴν γῆν τὰ ἑαυτῆς νῶτα. Fl. 33.
παθοῦσαν δεινά; ἡ δὲ σύνταξις οὕτως, ὦ Ζεῦ, ἆρα εἴπω σε μὴ ὁρᾶν καὶ ἐπισκοπεῖν τοὺς ἀνθρώπους, ἢ τὴν δόξαν ταύτην, ἢ τὴν ὑπόληψιν 116 μάταια κεκτῆσθαι τοὺς βροτοὺς, ψευδῶς τὸ δαιμόνων γένος δοκοῦντα εἶναι, τὴν τύχην δὲ καὶ τὴν μοῖραν πάντα τοῖς ἀνθρώποις ἐπισκοπεῖν. A. οὐκέτι δέ σε, ὦ Ζεῦ, ἐφορᾶν τὰ τῶν ἀνθρώπων πράγματα, ἀλλὰ τύχην εἶναι τὴν διέπουσαν. A. rec. ὁρῶν ὁ Ταλθύβιος τὴν Ἑκάβην οὕτως ἀθλίως ἐν γῇ κειμένην ἐκπληττόμενος λέγει πρὸς τὸν
πότερον, ὦ Ζεῦ, σὺ τοὺς ἀνθρώπους ἐφορᾷς, ἢ δοκοῦντες οἱ ἄνθρωποι εἶναι θεοὺς καὶ κήδεσθαι αὐτῶν ἔχουσι τὴν περὶ τούτου δόξαν ψευδῆ, τὸ δὲ τῆς τύχης διοικεῖ τὰ ἀνθρώπεια; οὕτω τὸ ψευδῆ πρὸς τὸ δόξαν συντακτέον, οὐ πρὸς τὸ δοκοῦντας, καθὼς οἴονταί τινες ἀγνοήσαντες, καὶ τὸ ψευδῆ ἀντὶ τοῦ ψευδῶς ἐκλαβόντες. Gu. I. φεῦ,
ἆρα εἴπω σε ὁρᾶν τοὺς ἀνθρώπους, ἢ λέξω τοῖς ἀνθρώποις ὑπόνοιαν ψευδῆ ταύτην κεκτῆσθαι τοὺς θεοὺς, τὴν τύχην δὲ εἶναι τήνδʼ ὐηʼ οὐράνιον τὴν σκοποῦσαν καὶ διοικοῦσαν αὐτούς. Fl. 17. ὦ Ζεῦ, ποῖα δεῖ λέγειν, πότερον ὁρᾶν ἀλληνάλλως τὴν δόξαν τῶν ἀνθρώπων μάτην γεγενημένην. ψευδῆ γὰρ οἱ θεοὶ τὴν τύχην ἐν τοῖς ἀνθρώποις ἐπισκοπεῖν.
Fl. 33.
ψευδῆ κεκτῆσθαι δοκοῦντας εἶναι θεούς. M. δόξαν: ὑπόνοιαν. M. Fl. 10. 21. 59. δόκησιν, ὑπόληψιν. Fl. 17. δόξα σημειοῖ τρία, τὸ δόγμα, τὴν δόκησιν καὶ τὴν τύχην. Fl. 6. ἄλλως: τὸ ἄλλως καὶ τὸ μάτην ἐκ παραλλήλου. Fl. 6. 9. 21. 56. 59. 76. Gr. τήνδε: τοῦ ἐφορᾶν σε τὰ αὐτῶν. Gu.
μοῖραν. Fl. 17. τυχηρόν. Fl. 59. τἀν βροτοῖς: πράγματα. Fl. 6. 9. 21. 56. 59. 76. ἐπισκοπεῖν: ἐφορᾶν. Fl. 6. 9. 17. 21. 50. 59. 76. Gr. ἐπιτηρεῖν. Fl. 59. Gu. διοικεῖν. Gu.
ἡ μὲν πόλις ἀνάστατος γέγονεν ὑπὸ τοῦ πολέμου, αὕτη δὲ ἡ γραῦς Ἑκάβη δεδουλωμένη καὶ παίδων ἐστερημένη κεῖται ἐν τῇ γῇ, μολύνουσα τὴν ἀθλίαν κεφαλὴν διὰ τῆς κόνιος. 1.
τῶν πολυχρυσοτάτων Τρώων; Fl. 33.
ἀπὸ τοῦ δαμάζεσθαι ὑπὸ τοῦ ἀνδρὸς, ἢ ἀπὸ τοῦ γάμος γάμαρ καὶ δάμαρ. Fl. 59.
Fl. 59. τὴν ἀθλίαν κεφαλήν. Gr.
ὅμως ἀποθανεῖν ἢ ἀποψυχῆναι βούλομαι. A. rec. γέρων μέν εἰμι καὶ διὰ τοῦτο οὐ δέδοικα τὸ δυστυχεῖν, ὡς, εἰ καὶ συμβήσεταί μοι δυστυχία, ταχέως παρέλθοι διὰ τὸ ὀλίγον ἔτι εἶναι τὸ λοιπὸν τῆς ζωῆς· ὅμως δʼ εὔχομαι θανεῖν πρὸ τῆς δυστυχίας. ἢ τὸ “γέρων μέν εἰμιʼ διὰ τὸ τοῖς γέρουσι περισπουδαστότερον εἶναι τὸ ζῆν, ἐπειδὴ
ὁρῶσιν ὡς ἐγγύς εἰσι τοῦ θανάτου. Gu. I. γέρων ὢν φιλόζωος εἰμί· ὅμως ἀποθανεῖν ἢ ἀτυχῆσαι εὔχομαι. Fl. 10. 21. ἔχρῃζον ἀποθανεῖν ἐμὲ εὐτυχῆ ὄντα πρὸ τοῦ ἐμπεσεῖν εἰς δυστυχίαν. Fl. 17. ὅμως δέ μοι: τὸ ἐναντίον λέγει· οἱ γὰρ νέοι μᾶλλον φιλοῦσι ζῆν, οἱ δὲ γέροντες ἀποθανεῖν. λέγει δὲ, ἐπειδὰν μᾶλλον ὁ ἄνθρωπος ἐν γήρᾳ
γένηται, τότε καὶ φιλοζωότερός ἐστι. τὸ αὐτὸ καὶ ὁ Τκλθύβιος “γέρων μέν εἰμι” λέγων, ὅμως δὲ πρὶν περιπεσεῖν τοιαύτῃ δυστυχίᾳ, γένοιτό μοι θανεῖν. Fl
ἐντυχεῖν. Fl. 59. τύχῃ: δυστυχία. M.
ἤγουν μετέωρον, ὀρθήν. Fl. 59. ὦ ἀθλία, ἀνάστα ἄνω. Fl. 33.
ὀχλεῖς καὶ ταράττεις, ὅστις ὑπάρχεις, λυπουμένην; I.
ὑπάρχουσαν. Fl. 56.
“ἥκω νεκρῶν κευθμῶνα” οὔ φησι διὰ τὸ ἀεικίνητον τῆς ψυχῆς, ἀλλὰ διότι ἐστὶν Ἀττικόν· καὶ ἐνταῦθα γὰρ οὐχὶ ψυχή τις λέγει, ἀλλʼ αὐτὸς ὁ Ταλθύβιος. Gu. Δαναϊδῶν: τῶν παίδων τῶν Δαναῶν. Fl. 6. 9. 21. 56. 59. Gr.
ὑποκατιών φησι ”πέμπουσιν δέ με δισσοί τʼ Ἀτρεῖδαι καὶ λεὼς Ἀχαϊκός;” τάχα οὖν αὐτὴν ἄφοβος καθιστὰς ἐν προοιμίοις οὐ θορυβεῖ αὐτὴν πλήθει ὀνομάτων. M. μετακαλέσαντος. Fl. 17. μετακαλεσαμένου. Gr. σε. Gu. μεταστειλαμένου. Fl. 59. τὸ μεταπέμψαντος ἤγουν μεταστειλαμένου, ἢ, ὃ καὶ κάλλιον, μετακαλεσαμένου
καὶ ζητήσαντος σὲ τοῦ Ἀγαμέμνονος. Fl. 59.
Πολυξένης στερηθεῖσα. Gu.
B. Gu. I. σπουδάζωμεν. Fl. 17. ἑτοιμασθῶμεν. Fl. 56. ἐκ παραλλήλου τὸ αὐτό· οἱ γὰρ σπεύδοντες κονιορτοῦνται τὰ γυμνὰ τοῦ σώματος. M, Fl. 21. θ μαι κόνιν ἀπὸ τῆς σπουδῆς· ὅταν γάρ τις δρομαίως τρέχῃ, ἐγείρει κόνιν ὑπὸ τῆς γῆς τῇ σπουδαίᾳ καὶ κινήσει τῶν ποδῶν. ἢ προευτρεπιζώμεθα εἰς τοῦτον τὸν ἀγῶνα ὅσπερ
οἱ μέλλοντες εἰσελθεῖν εἰς πάλην ἀλείφονται κόνιν. A. ταυτολογία. Fl. 10. ἡ ταυτολογία τὴν προθυμίαν ἐμφαίνει τῆς Ἑκάβης. Gu.
δὲ ἄρα τὸ συμπερασματικὸν καὶ ἀποφαντικὸν ἀεὶ βαρύνεται καὶ βραχύνεται. εἴρηται δὲ ὡς ἐπὶ τὸ πλεῖστον, διότι καὶ βραχὺ σπανίως εὑρίσκεται. I. τὸ ἄρα ἐρωτηματικὸν ἢ συμπερασματικὸν καὶ ἀποφαντικόν, διὸ καὶ ὀξύνεται καὶ περισπᾶται. καὶ ἐρωτηματικὸν μὲν δοκεῖ πρὸς τὸ “τί λέξεις,” ἀποφαντικὸν δὲ πρὸς τὸ σὴν παῖδα
κατθανοῦσαν.” Gu.
καὶ Πολυδώρῳ οὔ. ἐδόκει γὰρ ἔτι τὸν Πολύδωρον ζῆν. Ἄλλως. ὅσον ἐπὶ σοί. ὑπολαμβάνει γὰρ ἔτι τὸν Πολύδωρον ζῆν καὶ Κασάν A. ἡμεῖς: ἐσμέν. Fl. 59. ἡμεῖς δὲ ὅσον τὸ ἐπὶ σοὶ, ἤγουν κατὰ σὲ, ἄτεκνοι ὑπάρχομεν. Fl. 6. 9. 21. 50. 59. 76. Gr. ὅσον τὸ κατὰ σὲ μέρος ἄπαιδες ἐσμέν. ὅσον τὸ κατὰ σὲ εἶπεν· ἔζη
γὰρ Κασσάνδρα, ἡγεῖτο δὲ καὶ τὸν Πολύδωρον ζῆν. Fl. 10. 21. τοὐπί σʼ: εἰς τὸ μετὰ ταῦτα, εἰς τὸ μέλλον. Fl. 59. οἱ Ἀττικοὶ τὸ μὲν παρεληλυθὸς καλοῦσιν ἔμπροσθεν, τὸ δὲ μέλλον ὀπίσω, ἀπὸ 122 μεταφορᾶς τῆς βαδίσεως τῶν ζώων, προτιθεμένων τῶν ἐμπροσθίων ποδῶν εἴτε παρεληλυθότων, καὶ μετερχομένων τῶν ὄπισθεν ἤτοι μελλόντων Fl. 59.
ἐφονεύσατε, ὡς ἐχθρὰν φονεύοντες; I.
ἢ οὔ A. ἐφονεύσατε. M. διεφονεύσατε. Gr. διεξε.πράξαι᾿ . Fl. 6. 9. 21. 50. 59. 76. διεχειρίσασθε. Fl. 59. Gu. διεχρήσατε. Fl. 17. πῶς δὴ ἐν αὐτῇ ἐποιήσατε. Fl. 33. αἰδούμενοι: μετὰ τιμῆς. Fl. 6. μετὰ ἐντροπῆς. Fl. 56. Gu.
πρὸς τὸ χαλεπόν. Fl. 33. τὸ ἀπηνές. Gr. ἄγριον καὶ ἀναιδές. Gu. ἢ πρὸς τὸ δεινὸν ἤλθετε, ἤγουν ἢ δεινῶς, τουτέστιν ἀπηνῶς, ἐφονεύσατε, ὡς ἐχθρὰν κτείνοντες; Gr. ἢ ὡς ἐχθρὰν κατῃσχύνατε. M.
59. προσφιλῆ ἐμοί. Fl. 6. 17. καίπερ οὐ προσφιλῆ λέγεις.
κλαύσομαι λέγων τἀκείνης, ἔκλαυσα δὲ καὶ ὅτι ἐσφάζετο. ὡς φίλος γὰρ κέρδος οἴεται τὸ κλαῦσαι ἐκ δευτέρου περὶ τὴν Πολυξένην. ἡ δὲ σύνταξις οὕτως, ὦ γύναι. διπλᾶ με θέλεις δάκρυα κερδᾶναι τῷ οἴκῳ τῆς σῆς παιδός. νῦν μὲν γὰρ λέγων τέγξω, ἤγουν βρέξω, τοῖς δάκρυσι τοῦτο τὸ ὄμμα. πρὸς τάφῳ δὲ, ὅτι ὤλλυτο, καὶ τοῦτο ἐλλιπές
λείπει γὰρ τὸ ἐπεὶ καὶ ὁ καί σύνδεσμος, ἵνʼ ᾖ οὕτως, νῦν τε γὰρ 123 βρέξω τὸ ὄμμα, ἐπεὶ καὶ ὅτε ὡλλυτο ἔκλαυσα. A. θέλεις. Gr. κερδᾶναι: ἐκχῦσαι. Fl. 21. κέρδος ἡγεῖται τὸ δὶς κλαῦσαι. Fl.10. ὡς φιλόσοφός φησι τὸ κερδᾶναι· κέρδος γὰρ οἴεται τὸ κλαῦσαι καὶ δεύτερον περὶ τῆς Πολυξένης. M. Fl. 59. οἱ γὰρ
λυπούμενοι παραμυθίας ἔχουσι τὸ κλαίειν. τὸ κερδᾶναι γίνεται ἀπὸ τοῦ κέρδος, τὸ δὲ κέρδος ἀπὸ τοῦ τὸ κέαρ ἡδαίνειν καὶ εὐφραίνειν. Fl. 59.
λέγων κακά: διηγούμενος ἀλγεινὰ, δυστυχῆ, ἤγουν τὸν φόνον αὐτῆς Fl. 56. 59. 76. Gr. λέγων γὰρ τὰ συμβάντα βρέξω διʼ ὀφθαλμῶν δάκρυα δολερά· τοῦτο γάρ ἐστι τὸ κερδάναι δάκρυα. Fl. 33.
τὸ πλήρης κατʼ ἐπίτασιν λέγεται. B. Gr. I. πρὸ τύμβου: αἴτημα σκηνικόν. πῶς γὰρ τοῦ Ἀχιλλέως ἐν Τροίᾳ ταφέντος ὁ Ταλθύβιος λέγει πρὸ τύμβου τοῦ Ἀχιλλέως ἵστασθαι τοὺς Ἕλληνας, ὄντας ἐν Χερρονήσῳ; καὶ φαμὲν ὅτι ἢ κενοτάφιον ἐν ἄερρονήσῳ 124 ἐποίησαν, ἢ εἰς Τροίαν ἀπῆλθον καὶ ἔθυσαν τὴν κόρην. M. Fl. 10. Gu. I.
λαβὼν ἐκ τῆς χειρὸς τὴν κόρην Πολυξένην ἔστησεν ἐπάνω τοῦ μνήματος, ἐγγὺς δὲ ἐγώ. Fl. 33.
αἰτιατικῇ, ὅπερ οἱ Ἀττικοὶ τὸ ἐναντίον ποιοῦσιν. Gu. πέλας δʼ ἐγώ: πλησίον ἦν καὶ ἐγώ. ἐπειδὴ κῆρυξ ἦν ὁ Ταλθύβιος, διὰ τοῦτο πλησίον ἵστατο τοῦ Νεοπτολέμου, ἵνα, ὅταν βουληθῇ ὁ Νεοπτόλεμος εἰπεῖν τι τοῖς Ἀχαιοῖς, διʼ ἐκείνου λέγῃ κήρυκος ὄντος καὶ δυναμένου λέγειν εἰς ἐπήκοον πάντων· αὐτὸς γὰρ ἦν ὁ σιωπὴν παντὶ τῷ στρατῷ
κηρύξας, ὡς καὶ αὐτὸς παρακατιὼν λέγει, ὑπὸ Νεοπτολέμου προσταχθείς. I. πλησίον δὲ ἐγὼ καὶ οἱ ἐπίλεκτοι καὶ πρόκριτοι τῶν Ἑλλήνων καὶ ἔκκριτοι νεανίαι. λείπει γὰρ ἐνταῦθα ὁ καὶ σύνδεσμος. A.
Ἑλλήνων ἐκλελεγμένοι νέοι, τὸ πήδημα τῆς σῆς παιδὸς καθέξοντες καὶ κρατήσοντες διὰ τῶν χειρῶν. I. λεκτοί: ἐπίλεκτοι. Gr. ἐξειλεγμένοι. Gu. ἔκκριτοι: ἐκλελεγμένοι, εὐγενεῖς νέοι ἄνδρες. Fl. 59. πρόκριτοι, ἐπωνομασμένοι. B. μετὰ τοῦ Νεοπτολέμου ἐκλελεγμένοι ἄνδρες, μή πως ἰδοῦσα τὸ ξίφος ἡ Πολυξένη τεινόμενον κατʼ
αὐτῆς καὶ φοβηθεῖσα σκιρτήσῃ ἤγουν ἐκφύγῃ, ἐκεῖνοι δὲ, ἵνα κρατήσωσι ταύτην. Fl. 59. καὶ οἱ ἐκλελεγμένοι τῶν Ἀχαιῶν, καὶ ἔγκριτοι, καὶ χρήσιμοι νέοι. Fl. 33.
σπάραγμα, κίνημα. Gu. μόσχου: τῆς νέας. B. M. Fl. 10. 125 καθέξοντες: μέλλοντες κρατήσειν διὰ τῶν χειρῶν. B. Fl. 6. 9. 21. 56. 5. 76.
ἵσπω ἄχρηστον, τὸ ἀκολουθῶ. ὁ β’ ἀόριστος ἔσπον, (καθʼ ὁμοίωσιν τοῦ ἔχω, ὁ β’ ἀόριστος ἔσχον,) ὁ μέσος ἑσπόμην, τὸ γ΄ τῶν πληθυντικῶν ἕσποντο. I. εἵποντο. F16. 9. 21. 56. 59. 76. εἵποντο, ἠκολούθουν. Gr. παρεγένοντο. Gu.
τοῦ Ἀχιλλέως, ὅπως ἀνέλθῃ ἡ ψυχὴ αὐτοῦ καὶ τότε ἀνελθούσης τῆς ἐκείνου ψυχῆς σφάξει τὴν Πολυξένην A. ὁ δὲ τοῦ Ἀχιλλέως παῖς Νεοπτόλεμος, λαβὼν διὰ τῆς χειρὸς ποτήριον πάγχρυσον, ἔρρεε θυσίας τῷ θανόντι πατρὶ, θυσίας, οἶνον δηλονότι, μέλι, γάλα καὶ ἄλευρον. I. πλῆρες: μέγαν. Fl. 21. πεπληρωμένον οἴνου δηλονότι. Fl. 17. 59.
καὶ οἱ πάντες ἕποντο, ἠκολούθουν. Εl. 33.
πατρὶ τῷ Ἀχιλλεῖ χοάς. Fl. 21. χειρί: ἐκτείνει διὰ τῆς χειρός. Fl. 21.
ὑγρῶν, οἴνου, μέλιτος καὶ γάλακτος· θυσία δὲ ἐπὶ ζώων, προβάτων, βοῶν καὶ τῶν ὁμοίων. ἄλλοι δὲ σπονδὴν καὶ χοὴν ταὐτὸ λέγουσιν, ὃ καὶ κρεῖττον. Bar. 74. Gu. 1. προσφέρει τῷ πατρὶ χοάς. M. σπονδάς. Fl. 10. ἤγουν θυσίας, χάριν τοῦ θανόντος πατρός. Fl. 6. 9. 21. 56. 59. 76.
στρατοῦ νεανίαις ἔνευσε παρθένον λαβεῖν. B. rec. I. σημαίνει: παραδηλοῖ ἀντὶ τοῦ παρεδήλωσεν. Fl. 6. 9. 21. 56. 76. εἶπε δέ μοι σιγὴν παντὶ τῷ στρατῷ ἐπισημῆναι. Fl. 33.
21. 56. 59. 76. τὸ ἐν μέσοις περισσόν· τὸ γὰρ παραστάς τὴν ἔννοιαν δηλοῖ καθʼ αὐτό. Gu.
σιωπᾶτε. Fl. 17. τὸ μὲν σιγᾶτε πρὸς τὸ πλῆθος, τὸ δὲ σῖγα, σιώπα καθʼ ἕνα. τοιαῦτα γὰρ εἰώθασι ποιεῖν οἱ κήρυκες, πρῶτον μὲν προσφωνοῦντες δημοσία, εἶτα καθʼ ἕνα ἕκαστον, σιγῶντες. Fl. 59. σῖγα: ἐπίρρημα. Fl. 10. σῖγα: ἐν σιγῇ. Gr. καθολικῶς. Gu.
νήνεμος ἐτυμολογεῖται ἀπὸ τοῦ νη στερητικοῦ μορίου καὶ τοῦ ἀνέμου, ἡ ταραχή. Fl. 6. ἀντὶ τοῦ ἥσυχον. Gr. ἀθόρυβον, ἀπὸ μεταφορᾶς τῶν ἀνέμων. Gu. ἔστης: ἔταξα. Fl. 6. 56. 59. 76. ἐν ἡσυχίᾳ δὲ ἔστησα τὸν ὄχλον. Fl. 33. κατέστησα. Gr. ὄχλος ἡ ὄχλησις καὶ τὸ πλῆθος τοῦ λαοῦ. Gu.
προσώπου εἶεν, ἀντὶ τῆς πρωτοτύπου γενικῆς τοῦ πρώτου προσώπου λαμβάνονται· εἰ δὲ δευτέρου, ἀντὶ τῆς πρωτοτύπου γενικῆς τοῦ β’ προσώπου· εἰ δὲ τρίτου, ἀντὶ τῆς πρωτοτύπου γενικῆς τοῦ τρίτου προσώπου. I. ἐμός: ἀντὶ τοῦ ἐμὲ, Ἀττικόν. Fl. 6. 9. 21. 56. 59. 76. Ἀττικισμός. B. αἱ ἀντωνυμίαι οὐκ ἔχουσι κλητικάς.
Fl. 59.
Fl. 59. ἀπατητικάς. M. Fl. 21. εὐφραντικούς. Fl. 59. κατακηλούσας τὰς ψυχὰς τῶν νεκρῶν, ἢ τοὺς καταχθονίους δαίμονας. Fl. 10. 21. θελκτικὰς, τὰς σοὶ ἐνηδόνους καὶ ἀποδοχῆς ἀξίας. Gu.
καὶ ἐπὶ θηλυκοῦ· ἀγώγιμον, τὸ φερόμενον καὶ κομιζόμενον· ἀγωγὴ δὲ ἡ τοῦ κομίζειν ἐνέργεια. I. τῶν τεθνεώτων τοὺς προπομπούς. ἐλθὲ, ὅπως λάβῃς αἷμα μελιχρὸν τῆς καθαρᾶς κόρης, ὅπερ σοι προσφέρομεν, κἀγῶ καὶ ὁ στρατός. Fl. 33.
παρθένου, ὅπερ σοι χαριζόμεθα καὶ ὁ στρατὸς καὶ ἐγὼ, καὶ λῦσαι τὰς ναῦς καὶ τὰ σίδηρα καὶ τὰ σχοινία τῶν νεῶν, δὸς δὲ ἡμῖν εὐμενοῦς ἀπὸ τῆς Τροίας ὑποστροφῆς ἀγαθῆς ἐπιτυχόντας ἡμᾶς εἰς τὴν πατρίδα ἀπελθεῖν. I.
A.M. ἀκραιφνὲς τὸ καθαρόν. ὑψηλόν καὶ τὸ ἀκραιφνοῦς 128 ἀκηροφανοῦς, οἱονεὶ ἀβλαβοῦς· κὴρ γὰρ ὁ θάνατος. B. rec. παρθένου παρθενικὸν, καθαρὸν, ἄχραντον. Fl. 17. 50. 59. 76. καθαρόν. Gr. ἀμόλυντον, ὡς παρθενικόν. Gu. δωρούμεθα: παρέχομεν. Fl. 59.
δὲ γενοῦ ἡμῖν πρᾶος, ἵλαος. Fl. 33. πρᾶος, εὐμενής. ἐκ γὰρ τῶν δύο σύγκειται ἡ λέξις. B. M. Flor. 59. ἀντὶ τοῦ ἀλύπου, ἀπὸ τοῦ πράου καὶ εὐμενοῦς. M. τὸ πρευμενὴς ἐκ δύο ταὐτοσημάντων γίνεται λέξεων, τοῦ πρᾶος καὶ εὐμενής. γίνεται οὖν πραευμενὴς, εἶτα κατὰ κρᾶσιν πρευμενής. ἢ πρευμενὴς καὶ πρἄος καὶ εὐμενὴς γενοῦ
ἡμῖν, ὥστε λῦσαι τὰς πρύμνας καὶ τὰ χαλινωτήρια τῶν νεῶν, ἤγουν λυθῆναι, ἢ γενοῦ δὲ ἡμῖν πρευμενὴς καὶ ἔπειτα λῦσαι καὶ λυθῆναι ποίησον τὰς πρύμνας καὶ τὰ χαλινωτήρια τῶν νεῶν. στικτέον εἰς τὸ “πρευμενὴς δʼ ἡμῖν γενοῦ,” εἶτα δὸς ἡμῖν λῦσαί τε τὰς πρύμνας καὶ τὰ χαλινωτήρια τῶν νεῶν. Fl. 59.
πατρίδας, ἐπίδος ἡμῖν πραέως ἀπʼ Ἰλίου ἐπαναζεῦξαι. Fl. 33.
Fl. 56. καταστροφῆς. Fl. 6. τυχόντας, ἀντὶ τοῦ τυχεῖν. Fl. 21. καινόσχημον πρὸς τὸ ἀπαρέμφατον. τυχοῦσι γὰρ ἔμελλεν εἰπεῖν πρὸς τὸ ἡμῖν. Gu. “δὸς ἡμῖν” εἰπὼν ὤφειλε “ τυχοῦσιν” εἰπεῖν· ὁ δὲ ὥσπερ ἐκ μεταμελείας ἀποδίδωσι τὸν λόγον κατʼ αἰτιατικὴν πρὸς τὸ ἀπαρέμφατον. Gr. 1. μολεῖν, ἀπελθεῖν δὸς ἡμῖν,
ἀπὸ κοινοῦ τὸ δός. Fl. 21. 59.
ἔπειτα περικεχρυσωμένον ξίφος λαβὼν ἀπὸ τῆς λαβῆς ἐξεῖλκε τῆς θήκης. 1. τὸ κεχρυσωμένον διὰ τῆς λαβῆς λαβών. B. M. εἶτα περίχρυσον σπάθην λαβὼν παρὰ τοῦ πιέσματος ἔσυρεν ἐκ τῆς ξιφοθήκης καὶ τοῖς ἐγκρίτοις ἔνευσεν. Fl. 33. φάσγανον: τὸ ξίφος τὸ ἐν σφαγαῖς γαννυσκόμενον. ἢ παρὰ τὸ φάος καὶ τὸ γάνος τὸ στίλβον
οἷόν τι σκεῦος γεγανωμένον. κουλεὸς δὲ ἡ ξιφοθήκη ἀπὸ τοῦ ἐν αὐτῇ τὰ ὀλοὰ, ἤγουν τὰ ὀλέθρια, ξίφη κεῖσθαι. B.I.
ἔνευσε τὴν κόρην κρατῆσαι. I.
ἐμὴν πόλιν, ἐθελουσίως θέλω τεθνήξεσθαι. ὅρα ἵνα μή τις ἅψηται καὶ προσεγγίσῃ τοῦ ἐμοῦ σώματος· παρέξομαι γὰρ τὸν λαιμὸν εὐκαρδίως τε καὶ εὐψύχως. ἀπολελυμένην δέ με πρὸς θεῶν ἀφέντες κτείνατε, ἵνα ἐλευθέρα θάνω, καὶ μὴ δούλη δηλονότι. I. ἡ δὲ Πολυἐπʼ 130 ξένη ὡς ἐνόησεν τὸν θάνατον, τοῦτον εἶπε τὸν λόγον, ὦ Ἕλληνες, οἱ τὴν ἐμὴν πόλιν πορθήσαντες, ἑκουσίως θνήσκω· καὶ μή τις ἐξ ὑμῶν τοῦ ἐμοῦ σώματος ἐφάπτηται. Fl. 33. ἐπεὶ ἐφράσατο, ἤγουν ἐνόησε. Gr. ἐνόησε. M.
Gr.
9. 21.56. 59. 76. Gr. χροός: χρώματος. Fl. 17. σώματος. Gu.
παραδίδω τὸν ἐμὸν αὐχένα. Fl. 33. εὐκαρδίως: τολμηρῶς, εὐτόλμως. Gr. θαρσαλέως. Gu.
ἀντὶ τοῦ καταλείψαντες ἐλευθέραν, ἤγουν λυτὴν, κτείνατέ με, ὡς ἐλευθέρα θάνω. ἐν νεκροῖς γὰρ αἰσχύνομαι δούλη καλεῖσθαι ὡς δεσμηθεῖσα. A. ἐλεύθερος ὁ ἀπολελυμένος καὶ μὴ ὑπό τινος κατεχόμενος καὶ ὁ μὴ ὑπὸ δουλείαν· ἀνελεύθερος δὲ ἐπὶ φειδωλίας, ᾧ ἐναντίον ὁ ἐλευθέριος. Gr. I. ἡ δὲ σύνταξις οὕτω· πρὸς θεῶν, μεθέντες
καὶ ἀφέντες ἐμὲ ἐλευθέραν καὶ ἄνετον, κτείνατε, ὅπως θάνω ὡς ἐλευθέρα καὶ οὐ δούλη. οὕτω τὸ μὲν ἐλευθέραν ἀντὶ τοῦ ἄνετον ἐκληπτέον, 131 τὸ δὲ ἐλευθέρα ἀντὶ τοῦ οὐ δούλη, ὡς δηλοῖ καὶ τὸ τῆς κατασκευῆς· εἰ γὰρ ἁψαμένων τινῶν ταύτης ἀπέθνησκε, δουλικῶς ἂν καὶ οὐκ ἐλευθέρως τεθνάναι ἔδοξεν. Gu. I. τὸ ἑξῆς, ἐλευθέραν δέ με θέντες κτείνατε, ἵνα ἐλευθέρα θάνω. B. M. ἀπολελυμένην δέ με πρὸς θεῶν μεθέντες,
ἤγουν ἀφέντες, ἐάσαντες κτείνετε, ἵναἐλευθέρως θάνω καὶ μὴ δούλη δηλονότι. Gr. ἀδέσμευτον. Fl. 10. ἄνετον. Gu. ὡς: τὸ ὡς ἀντὶ τοῦ ἵνα. B.
ἀφέντες, ἐάσαντες. Gr. ἀφέντες, καταλείψαντες. Gu.
Gu. κεκλῆσθαι: ὀνομασθῆναι. Fl. 56. οὖσα: ὑπάρχουσα. Fl. 59. βασιλὶς γὰρ ὑπάρχουσα αἰσχύνομαι τοῦ εἶναί με δούλην.
ῥοθίων·μὁ δὲ βασιλεὺς Ἀγαμέμνων ἔλεξε τοῖς νέοις ἀφεῖναι τὴν παρθένον. I. ἐβόησαν, ἐπλήγησαν, ἐλυπήθησαν, ἢ ταραχὴν ἐποίησαν, ἐκ μεταφορᾶς τῶν ῥοθίων, ἤγουν τῶν ῥεομένων. A. εἰκότως τὸ ἐπερρόθησαν καὶ ἁρμοδίως εἴρηται ἐπὶ πλήθους, ἤγουν ἀσήμως ἤχησαν· ἐκ μεταφορᾶς δὲ τῶν κυμάτων ἡ λέξις· τὸ γὰρ πλῆθος ὁμοῦ βοῆσαν
ἄγνωστον τοῖς ἀκούουσιν ὅ τι καὶ λέγει. Gu. I. ἐπεβόησαν, διὰ τὸ ἄσημον. ἤχησαν, ἀπὸ μεταφορᾶς τοῦ ἤχου τῶν ῥοθίων, ἤγουν τῶν κυμάτων. καὶ ἐπὶ μὲν τοῦ πλήθους οἰκείως τῇ λέξει ἐχρήσατο, ἐπὶ δὲ τοῦ Ἀγαμέμνονος τῷ εἶπεν. Bar. 74. Gu. ἀπὸ μεταφορᾶς τῶν κυμάτων· οὐ γὰρ ἐξακούεται καθαρῶς ἡ τοῦ ὄχλου φωνὴ, ἀλλὰ τοιόνδε
λόγον ἀποτελεῖ ἡ ῥόθα. Fl. 59.
ὤφειλε δὲ εἰπεῖν οὕτως, οἱ δʼ ἐπεὶ ἤκουσαν τὴν ὑστέραν φωνὴν, ἤγουν τὴν βασιλικὴν, μεθʼ ἢν οὐδενὶ ἄλλῳ λέγειν ἔξεστιν, οὗτινος βασιλέως μέγιστον ἦν κράτος, μεθῆκαν. ὁ δὲ ἀντιστρόφως, ἐπεὶ τάχιστα, φησὶν, ἤκουσαν, μεθῆκαν. ἔστι δὲ ὁ σχηματισμὸς οὗτος οὐ ποιητικὸς, ἀλλʼ Ἀττικὸς, καὶ συνήθης τοῖς ῥήτορσιν. Ἄλλως. βουλόμενος
οὕτως εἰπεῖν, οἱ δʼ ὡς τάχιστʼ ἤκουσαν ὕστερον τὴν ὄπα τοῦ Ἀγαμέμνονος, ὑστέραν ἐπήγαγε πρὸς τὸ ὄπα, ἀντὶ τοῦ ἐπιρρήματος ὄνομα θείς. σύναπτε δὲ τὸ τάχιστα πρὸς τὸ μεθῆκαν. Gu. I. οἱ δʼ ὡς τάχιστʼ ἤκουσαν: οὕτως ώφειλεν εἰπεῖν· οἱ δὲ ἐπεὶ ἤκουσαν ὑστάτην ὄπα, οὗπερ καὶ μέγιστον ἦν κράτος, τάχιστα μεθῆκαν· ὁ δὲ
ἀντιστρόφως, ἐπεὶ τάχιστʼ ἤκουσαν, μεθῆκαν. ἔστι δὲ ὁ σχηματισμὸς μᾶλλον ῥήτορσι συνήθης ἢ ποιηταῖς. 1. ὑστάτην ὄπα: τὴν 133 τελευταίαν φωνὴν, μεθʼ ἢν ἄλλος οὐδεὶς ἔλεγεν. B. M. Fl. 17. 59. γρ. καὶ ὑστέραν. B. ἤτοι τὴν βασιλικὴν φωνήν. B.
εἶπε λόγον ἀθλιώτατον, πάντων τῶν λόγων δηλονότι. I.
ἄκρου τῆς ἐπωμίδος. Fl. 6. 9. 21. 50. 59. 76. τῆς περιτραχηλίου. Fl. 10. 17. ἐπωμίδος: ἐπωμὶς τὸ ὑπερέχον τοῦ βραχίονος, καὶ εἶδος ἐνδύματος. ἐνταῦθα δὲ τὸ πρότερον δοκεῖ λέγειν. Gr. l.
τῶν λαγόνων. Fl. 6. 9. 21. 57. 59. 76. μέχρι μέσης τῆς λαγόνος. Fl. 17. εἰς μέσον: τὸ εἰς ἀντὶ τοῦ ἕως, ὡς καὶ παρὰ Δημοσθένει “τούτῳ φιλανθρώπως ἐχρώμην εἰς τήνδε τὴν ἡμέρανʼ ἀντὶ τοῦ, μέχρι τῆσδε τῆς ἡμέρας. λάμβανε δὲ τοῦτο τὸ εἰς καὶ πρὸς τὸ λαγόνας κατὰ συνεκδοχήν. Gu. I. παρʼ ὀμφαλόν: τὸ ἑξῆς εἰς λαγόνας. Fl.
21. μέχρι τῶν λαγόνων μέσων· εἶτʼ ἐπάγει παρʼ ὀμφαλὸν, δεικνὺς ὅτι τὸ μέσον τῶν λαγόνων ὀμφαλός ἐστιν. Gu.
θρηνητικόν. Fl. 33. τλημονέστατον: δυστυχέστατον. B. καρτερικώτατον, ὑπομονητικώτατον. M, Fl. 10. 17. 21. 59. ἀθλιώτατον. Gr. οἰκτρότατον. Gu.
εὐτρεπὴς ὅδε. Gr. I.
αὐχένα: ἤγουν ὑπὸ τὸν τράχηλον, βούλει δηλονότι. El. 17. βαλεῖν τὸ ξίφος. Fl. 59. ἀρτηρίας. Fl. 10.
καὶ τύψον· παρειστήκει σοι γὰρ ὁ εὔμορφος τράχηλος. Fl. 33.
τὸ ἑξῆς, οὐ θέλων οἴκτῳ καὶ συμπαθείᾳ τῆς κόρης, τέμνει τὸν λαιμόν· ἐκ τούτου γὰρ πνεῖ τε καὶ ἀναπνεῖ ῥέον τὸ αἷμα. I.
Ἀχιλλέως παῖς Νεοπτόλεμος ἄκων τε καὶ ἑκὼν τέμνει τῷ σιδήρῳ τὸν τράχηλον τῆς οἰκτρᾶς καὶ ταλαιπώρου κόρης. El. 33.
αἷμα δὲ ὀλίγον, τὴν δὲ φλέβα αἷμα μὲν πολὺ καὶ ἄνω κεῖσθαι τῆς ἀρτηρίας, πνεῦμα δὲ ὀλίγον. Gu. 1. δηλονότι τὰς φλέβας τοῦ πνεύματος ἔταμε. Fl. 33. τὰς ἀρτηρίας, τὰς διεξόδους, ἤγουν τὸν λαιμόν· διὰ τούτου γὰρ ἐκπνεῖ τε καὶ ἀναπνεῖ ῥέον τὸ πνεῦμα. Fl. 6. 9. 21. 50. 59. 76.
βουλήν. I.
Gu. πολλὴν πρόνοιαν εἶχεν: μεγάλην ἐπιμέλειαν εἶχεν. Fl. 33. εὐσχήμως: πρεπόντως τοῦ πεσεῖν ἐντίμως. Fl. 33. εὐπρεπῶς. Gr. εὐσχημόνως, κοσμίως. Gu.
ἐπικεχειρηκότας φανῆναι κατὰ γνώμην σφίσιν ἐπῆλθε. δυοῖν γὰρ οὐσῶν τῶν αἰτιατικῶν, καὶ τοῦ γε νοῦ καθεστῶτος ἐντεῦθεν ἐν σκότῳ, βουλόμενοι συντεταχέναι, ἐναλλαγαῖς τε ἐχρήσαντο καὶ προθέσεσιν ἔξωθεν, εἰς ἃ χρεὼν τὰ ὄμματα τῶν ἀρσένων κρύπτεσθαι φάσκοντες. ἐγ δὲ οὕτʼ ἐκείνοις μεμφόμενος καὶ τὸ δοκοῦν εἰπὼν ἐμαυτῷ, οἶμαι
ἂν πάντας, ὅσοις ὀρθότητος ἐν λόγοις μέλει, ἐκ τοῦ εὐθέως ἀκούσανσας, ἡ μὴν τοῦθʼ οὕτως ἔχειν ψηφίσασθαι. λέγων γὰρ ὁ Ταλθύβιος τὰ περὶ τῆς κόρης, εἶτα ἐπήνεγκεν, ἡ δὲ καὶ θνήσκουσα ὅμως προὐνοεῖτο εὐσχημόνως πεσεῖν, καὶ κρύπτειν ἐκεῖνα, χρεών ἐστι κρύπτειν τὰ ὄμματα τῶν ἀρσένων. I.
περὶ τοῦ θανεῖν ἔθει, ἀλλ’ οὖν πρόνοιαν εἶχεν εὐσχήμως πεσεῖν καὶ τὰ αἰδοῦς ἄξια κρύπτειν, ἃ πρέπον ἐστὶ κρύπτειν τὰς τῶν ἀνδρῶν ὄψεις καὶ μὴ δεικνύναι. μαρτύριον δὲ τούτου ἄλλα τε πολλὰ καὶ τὸ τοῦ Σοφοκλέους “οὐδὲν γάρ σε δεῖ κρύπτειν μʼ ἔτι.᾿ʼ καὶ Αἰσχύλος πάλιν ”μή τοί με κρύψῃς τοῦθʼ ὕπερ μέλλω παθεῖν.” Gu. I.
κρύπτειν: κακοζηλία. Fl. 17. οἱ δὲ ἄνδρες ἔκρυπτον τὰ ἑαυτῶν ὄμματα, καθὼς πρέπει ἀρρένων κρύπτειν. Fl. 33. κρύπτειν: κρύΟὐκ 137 πτέσθαι. Fl. 59. ἀρσένων: μετάπτωσις. FI. 17. ἔπεσεν εἰς τὸ κακόζηλον, ὅπερ κακίζουσιν οἱ ὀβελίζοντες. Gu.
μὲν αὐτῶν τιμῶντες αὐτὴν διὰ τὸ εὐθαρσὲς καὶ εὔψυχον φύλλοις καὶ ἄνθεσιν ἔβαλλον. 1. ἔπεμπεν. B.
διὰ τὸ εὐθαρσὲς καὶ εὔψυχον οἱ Ἕλληνες φύλλοις καὶ ἄνθεσιν ἔβαλλον. B. M. ἐκ χερῶν: διὰ τῶν. B.
φυλλοβολεῖται δὲ ἡ Πολυξένη ὅσπερ ἐν ἀγῶνι νικήσασα. Ἄλλως. τοῦτο παρὰ τοὺς χρόνους. Ἐρατοσθένης γὰρ περὶ τῆς φυλλοβολίας φησὶν ὡς πάλαι χωρὶς ἄθλων ἀγωνιζομένων ἀνθρώπων, τῷ νικήσαντι καθάπερ ἔρανον εἰσφέροντες ἔρριπτον τῶν θεατῶν ὅπως ἕκαστος ηὐπόπει. διὸ δὴ σύνηθες ἐγίνετο κύκλῳ περιπορευόμενον ἐπαγείρειν καὶ
λαμβάνειν τὸ διδόμενον. οἱ μὲν οὖν ἐμπορευόμενοι διάφορα δῶρα, τῶν δὲ λοιπῶν οἱ μὲν ἐγγὺς καθήμενοι στεφάνους ἐπετίθεσαν, οἱ δὲ ἀνωτέρω τοῦτο ὅπερ ἦν λοιπὸν ἔβαλλον τοῖς ἄνθεσι καὶ φύλλοις. 138 καὶ νῦν μὲν ἐπὶ τοῖς ἐπιφανῶς ἀγωνιζομένοις προβάλλουσι ζώνας, πέταλα, χιτωνίσκους, πετάσους, κρηπῖδας. ἕως μὲν οὖν ν ἀγώνισμα κατὰ τὴν νλυμπίαν ἦν, δαψιλὴς ἐγίνετο ἡ τῶν δώρων δόσις· πολυπλασιαζομένων δὲ τούτων ταῦτα ἐμειοῦτο εἰς πολλὰ καταμεριόμενα καὶ τέλος ἡ φυλλοβολία κατελείφθη. ταῦτα οὖν περὶ τοὺς
χρόνους Εὐριπίδης· ὀψὲ γάρ ποτε ὁ ἀγερμὸς τῆς φυλλοβολίας ἀπεδείχθη. φυλλοβολεῖται δὲ ἡ Πολυξένη, ώσπερ ἐν ἀγῶνι νικήσασα· ἐφυλλοβολοῦντο γὰρ μετὰ τὸ νικῆσαι, καθὰ καὶ προείρηται. A.B.M.I.
Gr. ἐνίκησεν γὰρ ἐν ἀγῶνι Πολυξένη. Fl. 10. ἔστεφον, περιέσκεπον. Gu. πληροῦσι: τελειοῦσι. Gr. Fl. 6. 9. 17. 21. 50. 59. 76. πυράν: τὸν τάφον, τὸν τόπον, ἔνθα ἡ πυρὰ ἐγένετο. Gu. τινὲς δὲ ἐπλήρουν τάφον. B.
δᾷδας ἐκ πεύκης, ὁ δὲ μὴ φέρων παρὰ τοῦ φέροντος τοιάσδε κατηγορίας ἤκουε· ἕστηκας, ὦ κακότροπε, οὕτε πέπλον οὕτε καλλωπισμόν τινα διὰ χειρὸς φέρων ὑπὲρ τῆς νεάνιδος καὶ χάριν τῆς νεάνιδος ; οὐ πορεύσῃ δώσων τι τῇ μεγαλοψύχῳ καὶ εὐκαρδίῳ περισσῶς καὶ κατὰ τὴν ψυχὴν ἀνδρείᾳ; τοιαῦτα ἔλεγον περὶ τῆς θυγατρός σου
ἀποθανούσης. τὴν εὐγονωτάτην δὲ πασῶν γυναικῶν ἀθλιωτάτην βλέπω. I.
Gu. κακά: ὀνειδιστικὰ ῥήματα. Gu.
τοῦ μορίου, ἤγουν τριτημόριον, ἢ τεταρτημόριον, οὕτω καὶ τὸ κακὸν ἐπὶ τρόπου ἐνίοτε μὲν λέγεται μόνον, ἐνίοτε δὲ μετὰ τῆς συνθέσεως τοῦ τρόπου, ἤγουν κακότροπον. Fl. 6. 9. 17. 56. 59. Gr. τῇ νεάνιδι: ὑπὲρ τῆς νεάνιδος. B.
76. Gr. ἔχων: φέρων. Gr. ἄγων. ὡς τὸ “ἔχει τῷ λέγοντι κίνδυνονʼ᾿ ἤγουν ἄγει. Gu.
ὑπάρχεις, οὕτως, οὐκ εἶ καὶ οὐχ ὑπάρχεις δώσων τι, τουτέστιν οὐ δώσεις: περίφρασις δὲ Ἀττική. βέλτιον δὲ τὸ πρῶτον. Gu. I. εἶ: ὑπάρχεις ἐνταῦθα. Fl. 59. οὐ βαδίζεις δώσων τι τῇ περισσῶς εὐτόλμῳ. Fl. 10. οὐ πορεύσεις, οὐδὲ βαδίσεις. ἀπὸ τοῦ ἴω. Fl. 21. δώσων: μέλλων δοῦναι. B. εὐκαρδίῳ: τολμηρᾷ. Fl. 6. 9.
21. 56. 59. 76. τῇ περισσῶς εὐκαρδίῳ, τῇ μεγαλοψύχῳ, τῇ τολμηρᾷ. Gr. γενναίᾳ, εὐτόλμῳ. Gu.
μέγα τὸ νω, ὤφειλεν ἐκτείνεσθαι καὶ ἡ πρὸ τῆς διπλοῦ συλλαβὴ, καὶ ἐγένετο ἀμφίμακρος, ὡς πρὸ τῆς διπλοῦ συλλαβῆς μακρᾶς οὔσης, τῆς δὲ ξε βραχείας καὶ τῆς νω μακρᾶς. ἦν γοῦν ἐκεῖ νω ἀχρήσιμος εἰς τὸ τοῦ ἡρωϊκοῦ στίχου δακτυλικὸν μέτρον. ἡμεῖς τοίνυν ἐκείνῳ ἀκολουθήσαντες ὡς ἀρχαιοτέρου καὶ τῶν ἑτέρων ποιητῶν κρείττονι
κἀκείνων αὐτὸν ἀκολουθησάντων, γράφομεν καὶ ἡμεῖς τοῦτο μικρὸν, διδάσκαλον ἐκεῖνον ἔχοντες πάντων καὶ τῶν λέξεων Ἑλληνιστὴν ἀκριβέστατον, ὡς καὶ τὸ ἴσον ἐκεῖνος μὲν ἐδέξατο μακρὸν τὸ ι προστιθεὶς καὶ περισπωμένην κατὰ τὸν κανόνα τὸν λέγοντα, πᾶσα φύσει μακρὰ πρὸ βραχείας ληκτικῆς, ὁ δέ γε παρὼν ποιητὴς ἐδέξατο βραχὺ τὸ ι,
προστιθεὶς καὶ ὀξεῖαν. ἐπακολουθοῦντες οὖν καὶ ἡμεῖς τὸν Ὅμηρον, καὶ οὐ τὸν Εὐριπίδην, ἢ ἕτερόν τινα τῶν ποιητῶν, περισπῶμεν αὐτὸ, ἐπεὶ ἐκεῖνος φυλάττει, ὡς εἴπομεν, τὴν τῶν λέξεων ἀκρίβειαν. οὗτοι δὲ λογοειδῆ γράφοντες —οἱ γὰρ ἰαμβογράφοι ὡς λογοειδῆ γράφουσι —τὰ ἑαυτῶν κατελείψαμεν, γράφοντες καὶ ἰσότατος ἐν ταῖς πεζογραφίαις
μικρὸν τὸ σο, ὡς ἐδηλώσαμεν τὸ ἴσον μακρὸν ἔχον τὸ ι. τὰ γὰρ ἔχοντα μακρὰν τὴν πρὸ τοῦ ο συλλαβὴν σμικρύνονται. Fl. 59.
ἐπέζεσεν ἀντὶ τοῦ ἐπῆλθε τοῖς Πριαμίδαις καὶ τῇ πόλει τῇ ἐμῇ. Gr. I. τὸ δὲ ἐπέζεσεν ἀντὶ τοῦ ἐπήρθη καὶ ηὐξήθη, ἀπὸ μεταφορᾶς τοῦ ζέοντος ὕδατος ἐν τοῖς λέβησι καὶ ἐπαιρομένου ἐν τῷ ζέειν. I. ἐπέζεσε: ἐπῆλθεν, ἤγουν μετὰ σφοδρότητος ἐπῆλθεν, δίκην φλογός. Bar. 74. ἀντὶ τοῦ ἐπέβρασεν, ἐπήρθη, ἐξεχύθη, ἀπὸ μεταφορᾶς τοῦ
βραζομένου ὕδατος ἐν λέβητι. λέγεται δὲ τοῦτο καὶ ἐπὶ τοῦ κύματος, ὅτε ὑπεράνω πηδᾷ τῶν τοίχων τῆς νηός. ἐξέζεσε δὲ ἐπὶ σκωλήκων 141 λέγεται, ὅταν ἀπὸ σήψεως τῇ σαρκὶ γεννηθῶσι. λέγεται καὶ ἐπὶ τῶν ἑψημένων ὕδατι. Gr.
ὡς πεπρωμένον. Gu. ὅπερ συνέβη νῦν, τὸ ἀναλωθῆναι τὴν Τροίαν. Gu. ἀπαραίτητον. πόλει: καὶ ἐν τῇ. B.
προτέρων δηλονότι κακοῖς ἑτέροις ἐπαγομένοις. καὶ νῦν τὸ μὲν σὸν πάθος οὐκ ἂν δυναίμην ἐξαλεῖψαι ἀπὸ τῆς φρενὸς, ὥστε μὴ στένειν αὐτὸ δηλονότι· τὸ δὲ λίαν στένειν ἐμὲ καὶ θρηνεῖσθαι ἀφεῖλες ἀγγελθεῖσά μοι γενναία καὶ μεγαλόψυχος. I.
Gu.
ὑπάρχουσα ἡ λύπη πάντων τῶν κακῶν τοῖς κακοῖς. καὶ νῦν τὸ μὲν σὸν πάθος ὥστε γὰρ θρηνεῖν ἐᾷ με. Ἄλίως. τὸ γὰρ κακὸν διάδοχον τῶν κακῶν εἰσαγωγή ἐστιν. προστέθεικε γοῦν τὸ κακὸν κακοῖς, ἵνα ἡ διαδοχὴ τῶν κακῶν ἑτέρων κακῶν φανῆται ὁδοποιός. A. τόδʼ: τὸ ἕτερον κακόν. Fl. 6. 9. 21. 56. 59. Gr. παρακαλεῖ:
παρακινεῖ. B. Fl. 6. 9. 21. 33. 56. 76. παρακαλῶ τὸ καθικετεύω, τὸ παραμυθοῦμαι, ὅθεν καὶ παράκλησις, καὶ τὸ ἐφέλκομαι. Fl. 6. Gr. ἐφέλκεται. B. M. Gr. παρασύρει, ἕλκει. Gu. ἐκεῖθεν: ἀπὸ τοῦ ἑτέρου μέρους. Gr. αὖ: πάλιν. Gu.
ἐγώ. Fl. 33. λύπης κακῶν, ἐν οἷς εἰμί. Gr. διάδοχος κακῶν προτέρων κακοῖς ἑτέροις ἐπαγομένοις. Gr. διαδεχομένη τὰ κακὰ τοῖς κακοῖς. B. τὸ ἑξῆς, λύπη τις ἄλλη κακή. M.
θρηνεῖν. Fl. 17. 33. λυπεῖσθαί με. B. Fl. 10. 21. 76. Gr. πλέον, τὸ πάνυ λυπεῖσθαι. Fl. 59. παρεῖδες: παρέκοψας. Fl. 17. 76. Gr. ἐμο. Fl. 10. ἀφεῖλες. Gu.
Ἀττικόν. τὸ γενναῖος οἱ παλαιοὶ ἀντὶ τοῦ εὐγενικοῦ ἔλεγον. Gu.
οὐκ ἔστιν ἰδεῖν, ὅτι τὸ ἐκ φύσεως οὐ μεθίσταται· ὁ γὰρ κακὸς ἀεὶ κακός ἐστι, καὶ ὁ ἀγαθὸς ἀεὶ ἀγαθὸς, κἂν ἀτυχήμασι περιτύχη. ταῦτα δέ φησι, θαυμάζουσα τὴν Πολυξένην. Gu. I.
γῆ ἀμεληθεῖσα παρὰ τοῦ γεωργοῦντος αὐτὴν ἀποδώσει καρπὸν κακόν. ἐπὶ μὲν οὖν τῆς γῆς οὕτως ἔχει, ἐπὶ δὲ τῶν ἀνθρώπων ὁ ἀπὸ φύσεως ὑπάρχων πονηρὸς ἢ κακὸς ἢ ἀγεννὴς καὶ μέχρι τέλους οὕτω διαμένει, ὁ δὲ ἐσθλὸς ἢ ὁ εὐγενικὸς καὶ ἀπὸ φύσεως ὑπάρχων ἀγαθὸς, κἂν καὶ μυρίαι συμφοραὶ περικυκλώσουσι τοῦτον, οὐ πάλιν διέφθειρε τὴν
εὐγένειαν αὐτοῦ, ἀλλʼ εἰς τέλος διαμένει χρηστός. τὸ αὐτὸ πέπονθε καὶ ἡ Πολυξένη εὐγενὴς οὖσα, μὴ πτοηθεῖσα, μηδὲ δειλανδρήσασα 143 ἐπὶ τὴν σφαγὴν, ἀλλὰ βασιλικῶς καὶ γενναίως ἀποθανοῦσα. Fl. 59. οὐχὶ δεινὸν εἰ κακὴ γῆ, ὅταν τὰ ἐκ θεοῦ αὐτῇ κατὰ καιρὸν ἀπαντήσῃ— λέγει δὲ τοὺς ὑετοὺς καὶ τὸν ἀέρα—φέρει στάχυν καλὸν, ἡ δὲ ἀγαθὴ τούτων ἀποτυχοῦσα κακὸν καρπὸν φέρει, τῶν δʼ ἀνθρώπων ἀεὶ ὁ κακὸς
κακός ἐστιν, ὁ δʼ ἀγαθὸς ἀγαθὸς, κἂν ἀτυχήμασι περιτύχῃ. ταῦτα δέ φησι θαυμάζουσα τὴν Πολυξένην. M. Fl. 21. οὐκ ἔνι ἔπαινος. Fl. 17. δεινόν: παράδοξον. Gr. θαυμαστὸν καὶ μέγα. Gu.
λέγειν, ὅτι τὰ μὲν ἄλλα πράγματα ταῖς ἐπιμελείαις ἢ ἀμελείαις τῶν ἀνθρώπων οὕτως ἢ οὕτω γίνονται, οἱ ἄνθρωποι δὲ, ὡς ἔχουσι φύσεως, μένουσι καὶ οὐκ ἀλλάσσουσι τὴν προαίρεσιν τοῖς καιροῖς καὶ τοῖς πράγμασιν. Gr. θεόθεν: παρὰ τῶν θεῶν. Fl. 21. φέρει: εὐφορεῖ κατὰ τοὺς καρπούς. Fl. 6. 9. 21. 50. 59. 76. Gr.
56. 59. 76. ἤγουν παθών τι λυπηρόν. Gu.
οὐσία πυρὸς τὸ εἶναι ξηρὸν καὶ θερμὸν, φύσις δὲ τὸ φωτίζειν καὶ τὸ καίειν, καὶ φύσις ἀνθρώπου τὸ εἶναι ἀνδρεῖον ἢ δειλὸν, οὐσία δὲ τούεἰ 144 του τὸ εἶναι ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. Fl. 25. Gr. ἀεί: διαπαντός. Fl. 17.
κακῶν γονέων καλός. τοῦτο ἐπήνεγκε δηλῶν ὅτι τὸ ἐκ γονέων εἶναι καλῶν καὶ γὰρ καὶ ἡ Πολυξένῃ, εἰ μὴ ἀπὸ γονέων ἦν καλῶν, οὐκ ἂν τοιαύτη ἐφάνη ἐν τῷ θανάτῳ αὐτῆς, εἰ καὶ καλῶς ἀνετράφη, τὸ κακὸν δηλονότι. ἐάν τις μάθῃ, εὗ οἶδε καὶ τὸ κακὸν μαθὼν τοῦ καλοῦ τὸν κανόνα. Ἄλλως. πότερον τῶν τεκόντων ἡ εὐγένεια προτιμοτέρα
ἐστὶν ἢ ἡ ἀνατροφή ; τοῦτο ἐπήνεγκεν ὅτι πολὺ διαφέρει τὸ ἐκ γονέων εἶναι καλῶν. A. ἆρα ἀπὸ φύσεως ἔχει τοῦτο ἤτοι ἀμετάβλητον τοῦ καλοῦ καὶ τῆς εὐγενείας, ἢ ἀπὸ παιδεύσεως καὶ ἀνατροφῆς; καὶ τὸ τραφῆναι καὶ παιδευθῆναι καλῶς ἔχει τινὰ δίδαξιν ἀγαθοῦ, πλέον δὲ ἀπὸ φύσεως ἔχει τοῦτο καὶ τὸ ἐξ εὐγενῶν εἶναι
γονέων καὶ καλῶν. τοῦτο δὲ τὸ καλὸν ἐὰν μάθῃ τις, εἴτε ἀπὸ φύσεως, εἴτε ἀπὸ παιδεύσεως, οἶδεν ἀνάγκῃ καὶ τὸ καλόν· ὁ γὰρ γινώσκων τὸ καλὸν καὶ τὸ ἐναντίον τούτου γινώσκει, μαθὼν καὶ τοῦτο τῷ κανόνι τοῦ καλοῦ. Fl 59.
ποιοῦσιν, ἢ αἱ ἀνατροφαί; I. ὥσπερ ἀποροῦσα ἡ Ἑκάβη τοῦτό φησιν· ἆρα τὸ γενέσθαι τινὰ ἀγαθῶν γονέων συντελεῖ πρὸς τὸ εἶναι τοῦτον χρηστὸν, ἢ τὸ πεπαιδεῦσθαι καὶ ἀγωγῆς οὐκ ἀγεννοῦς λαχεῖν; ἐκ δὲ τοῦ λέγειν “ἔχει γε μέντοι καὶ τὸ τραφῆναι καλῶς δίδαξιν ἐσθλοῦ” φαίνεται τὸ μὲν τῶν γονέων προτιμᾶν, τὸ δὲ τῆς
παιδεύσεως ἐν δευτέρῳ τίθεσθαι. Gu. I. πότερον ἡ εὐγένεια τῶν τεκόντων προτιμοτέρα ἢ ἡ ἀνατροφὴ, καὶ τοῦτο μὲν προτερεύει, δευτερεύει δὲ ἡ ἀνατροφή; διὸ καί φησιν ὡς καλὸν καὶ τὸ θρεφθῆναι καλῶς, τοῦ καί συνδέσμου προτίμησιν τῆς εὐγενείας ἐμφαίνοντος. 145 Gu. ἀμφοτέροις δίδωσιν ὁ Εὐριπίδης τὸ αἴτιον, καὶ τοῖς τεκοῦσι καὶ ταῖς τροφαῖς, πλέον δὲ τοῖς τεκοῦσιν. Gr. τεκόντες: οἱ γεννήτορες. B. Gr. τεκνήσαντες. Fl. 17. γονεῖς. Fl. 21. διαφέρουσιν: διαφορὰν ποιοῦσιν αἱ ἀνατροφαὶ, παιδαγωγίαι. Gr. εἰς τὸ
εἶναί τινα καλὸν ὠφελοῦσι, συντελοῦσιν. Gu. τροφαί: αἱ παιδεύσεις. B. ἡ ἀνατροφή. M.
μαθὼν τῇ διδασκαλίᾳ τοῦ καλοῦ. I. ἔχει γέ τοι τι: τοῦτο ἐπήνεγκεν δηλονότι· πολὺ διαφέρει τὸ ἐκ γονέων εἶναι καλῶν. B. M. Fl. 21. θρεφθῆναι: ἀνατραφῆναι. B. Gr. παιδευθῆναι. Gu.
κακὸν διὰ τὸν τοῦ καλοῦ κανόνα. ὁ γὰρ ἐθισθεὶς τοῖς καλοῖς, ὅταν τι καὶ πράξῃ, γινώσκει τοῦτο ὡς ἀπὸ τοῦ καλοῦ, διδασκάλῳ τῇ πείρᾳ χρώμενος. οἷον, τρῶγέ τι γλυκὺ καὶ παρευθὺ γεῦσαι καὶ πικροῦ, καὶ νοεῖς τὸ πικρὸν εἰθισμένος ὢν τῷ γλυκεῖ, τρώγων δέ τις πάντοτε πικρὸν, μὴ γευσάμενος γλυκέος, οὐκ οἶδε τὸ πικρὸν ὡς πικρόν ἐστι τῇ
ἀπειρίᾳ τοῦ γλυκέος. A. τὸ ἐσθλόν. Gu. τοῦτο: τὸ καλῶς ἀνατραφῆναι. Gr. μάθῃ: γνωρίσῃ. Fl. 6. 9. 17. 21. 34. 56. 59. 76. Gr. τινὲς ἐπιλαμβάνονται τοῦ ποιητοῦ τῷ βάρβαρον εἰσάγειν καὶ λέγειν περὶ φύσεως· ἀλλʼ οὐ τὸ τυχὸν πρόσωπον ἡ Ἑκάβη, ἀξιοπρεπὲς δὲ ὡς ἀρχικόν. Gr. τοῦτο δʼ ἤν τις εὖ μάθῃ: τὸ καλὸν δηλονότι. B. M. ὁ τὸ
ὀρθὸν τῆς τέχνης μαθὼν οὐ χρείαν ἔχει μαθεῖν τὸ μὴ ὀρθόν· οἶδε γὰρ τῇ τέχνῃ τοῦ ὀρθοῦ, ὡς ὁ τὸ κατʼ ἦχον μαθὼν οἶδε φυσικῶς τὸ παῤ ἦχον. Gr.
μάτην,” τουτέστιν οὐ κατὰ καιρὸν εἴρηται. Bar. 74. Gu. νοῦς: ὁ ἐμός. Fl. 10. 17. 76. ἐτόξευσεν μάτην: ἀπέρριψεν διὰ κενῆς. Fl. 6. 9. 21. 56. 59. 76. ἀπέρριψε ματαίως. Fl. 17. εἶπεν. Fl. 10. ἐφιλοσόφησεν. B. καὶ ταῦτα μὲν ὁ ἡμέτερος νοῦς ἐστοχάσθη ματαίως, ἀπὸ μεταφορᾶς τῶν τοξοτῶν εὐστόχως βαλλόντων, ἤγουν
ὅτι, εἰ καὶ οἱ λόγοι, οὓς εἶπον, εὔστοχοί εἰσι καὶ ἀληθεῖς, ὥσπερ ἐν σκοπῷ τινι, ἤγουν τῇ ἀληθείᾳ, οὕτως ἐλέχθησαν οἱ λόγοι μου, ὅμως δὲ μάτην ἔλεξα τούτους μηδὲν ὠφελήσαντάς με. Fl. 59. ἡ ἐμὴ διάνοια μάτην ἐτόξευσεν, ὃ εἶπεν ἀντὶ τοῦ ἐξέπεμψεν, ἀπέβαλεν. B. M. Fl. 21. ἐνεθυμήθη. Fl. 33. ἀπέρριψε. Gr. ἐξέπεμψεν, ἀπὸ
μεταφορᾶς τῶν τοξοτῶν. ὡς ἀπὸ τῆς Ἑκάβης λέγει ὁ ποιητής. Gu. μάτην: διὰ κενῆς, ἀνωφελῶς, διὰ τὸ εἶναι παρὰ καιρὸν ἤγουν ἐν θρήνῳ. Gr.
EI. 21. τὸ ἑξῆς, μὴ θιγγάνειν μου τῆς παιδὸς μηδένα. ὄχλον δὲ τὴν ὄχλησιν, ὡς τὸ “ὄχλον παρέξεις, ὡς ἔοικας, ὦ γύναι.” ἡ Ἀργείοις σήμηνον, ἀντὶ τοῦ στρατηγοῖς εἴργειν τὸν ὄχλον. ἐν τῷ πολλῷπλήθει ἀπαίδευτος ὁ ὄχλος καὶ ἀκόλαστος καὶ ἀνεξέταστος. M. Fl. 33.
147 M. θίγειν. Fl. 10. κωλύειν ἅπτεσθαι. Fl. 17. μὴ ἅπτηταί τις ἐκείνων, τῶν στρατηγῶν δηλονότι, τῆς παιδὸς, ἀλλὰ μᾶλλον κωλύειν καὶ τὸν ὄχλον τοῦ ψαύεσθαι ἐκείνης. Fl. 21. μὴ ψαύειν μου τῆς παιδὸς, ἤγουν τῆς θυγατρὸς, μηδένα, ἀλλʼ εἴργειν, τουτέστι
κωλύειν, τὸν ὄχλον. ἔστι δὲ τὸ ἀλλά ἀντὶ τοῦ καί, ἤγουν καὶ τὸν ὄχλον κωλύειν. Fl. 6. 9. 21. 56. 59. 76. Gr.
μηδὲν κακὸν ποιῶν κακὸς νομίζεται ἐκεῖνος. A. Fl. 17. ἤγουν παρὰ τῷ πλήθει τῶν ἀτάκτων ὁ εὔτακτος καὶ μηδὲν κακὸν ποιῶν κακὸς νομίζεται. Fl. 17. πολλῷ. B. ἐν τῷ στρατῷ ὁ ὄχλος ἀκόλαστος ὑπάρχει, ἀπαίδευτος· ἐξαιρέτως δὲ ἡ ναυτικὴ ἀναρχία, ἤγουν οἱ τὴν θάλασσαν πλέοντες, αἰδοῦνται τούτους εἰπεῖν καὶ βασιλεῖς, καὶ
οὐκ ἀνακόπτουσιν ἀπὸ τῶν κακῶν· ὅπου δʼ ἂν πλησιάσωσι, κρεῖσσον πυρὸς καίουσι. τὸ αὐτὸ φοβηθεῖσα καὶ ἡ Ἑκάβη περὶ τῆς παρθένου κειμένης οὕτως ἐν μέσῳ τῷ πλήθει, μή πώς τις ἀπὸ τῶν ἀκολάστων καὶ ἀπαιδεύτων, τῶν ὄντων ἐν τῷ πλήθει, ἢ ἁρπάσῃ τι τῶν ἱματίων αὐτῆς, ἢ τις τῶν πρὸς τὰς συνουσίας καταφόρων ἱστάμενος καθορᾷ
τοὺς μαστοὺς καὶ τὴν αἰδῶ ταύτης, καὶ ἄτιμος φανῇ ἡ παρθένος· τοιαῦτα γὰρ εἰώθασι ποιεῖν οἱ ἐν τῷ ὄχλῳ ἀκόλαστοι· διὰ τοῦτο παραγγέλλει μὴ ψαύειν ταύτης τινά. FI. 59.
ἀκολασία ἡ λαγνεία λέγεται, ἀκόλαστος γλῶττα καὶ ἀκόλαστος βρῶσις. Fl. 6. 25. ἀναρχία: ἀναίδεια. M. Fl. 17. ἀταξία. B. ἀνυποταξία. Fl. 6. 9. 21. 56. 59. 76. ναυτικὴ ἀναρχία λέγει οὐχ ὡς ἀνάρχων ὄντων τῶν Ἀργείων αὐτῶν, ἀλλʼ ὅτι ἀνάρχοις ἐοίκασιν οἱ ναῦται, κἂν ὑπʼ ἀρχὴν ὦσι, διὰ τὸ αὐτῶν ἀκόλαστον καὶ ἄτακτον.
Gu.
κακόνυμφον νύμφην καὶ κακοπάρθενον παρθένον λούσω ἐν λουτροῖς πανυστάτοις. I.
ἡ νόσος τῆς ὑγείας, ἤγουν ἐπικρατεστέρα, νικήσασα τὴν ὑγείαν. Gr. κακός: δοκεῖ. Fl. 17. παρὰ τῷ πλήθει κακὸς νομίζεται ὁ μή τι δρῶν κακόν. M. Fl. 25. νομίζεται παρʼ ἐκείνοις, ὡς οὐχ ἑπόμενος αὐτοῖς καὶ τὰ αὐτῶν πράττων αἴσχιστα. Gu. παρὰ τοῖς κακοῖς νομίζεται. Fl. 10. εἰ δὲ καὶ ἐστί τις ἐσθλὸς ἐν ἐκείνοις ὃς
μηδὲν ἰδὼν ἢ ποιήσων τῇ ἐκείνων κακοπραγίᾳ, πονηρὸς καὶ οὗτος καλεῖταί τε καὶ νομίζεται. Fl. 21.
ἡ μετὰ φόβου δουλεύουσα παρὰ τὸ λα ἐπιτατικὸν καὶ τὸ τρεῖν, ὃ σημαίνει τὸ φοβεῖσθαι. B. Fl. 6. 10. 25. φησὶν ἡ Ἑκάβη πρὸς τὴν θεράπαιναν, καὶ ἔστι Ἀττικόν· λείπει γὰρ τὸ μέρος ἕνεκα τῆς ποντίας ἁλός. Fl. 33. παλαιὰ ὑπηρέτις, δούλη. M.
τι ὑγρόν. Gr. 1. ὅμοιον τὸ ἔφαγε τοῦ ἄρτου καὶ ἔπιε τοῦ ὕδατος. Gr. I. βάψασʼ : πλήσασα. Fl. 17. ὠθήσασα κατὰ τοῦ ὕδατος. Gr. πληρώσασα. Gu. δεῦρο: ἐνταῦθα. Fl. 17. Gu.
Ἀχιλλεῖ. Gu. ἄνυμφον: ἔν ἴσῳ τῷ κακόγαμον. M. κακόνυμφον. Gr. ὡς μὴ τῆς μνηστείας τετελεσμένης. Gu. ἀπάρθενον: ἤγουν δυστυχῆ παρθένον. Fl. 6. 9. 10. 21. 56. 59. 76. Gr. σημείωσαι τὸ τραγικὸν ἔθος νύμφην ἄνυμφον ἔσεσθαι. παρὰ τὸ πυκνότερον τοὺς ποιητὰς οὕτως κεχρῆσθαι, λέγοντας γάμον ἄγαμον, ἤτοι κακόγαμον,
καὶ νῦν λέγει νύμφην τʼ ἄνυμφον καὶ παρθένον τʼ ἀπάρθενον. Fl. 33. πρὸς τὸ τραγικὸν ἔθος. νύμφη, διότι ἔμελλε καλλωπίσαι ταύτην καὶ προθήσειν, ἄνυμφος δὲ διότι οὐκ ἔζη, ἀλλὰ ἀπέθανεν. Fl. 59. ἀπάρθενον: κακοπάρθενον. Gr. εἰς κακὸν τὴν παρθενίαν φυλάξασαν. Gu. οἱ μὲν τὸ ἀπάρθενον ἀντὶ τοῦ κακοπάρθενόν φασιν, ἐμοὶ δὲ οὐχ
οὕτω δοκεῖ, ἀλλʼ εἰποῦσα “νύμφην τʼ ἄνυμφον” νύμφην μὲν ὡς μνηστευθεῖσαν τῷ Ἀχιλλεῖ, ἄνυμφον δὲ ὡς τῆς μνηστείας μὴ τελεσθείσης, ἐπήγαγε πρὸς μὲν τὸ νύμφην τὸ ἀπάρθενον, πρὸς δὲ τὸ ἄνυμφον τὸ παρθένον. Gu. I. τὸ α σημαίνει ἑπτὰ, ὡς τὸ ἀοίκητος ὁ μὴ ἔχων οἰκίαν. ἐπίτασιν, ὡς τὸ ἄξυλος ὕλη. ὁμοῦ, ὡς τὸ ἄκοιτις ἡ ὁμόκοιτος.
κακὸν, ὡς τὸ ἄφωνος ὁ κακόφωνος. ὀλίγον, ὡς τὸ ἀμαθὴς ὁ ὀλιγομαθής. ἄθροισιν, ὡς τὸ ἅμα ἀντὶ τοῦ ὁμοῦ, καὶ πλεονασμὸν, ὡς τὸ πᾶς ἅπας. A.
σημαίνει· διαφέρουσι δὲ κατὰ τοῦτο, ὅτι τὸ μὲν πόθεν ἐμφαίνει ἐρώτησίν τινα, τὸ δὲ οὐδαμῶς τελείαν ἀπόφασιν.) ὡς δὲ ἔχω καὶ δύναμαι ποιήσω. ταῦτα λέγει ἀποβλέπουσα πρὸς τὴν πρόσθεν αὐτῇ προσοῦσαν εὐδαιμονίαν καὶ τὴν νῦν ἀπορίαν. I. τὸ τε τοῦ 150 κόσμον τʼ ἀγείρασα πρὸς τὸ ὡς δʼ ἔχω οὕτως ἐστὶν, ἀξίως μὲν οὐκ ἂν δυναίμην αὐτὴν λοῦσαί τε καὶ προθέσθαι· ὡς δὲ ἔχω, ποιήσω τοῦτο καὶ ἀγείρασα κόσμον ἀπὸ τῶν αἰχμαλωτιδων. Gu. I. προθῶμαι: προθήσω. Fl. 6. 10. ποιήσω. Fl. 56. προθήσω ἀντὶ τοῦ θάψω. M. Fl. 21. θάψω. Fl. 10. 17. νεκρὸν ἔμπροσθεν πολλῶν
θήσω. Gr. εἰς μέσον θήσω. Gu. ὡς δʼ εὐπορῶ, προθήσω. M. ὡς: καθά. Fl. 59. 76. ἀξία: ὑπάρχει. Fl. 59. 76. ἐστί. Fl. 17. πόθεν: οὐδαμῶς. Gr. γράφεται ποθὲν, ἀντὶ τοῦ ἀπό τινος πράγματος. Gr. προθῶμαι: προθήσομαι. ἀντὶ τοῦ θάψω, ὡς μὲν ἀξία ἡ παρθένος προτεθῆναι οὐκ ἄν δυναίνην προθεῖναι αὐτήν· πόθεν
γάρ; ὡς δὲ ἔχω προθῶμαι αὐτὴν κόσμον ἀγείρασα παρὰ τῶν αἰχμαλωτίδων, ἵνʼ ᾖ περιττὸς ὁ τε. τὸ πόθεν δὲ ἀντὶ τοῦ οὐδαμῶς. ἔστι δὲ ἐπίρρημα ἀρνήσεως. B. a m. sec. ὡς μὲν ἀξία ἐστὶν ἡ παρθένος προθῶμαι αὐτὴν, πόθεν; μὴ ἔχουσα τὰ ἄξια αὐτῆς· ὡς δὲ δύναμαι προθῶμαι αὐτὴν κόσμον ἀγείρασα αἰχμαλωτίδων πάρα, ἵνʼ ᾖ περιττὸς
ὁ τε. ὡς μὲν ἀξίως αὐτὴν προθῶμαι οὐκ ἄν δυναίμην, ὡς δὲ ἔχω, οὕτως αὐτὴν προθῶμαι. A.B.M. Fl. 59. προθήσω ἐπὶ τῷ κλαῦσαι αὐτήν. ὡς μὲν ἀξία, πόθεν; ἐπεὶ γὰρ βασιλὶς ἦν, ἀξία ἦν καλλωπισθῆναι ἐν τῷ θανάτῳ αὐτῆς, ὡς νύμφης, πολυτελῶς, οἷα τὰ τῶν βασιλέων. μὴ ἔχουσα δὲ ἡ Ἑκάβη λέγει πόθεν, ἀντὶ τοῦ οὐδαμῶς
ἔχω τινὰ καλλωπίσματα ἁρμόζοντα τῇ θυγατρί μου. τοιοῦτον γάρ ἐστι τὸ πόθεν, ἤγουν πόθεν ἔχω εὑρεῖν ταῦτα; οὐδαμῶς· οὐκ ἂν δυναίμην, οὐκ ἔχω, οὐκ εὐπορῶ τῶν ἁρμοζόντων. ὡς δὲ ἔχω, προθήσω τὰ κατʼ ἀξίαν μὴ ἔχουσα. τί γὰρ πάθω; εἰ πολλάκις ἀπὸ τῶν αἰχμαλωτίδων τινὲς λαθόντες ἑαυτῶν δεσπότας, ὅτε ἐν τῇ Τροίᾳ
ἐσκύλευον, παρεκρύψαντό τινες κόσμους αὐτῶν, τούτους ἀραμένη, καὶ καλλωπίσασα προθήσω αὐτήν. Fl. 59. πόθεν: γρ. καὶ τυχεῖν. M.
οὖσαι οὐδὲν οὐδʼ ὁτιοῦν κέκτηνται, φησὶν, εἴ τις ἔλαθε τοὺς ἑαυτῆς δεσπότας καὶ ἔχει τι τῶν οἰκείων, κλέψασα τοῦτο τοὺς δεσπότας καὶ μὴ ὑπʼ ἐκείνων ἀφαιρεθεῖσα. Gu. I. κόσμος τὸ πᾶν, καὶ ὁ καλλωπισμὸς, καὶ τὸ κατὰ τάξιν, οἷον κατὰ κόσμον ἔκειντο τὰ ὅπλα. Fl. 25. Gr. ἐγκόσμια. Fl. 56. περιττὸς ὁ τε. Gu. ἀγείρασ’ :
ἀθροίσασα. Fl. 6. 9. 21. 56. 59. 76. Gr. συνάξασα. Fl. 56. συναθροίσασα. Fl. 33. αἰχμάλωτος ἐπὶ ἀρσενικοῦ καὶ ἐπὶ θηλυκοῦ, καὶ αἰχμαλωτίς ἐπὶ θηλυκοῦ. Gr. πάρα: ἀπό. B.
Gu. σκηνωμάτων: τῶν σκηνῶν. Gr. κατοικιῶν. Gu. κατὰ τοῦτο λέγεται καὶ σκήνωμα τὸ τοῦ ἀνθρώπου σῶμα διὰ τὸ πρὸς χρόνον βραχὺν κατοίκησιν εἶναι τῆς ψυχῆς. σκηνὴ γὰρ καὶ σκήνωμα ἡ πρὸς χρόνον βραχὺν ὡς ἔτυχε γενομένη οἰκία ἢ τέντα ἢ ἄλλο τι τοιοῦτον. Fl. 25. Gr.
πολλὰ καὶ κάλλιστα, ἡ γεραιά τε ἐγὼ αὐτὴ ἡ μήτηρ τῶν τέκνων, 152 λίαν ἤλθομεν εἰς τὸ μηδὲν, στερηθέντες τῆς πρώην ἐπάρσεως. εἶτα δῆτα καὶ ἐπαιρόμεθα, ὁ μέν τις ἐν δώμασι πλουσίοις, ὁ δὲ τίμιος κεκλημένος ἐν πολίταις. τὰ δὲ, ὁ πλοῦτος καὶ τὰ τοιαῦτα, οὐδέν εἰσι δηλονότι· μάτην αἱ στροφαὶ τῶν λογισμῶν καὶ ἡ μεγαλορρημοσύνη. ἐκεῖνος δʼ ἐστὶν εὐτυχέστατος, ᾧτινι καθʼ ἡμέραν, ἤγουν κατὰ τὴν
ζωὴν, μηδὲν ὑπάρχει κακόν. I.
πολιτικῇ τιμῇ. ταῦτα δὲ πάντα, ὅ τε πλοῦτος καὶ ἡ δόξα τά τʼ ἄλλα τἀνθρώπινα, οὐδέν ἐστιν, ἄνω καὶ κάτω τῆς τύχης Εὐρίπου δίκην ἰούσης. τὸ δὲ εἶτα ἢ κατʼ ἐρώτησιν, ἢ ἀποφαντικὸν καὶ συλλογιστικόν. τὸ δὲ ἄλλως φροντίδων βουλεύματα, ἤτοι διανοήματα, τουτέστι ματαίως φροντίζουσι περὶ τούτων οἱ ἄνθρωποι· τὸ γὰρ φροντίδων
βουλεύματα ἀντὶ τοῦ φροντίδες, περιφραστικῶς. Gu. I.
ὧν εἶχε, καὶ περὶ ἐκείνων λόγον μετὰ θρήνου ποιεῖται, ἀφεῖσα τὸν προκείμενον αὐτῆς λόγον. Gr. ὅτε ἐβασίλευον. ταῦτα δὲ λέγει ἀποβλέπουσα πρὸς τὴν πρόσθεν αὐτῇ προσοῦσαν εὐδαιμονίαν καὶ τὴν νῦν ἀπορίαν. Gu.
56. 59. 76. Gr. κτήματα ἢ τέκνα. Gu.
153 τὸ γὰρ ὡς, ὅτε ἐπὶ κινήσεως τίθεται, ἀντὶ τῆς εἰς λαμβάνεται. οἱ δὲ τὸ ὡς ἀντὶ τοῦ ὄντως ἢ λίαν ἐνταῦθα λέγοντες καὶ οὗτοι δοκοῦσιν εὗ λέγειν. Gu. ὡς εἰς τὸ μηδέν: λιάν εἰς τὸ εὐτελές. φρονήματος δὲ τοῦ πλούτου καὶ τῆς πρώην ἐπάρσεως. B. τὸ μηδέν:
ἤγουν εἰς τὸ εὐτελές. Fl. 10. 17. ἥκομεν: κατέστημεν. Fl. 6. 9. 17. 21. 56. 59. 76. Gr. φρονήματος: δόξης, πλούτου. Fl. 17. τοῦ πλούτου. M. φρόνημα ἐνταῦθα τὴν ἐκ τοῦ πλούτου λέγει ἔπαρσιν καὶ τὴν δόξαν· φρόνησις δὲ κυρίως ὁ νοῦς καὶ ἡ καθεστηκυῖα σύνεσις. A. Gu. ἐπάρσεως. Gr. ὑπερηφανίας πλούτου, βασιλείας,
εὐτυχίας, τῆς πρόσθεν ὑπεροχῆς καὶ λαμπρότητος. Gu.
τοῦ “τὰ δʼ οὐδέν.” B. ὁ μέν τις ἀφʼ ἡμῶν ἠλαζονεύετο τοῖς πλουσίοις δώμασιν, ἤτοι τοῖς ποικίλοις, τοῖς λαμπροῖς, οἷς εἶχε πρότερον, ὁ δὲ ἠλαζονεύετο ἐν τῇ ἀρχῇ, ἐν τῇ ἐξουσίᾳ· οἱ γὰρ ἄρχοντες παρὰ τοῖς πολίταις, ἤτοι τοῖς ἀρχομένοις, τίμιοι καλοῦνται. ταῦτα δὲ οὐδέν εἰσι. Fl. 59. ὀγκούμεθα: ἀπονοούμεθα. M. ἐπαιρόμεθα,
μεγαλαυχοῦμεν. Fl. 6. 9. 21. 56. 59. 76. Gr. οἱ ἄνθρωποι. Fl. 33. εἶτα δῆτʼ ὀγκούμεθα: ἐπειδὴ εἶπε καὶ ἀνεκαλέσατο τοὺς αὐτῆς δόμους τοὺς πρὶν εὐτυχεῖς, εἶπε δὲ καὶ ὅτι συναγείρω κόσμον ἐκ τῶν αἰχμαλωτίδων, ἐὰν ἔχωσί τι καὶ θάψω κοσμίως καὶ πλουσίως τὴν Πολυξένην, μετέγνω καί φησιν, εἰς τὸ μηδὲν ἥκομεν. εἶτα δὴ
νῦν ὀγκούμεθα καὶ ἐπαιρόμεθα καὶ ζητοῦμεν θάψαι πολυτελῶς τὴν Πολυξένην. A.
ἤγουν οὐκ ἔχει οὕτως. ἀπὸ δὲ τούτου συνάγομεν τὸ ματαίως ἤγουν μάτην λέγεις. Fl. 59. φροντίδων: λογισμῶν. Gr. φροντίδων βουλεύματα: ἤγουν φροντίδες Ἀττικῶς. Gu. βουλεύματα: στροφαί. Gr. ἐφευρήματα, διανοήματα. Gu. μάταιά εἰσι τὰ βουλεύματα τῶν φροντίδων, ἤτοι οἱ ἐγκαυχώμενοι ἐπὶ τῷ πλούτῳ καὶ
τῇ δόξη αὐτῶν μάτην καυχῶνται, μὴ γινώσκοντες ποῦ μέλλει ἀποβῆναι ὁ βίος αὐτῶν καὶ ἡ ἀρχή. Fl. 59.
τῶν φροντίδων καὶ ἐπινοιῶν, οἱ κόμποι τε καὶ αἱ μεγαλορρημονίαι, καὶ αἱ κενοδοξίαι, καὶ αἱ γαυριώσεις καὶ αἱ ῥητορεῖαι τῆς γλώσσης. Fl. 33. ὀλβιώτατος: εὐτυχέστατος. Gr. εὐδαίμων ὑπάρχει. Gu. ἐκεῖνος δὲ ὀλβιώτατος, πλουσιώτατος, μακαριστὸς, ᾧτινι μηδὲν ἐπέλθῃ λυπηρὸν παντὶ τῷ βίῳ αὐτοῦ, ἀλλὰ τυγχάνει
χωρίς τινος θλίψεως. Fl. 59.
Gu.
βλέπει ἥλιος. πόνοι γὰρ καὶ ἀνάγκαι ἐπικρατέστεραι τῶν πόνων κυκλοῦσιν, ἡμᾶς δηλονότι. κοινὸν δὲ κακὸν ἀφανιστικὸν ἐξ ἰδίας μωρίας ἐπῆλθε τῇ Τρωϊκῇ γῇ συμφοραί τε, ἀπʼ ἄλλων συμφορῶν 155 δηλονότι ἐκρίθη δὲ, ἀντὶ τοῦ διεκρίθη, ἡ ἔρις, ἃν, ἀντὶ τοῦ δι᾿ ἣν ἔριν ἐδίκασεν ἐν τῇ Ἴδῃ τὰς τρεῖς θυγατέρας τῶν θεῶν ὁ βουκόλος Ἀλέξανδρος, ἐπὶ πολέμῳ καὶ φόνῳ καὶ βλάβῃ τῶν ἐμῶν οἰκημάτων. I. οἷον αὐτὴ ὡς ἄξιον τὴν Ἑλένην. ἀλλ μοι
χρῆν πήματα μχορός αὐτὴν ἀνακλαίεται, καί φησιν, ἐμοὶ ἀπέκειτο συμφορὰν καὶ πημονὴν γενέσθαι ἀπʼ ἐκείνης τῆς ἡμέρας, ἀφ’ ἧς ὁ Ἀλέξανδρος ἔτεμε τὴν ἀπὸ τῆς Ἴδης τοῦ ὅρους ὕλην τὴν ἐλατίνην (ἐλάτη δὲ εἶδός ἐστι δένδρου), ναυστολήσων εἰς τὴν θάλασσαν διὰ τὰ λέκτρα Ἑλένης, ἤγουν διὰ τὴν κοίτην τῆς Ἑλένης, εἰς ἣν ὁ
ἥλιος λάμπει, πόνοι δὲ μείζονες ἐπέρχονται, καὶ κοινὸν τῇ Σιμουντίδι γῇ ἐπεισῆλθεν ἐξ ἰδίας ἀνοίας, ἤγουν ἐκ τῆς τοῦ Ἀλεξάνδρον. ἴδιον. γὰρ τὸ χωρὶς, ἡ δὲ σύνταξις οὕτως· ἐμοὶ χρῆν συμφορὰν, ἐμοὶ χρῆν πημονὴν γενέσθαι πρῶτον ὅτε ὁ Ἀλέξανδρος ἔτεμε τὴν Ἰδαίαν ὕλην μέλλων αὐτομολῆσαι ἐπὶ κῦμα θαλάσσης ἐπὶ τὰ τῆς Ἑλένης λέκτρα,
ἣν αὐγάζει ὁ χρυσοφαὴς ἥλιος, ἀντὶ τοῦ εἰς ἣν λάμπει ὁ ἥλιος. A.
ὁ Ἀλέξανδρος ἐτάμετο τὴν δαίαν ὕλην τὴν εἰλατίνην, ἤγουν τὰ ἀπὸ τῆς Ἴδης τοῦ ὄρους δένδρα τὰ ἐλάτινα, στόλον νηῶν μέλλων κινήσειν ἐπὶ τὸ κῦμα τὸ θαλάσσιον ἐπὶ τὴν κοίτην τῆς Ἑλένης, ἣν εὐειδεστάτην λάμπει ὁ χρυσοφαὴς ἥλιος. Gr. Bar. 74. ἀπέκειτο καὶ εἱμαρμένον μοι ἦν παθεῖν συμφορὰν ἀπʼ ἐκείνης τῆς ἡμέρας, ἧς
πρῶτον καὶ κατὰ τὴν ἀρχὴν ἔκοψεν ὁ Ἀλέξανδρος ἀπὸ τῆς Ἴδης τὰ ἀπὸ ἐλάτων δένδρων ξύλα μέλλων ἀπελθεῖν ἐπὶ τὰ λέκτρα τῆς Ἑλένης, ἥντινα τὴν Ἑλένην τὴν καλλίστην λαμπρύνει ὁ χρυσοφαὴς ἥλιος, ἤγουν τὴν ὡραιοτάτην· ἑτέραν γὰρ ὡραιοτάτην ταύτης ὁ χρυσοφαὴς ἥλιος οὐκ ἐθεάσατο. Fl. 59.
Fl. 59. ὕλη ἤγουν τὰ δένδρα. Gr.
τὴν θάλασσαν. M. ναυστολήσων: πλεύσων. Gu. Fl. 6. 21. 33. μέλλων πλεῦσαι. B. Fl. 17. στόλον νηῶν κινῆσαι. Gu.
τὴν Ἑλένην. B.
ταύτης τοῦτο εἴρηκεν. Gu. ὁρᾶ, βλέπει. B. ἥλιος ὁρᾷ. M.
Gu. μείζονες καὶ χείρονες. B. M. κυκλοῦνται: περικυκλοῦσιν ἡμᾶς. Gr. ἐπέρχονται, περιλαμβάνουσιν. Gu. ἐπικυκλοῦνται καὶ ἐπιφέρονται. B. ἐπιφέρονται, ἐπικυλίονται. M. Fl. 10. 21. ἐπέρχονται. Fl. 33. κυκλοῦσι γὰρ ἡμᾶς ἀνάγκαι καὶ πόνοι μείζονες τῶν ὧν ἔχομεν πόνων. Fl. 59. ὅταν καὶ νῦν σφαξαμένης.
Fl. 10.
ἰδίας ἤγουν μερικῆς ἀνοίας, ἤτοι τοῦ Ἀλεξάνδρου μόνου, κοινὸν κακὸν ἐπῆλθε τῇ Τρωϊκῇ γῆ. Gr. ἐκ δὲ τοῦ Πάριδος τῆς ἰδίας ἀνοίας κοινὸν κακὸν καὶ ὀλέθριον ἔμολε τῇ Τρῳάδι γῇ, οὐκ ἰδίως αὐτῷ τῷ Ἀλεξάνδρῳ, καίτοι αὐτοῦ παρανομήσαντος καὶ ἀδικήσαντος· ἔδει γὰρ μόνῳ τῷ ἐργασαμένῳ γενέσθαι τὸ δεινὸν ἐπὶ τῇ κρίσει τοῦ μήλου, ὅτε
ἐν τῇ Ἴδῃ ἔκρινεν ὁ Ἀλέξανδρος ἔχειν τὸ μῆλον τὴν Ἀφροδίτην, τὰς ἄλλας δὲ θεὰς παραβλέψας. FI. 33.
τὰς τρεῖς θεὰς ταύτας, ἣη κρίνει ὁ βουκόλος Ἀλέξανδρος ἐπὶ βλάβῃ τῶν ἐμῶν δόμων. A. κοινόν: καθολικόν. Gr. εἰς πάντας τοὺς Τρῶας. Gu. ἰδίας: οἰκείας ἢ μερικῆς. Gr. ἑνὸς ἀνθρώπου, ἤγουν ἐκ τοῦ Ἀλεξάνδρου. Gu. μονομεροῦς, ἤγουν τοῦ Ἀλεξάνδρου ἀγνωσίας. Fl. 6. ἀνοίας: μωρίας. Gr. ἀγνωσίας. Gu.
θεαῖς. αἱ δὲ ἀναγνοῦσαι τὸ μῆλον ἤριζον πρὸς ἀλλήλας, ἑαυτὴν ἑκάστη καλλίω τῆς ἄλλης λέγουσα. ἀπελθοῦσαι οὖν παρὰ τῷ Διὶ, ἠξίουν αὐτὸν τῇ μᾶλλον ὥρᾳ λαμπούσῃ διδόναι τὸ μῆλον. ὁ δὲ τὴν κρίσιν ἀποφυγὼν, τῷ μὴ δόξαι πρὸς χάριν ταυτηνὶ πεποιῆσθαι καὶ οὐκ εἰκότως—εἴτε γὰρ ἐδεδώκει τῇ Ἥρᾳ, ὡς γυναικὶ ἄν δεδωκέναι
ὑπείληπτο, εἴτε τῇ Ἀθηνᾶ, ὡς θυγατρὶ, εἴτε τῇ Ἀφροδίτῃ, ἀδελφὴν ἂν τιμῶν ἔδοξεν.—τοῦτο οὖν δεδιὼς, καὶ τῆς αἰτίας ἔξω γενέσθαι βουλόμενος, καθίζει κριτὴν ταῖς θεαῖς Ἀλέξανδρον τὸν Πριάμου, βουκόλον ὄντα τότε παρὰ τὴν Ἴδην, ὡς ἀνεπιφθόνως καὶ χάριτος ἔξω δικάσοντα. ἀπελθοῦσαι οὖν παρʼ αὐτὸν αἱ θεαὶ σὺν Ἑρμῇ Διὸς
ἐπιπέμψαντος ἐκέλευον τῇ κάλλει νικώσῃ τὸ μῆλον δωρήσασθαι, ἐπαγγελλόμεναι καὶ μείζους δώσειν αὐτῷ δωρεὰς, εἰ πρὸς ταύτην, καὶ μὴ πρὸς ἐκείνην, νεύσει τῇ κρίσει. ἡ μὲν γὰρ Ἥρα βασιλείαν, αὐτοῦ μὴ στερηθεῖσα, ὑπέσχετο, ὡς ἔφορος ταύτης· Ἀθηνᾶ δὲ, ἐν πολέμῳ κρατεῖν, καὶ μηδενὶ τῶν ἀντιπάλων ἡττᾶσθαι· πολεμικὴ γὰρ
159 ἡ θεός· Ἀφροδίτη δὲ τὴν Ἑλένην προτείνει, καὶ διʼ ἐκείνης γοητεύει τὸν ἄνθρωπον, καὶ νικᾷ, καὶ λαμβάνει τὸ μῆλον ἆθλον ὧν ἐπηγγείλατο. τὰ δὲ ἦν, πεῖσαι τὴν ἄνθρωπον ἀκολουθῆσαι αὐτῷ, εἰ πρὸς Λακεδαίμονα ἀφίκοιτο. ναῦς οὖν Φερέκλου κατασκευάσαντος αὐτῷ,
ἐπιβὰς ἀνάγεται πρὸς τὴν Σπάρτην, καὶ κατηρκὼς ἐκεῖσε καὶ τὴν Ἑλένην λαβὼν, ἀπῆλθεν αὖθις εἰς Ἴλιον. Gu. I.
τρεῖς παῖδας τῶν μακάρων ἐπὶ πολέμῳ καὶ φόνῳ καὶ βλάβῃ τῶν ἐμῶν οἰκημάτων. Gr. ὁ δέ ἀντὶ τοῦ γάρ. Fl. 21. 59. ἔρις: ἡ φιλονεικία δηλονότι τῶν θεῶν. Fl. 21. στάσις τῆς ἔριδος τῶν τριῶν θεῶν ἦν αὕτη· ἐν τῷ τῆς Θέτιδος γάμῳ παρῆσαν τρεῖς θεαὶ, Ἥρα, Ἀφροδίτη καὶ Ἀθηνᾶ. ἡ Ἔρις οὖν ἄκλητος οὖσα καὶ ζηλοτυποῦσα
ἔρριψε μῆλον ἐν μέσῳ τῶν ῥηθεισῶν θεῶν καθημένων ἐν τῷ γάμῳ ἐπιγεγραμμένον οὕτως, τῇ καλῇ τὸ μῆλον. Fl. 25. καὶ ἀφʼ οὖ καιροῦ ἐκρίθη καὶ διεχωρίσθη, ἡ ἔρις, ἣν εἶχον περὶ τοῦ μήλου ἥ τε Ἀθηνᾶ, ἡ Ἥρα καὶ ἡ Ἀφροδίτη, ἐπιδώσας ὡς φιλήδονος τὴν Ἀφροδίτην τὸ μῆλον διὰ τὴν ὑπόσχεσιν τῆς Ἑλένης, ἀπʼ ἐκείνου
καιροῦ ἀπέκειντο ἡμῖν τὰ δεινά. ἐπὶ πολέμῳ τοίνυν καὶ φόνῳ ἡ βλάβη τῶν ἐμῶν οἴκων ἔκρινε τὰς θεὰς ὁ Ἀλέξανδρος, προτιμησόμενος τὴν Ἀφροδίτην. FI. 59. ἃν ἐν Ἴδῃ: ἣν ἐν τῇ Ἴδῃ. M.
καὶ δουρί· οἱ γὰρ παλαιοὶ δοῦρα ἐκάλουν τὰ ξύλα. λέγεται καὶ ξυστὸς ἀπὸ τοῦ ξύεσθαι. Gr. μελάθρων: οἰκημάτων. Gr. οἴκων. 160 Gu. μέλαθρον καὶ μέγαρον διαφέρουσι. μέλαθρον γὰρ λέγεται τὸ μαγειρεῖον ἀπὸ τοῦ μελαίνειν τὸν ε . θμ μέγαρον δὲ τὸ παλάτιον, ἢ καὶ ἄλλοτι τῶν εὐγενῶν οἴκημα, καὶ γίνεται ἀπὸ τοῦ μεγαίρω τὸ φθονῶ. A. λώβα: βλάβῃ, φθορὰ. Gr. ἀπωλείᾳ. Gu. ἤγουν αἰχμαλωτίσας καὶ φόνῳ τῶν ἀνδρῶν καὶ ἐπὶ βλάβῃ τῶν ἐμῶν οἴκων. Fl. 33.
ἀλλὰ καὶ τῶν Ἑλλήνων οὐκ ὀλίγαι γυναῖκες, ἡ μὲν ὡς ἀποθανόντος τοῦ ἀνδρὸς αὐτῆς ἐν Τροίᾳ, ἡ δὲ ὡς στερηθεῖσα τῶν τέκνων. δέον δὲ εἰπεῖν ἀμφὶ πᾶσαν τὴν Ἑλλάδα, ὁ δὲ ἀμφὶ τὸν εὔρουν Εὐρώταν εἶπεν, ἀπὸ μέρους τὸ πᾶν. ποταμὸς δὲ οὗτος ἐν Λακεδαιμονίᾳ. Gu. I. στένει δὲ καί τις κόρη Λάκαινα ἐν τοῖς δόμοις πολυδακρύτως
περὶ τὸν Εὐρώταν τὸν εὔρουν. Gr.
αἱ Τρωϊκαὶ θρηνοῦσι γυναῖκες, οὐ μόνον ἐπὶ τῇ Τροία ἦλθε τὸ κακὸν, ἀλλὰ καὶ ἐπὶ τοῖς Ἕλλησι. θρηνεῖ καί τις κόρη πολυδάκρυτος ἐν τῇ Λακεδαιμονίᾳ ἀμφὶ τὸν εὔρουν Εὐρώταν—ἐκεῖσε γὰρ ῥέει ὁ Εὐρώτας ποταμὸς—ἤγουν καὶ αἱ τῶν Ἑλλήνων γυναῖκες θρηνοῦσιν, αἱ μὲν τοὺς αὐτῶν ἄνδρας, αἱ δὲ τοὺς παῖδας, ἀλλὰ καὶ μητέρες θανόντων
τῶν τέκνων αὐτῶν ξέουσι τὰς παρειὰς αὐτῶν ποιοῦσαι τὸν ὄνυχα αἱματώδη. Fl. 10. 59. εὔρουν: πολύρρουν. Gr. παρήχησις. Fl. 161 17. Gu. Εὐρώταν: ὄνομα ποταμοῦ Λακεδαιμονίας. M. ὄνομα ποταμοῦ περὶ τὴν Λακεδαιμονίαν. Fl. 17. σύνηθες τοῖς παλαιοῖς ἀπὸ ποταμῶν καὶ πηγῶν καλεῖν τοὺς τόπους, διὰ τὸ εἶναι ταῦτα ἀνεξάλειπτα. Gr
Fl. 59. ἐν τοῖς σχίσμασι. FI. 21.
καὶ ἔρχεται δεικνύουσα αὐτὸ τῇ Ἑκάβῃ. B.M.I. λέγει δὲ πρὸς τὸν χορὸν τῶν αἰχμαλωτίδων, ὦ γυναῖκες, ποῦ ἐστιν ἡ ἀθλιωτάτη Ἑκάβη, ἡ νικῶσα ἐν ταῖς δυστυχίαις πάντα ἄνδρα καὶ θήλειαν γενεὰν, οὐδεὶς τὸν τῆς δυστυχίας στέφανον ἀντʼ αὐτῆς λήψεται. I. οὐδεὶς μᾶλλον αὐτῆς ἀποίσει στέφανον, νικήσας αὐτὴν ἐν κακοῖς.
ἐπεὶ γὰρ εἶπεν ἄνω ὡς πάντα ἄνδρα καὶ γυναῖκα νικᾷ ἐν τοῖς κακοῖς, ἐπήγαγε τοῦτο· ἕπονται γὰρ τῇ νίκῃ στέφανοι. Gu. I.
οὐδεὶς αὐτὴν ἐν τοῖς κακοῖς νικήσει ποτέ. B. οὐδεὶς τὸν στέφανον αὐτῆς ἀφαιρήσει νικήσας αὐτὴν εἰς κακά. M. οὐδεὶς τὸ πρωτεῖον 162 λάβῃ εἰς τὰ κακά. B. ἐν τοῖς κακοῖς δηλονότι. Gu. οὐδεὶς στέφανον τῆς δυστυχίας ἀντʼ αὐτῆς λήψεται. Gr. στέφανον ἀνθαιρήσεται: οὐδεὶς ἀπὸ τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν νικήσει ταύτην τὴν Ἑκάβην ἐν τοῖς κακοῖς Gu. οὐδεὶς νικήσας ἐκείνην ἐν κακοῖς στέφανον λάβη, ἀλλʼ ἐκείνη νικῶσα πάντας ἐν κακοῖς στεφανωθήσεται.
τοῦτο λέγει διὰ τὸ τοὺς νικῶντας ἐν τοῖς ἀγῶσι στεφανοῦσθαι. Gr.
ᾖ ἡ ἐρώτησις, τὰ δὲ λοιπὰ κατὰ ἀναφώνησιν. B. τί δ᾿ : ἀντὶ τοῦ τί ἐστιν. ἕνεκα σῆς. τὸ δὲ λοιπὸν κατὰ ἀναφώνησιν. M. τί ἐστιν, τί λέγεις. Fl. 59. σῆς: ἕνεκα σῆς κακοφήμου βοῆς. Fl. 59.
ἡσυχάζουσιν, ἤγουν οὔποτε παύσῃ δνστυχῆ ἀγγέλλουσα. Gu. οὐδέπο ε παύουσι τὰ λυπηρά σου κηρύγματα. Fl. 59.
λέγειν τοῖς βροτοῖς ἐπὶ παραμυθίᾳ τῆς λύπης αὐτῶν, ἀλλὰ καὶ μᾶλλον ἐπιφέρειν καὶ ἕτερα λυπηρότερα. Fl. 59. εὐφημεῖν: οὐ ῥᾴδιον τὸ τῶν ἀνθρώπων στόμα σιωπᾶν. Bar. 74. Gr. εὔρημα λέγειν, καλῶς λέγειν. Gu. εὔφημον ἔχειν. B. M.
αὕτη. εὐκαίρως δὲ φαίνεται τοῖς σοῖς λόγοις. I. καὶ μήν: ὄντως. Gr. περῶσα: διαπερῶσα. M. ἐρχομένη. Gr. ἤγουν περᾶ καὶ ἐξέρχεται. Gu. περᾶν καὶ ἐπὶ θαλάσσης καὶ ἐπὶ ξηρᾶς, ὡς ἐνταῦθα· καὶ πόρος ἐπὶ θαλάσσης καὶ ἐπὶ 163 ξηρᾶς λέγεται. οὕτω καὶ ὁδεύειν καὶ ἐπὶ θαλάσσης καὶ ἐπὶ ξηρᾶς, καὶ ὁδὸς ἐπʼ ἀμφοτέρων λέγεται, ὁδοιπορεῖν δὲ ἐπὶ ξηρᾶς μόνον. Gr. Fl. 25. δόμων ἄπο: ἐπέκεινα ἤγουν ἔξω. Gu. ἔξω τῶν σκηνῶν. Fl. 59.
συναπτέον, τὸ δὲ “οὐκέτʼ εἶ βλέπουσα φῶς” διὰ μέσου, οὕτως· ὄλωλας ἐξεφθαρμένη, ἄπαις, ἄνανδρος, ἄπολις. Gu. I.
B.
ἤτοι εἰς ὀνειδισμὸν προέφερες. διὰ τί δὲ ἦλθές μοι φέρουσα τόνδε τὸν νεκρὸν τῆς Πολυξένης, ἧς ὁ ἐνταφιασμὸς ἐδηλώθη ἡμῖν ὑπὸ πάντων τῶν Ἑλλήνων σπουδάζεσθαι. I.
ταύτην αὐτὴν λέγει, οὐ παράδοξόν τι λέγεις, γινώσκουσι δὲ ἡμῖν τὴν λύπην λέγεις. διὰ τί δὲ φέρεις τὸν νεκρὸν τῆς Πολυξένης ἐνταῦθα ταφῆναι ἀτίμως καὶ κρυφίως, ἧστινος ὁ τάφος ἀπηγγέλθη γενέσθαι ἔμπροσθεν πάντων Ἀχαιῶν ἐνδόξως καὶ ἐντίμως, πάντων 164 τῶν Ἑλλήνων συνεργούντων ἐπὶ τῷ τάφῳ, ἤγουν τῇ ταφῇ αὐτῆς. Fl. 59. εἰδόσιν: εἰδυίαις. Ἀττικῶς. Gr. ὠνείδισας: τὴν σφαγὴν τῆς Πολυξένης ἀνέμνησας, εἶπας. Fl. 59. εἰδόσι προήγαγες τὰ δυστυχήματα ὀνειδίζειν γάρ ἐστι τὸ προφέρειν δυστυχήματα. Fl. 21. 59. παροιμιακῶς. Gu.
τῶν Ἑλλήνων; A.
Fl. 59. Gr. τιμήν. Fl. 33.
οὐ λαμβάνει αἴσθησιν. Gu. τῶν κατὰ τὸν Πολύδωρον. B. M.
μαντικὴ μανικὴ οὖσα πρῶτον, προστεθέντος τοῦ τ, μαντικὴ γέγονεν. Gu. I.
φησι πρὸς τὴν Ἑκάβην, τὴν ζῶσαν λέγεις, τὸν θανόντα δʼ οὐ στένεις καὶ κλαίεις τοῦτον. ἐπιδεικνύει γὰρ αὐτῇ τὸν νεκρὸν τοῦ Πολυδώρου. A. μῶν: ἆρα. M. Gr. τὸ μῶν ἀντὶ τοῦ ἆρα ἀπὸ τοῦ μὴ οὖν γίνεται κατʼ ἐκβολὴν τοῦ η καὶ τροπῇ τοῦ οῦν εἰς ῶν. Gr. βακχεῖον: τὸ μαντικὸν τὸ τῷ βακχείῳ συνδιατιθέμενον. B. M. Ἄλλως.
κινητικὸν ἢ σύντονον, ἢ ἀντὶ τοῦ θρηνητικόν. Ἄλλως. οὐκ ἐκ Διονύσου μαθοῦσα τὸν γυναικεῖον νόμον, ἀλλʼ ἐξ ἀλαστόρων τινός. B. ἡ Κασάνδρα μάντις καὶ ὁ Ἕλενος. B. μαντικόν. Fl. 17. 76. μανικόν. Fl. 10. 33. 59. τὸ μαντικὸν, τὸ ἐνθουσιαστικὸν κάρα, ἤγουν τὸ σῶμα, ἀπὸ τοῦ κρείττονος μέρους τὸ ὅλον, ὡς φαμὲν καὶ ἱερὰν
κεφαλὴν, τῆς μάντεως Κασάνδρας φέρεις, I.
Fl. 6. 25.
ἐπὶ τοῦ ἀνθρώπου ἐδέξατο τοῦτο. A. Gu.
μελῶν μανικῶν, ἀρτιμαθὴς οὖσα δηλονότι κακῶν ἐξ ἐχθροῦ τινός. I.
παίδων καὶ τοῦ ἀνδρὸς αὐτῆς, καὶ ἀλλοτρόπως θρηνοῦσα, οὐκ εἶπε καὶ τότε τὸ “οὐκέτʼ εἰμὶ δή.” καὶ φαμὲν ὅτι πρότερον πολλὰς ἔχουσα λύπας, ὅμως ἐθάρρει εἰς τὸν Πολύδωρον, ὅπως, ἀνατραφέντος τούτου, κρατήσῃ πάλιν τὴν Τροίαν, καὶ γενήσεται διάδοχος τοῦ πατρὸς αὐτῆς, καὶ ἔσται ἡ γενεὰ αὐτῆς ὡς καὶ πρότερον· νῦν δὲ ἰδοῦσα καὶ
τοῦτον σφαγέντα, ὡς μὴ ἔχουσα ἄλλον τινὰ παῖδα, εἰς ὃν ἔχει τὴν ἐλπίδα, ἀποκλαίουσα ἑαυτὴν λέγει, ἕως τοῦ νῦν εἶχόν τινα ἐλπίδα εἰς τὸν Πολύδωρον, ἀπὸ τοῦ νῦν δὲ οὐκέτι ὑπάρξω ἔχουσα ἐλπίδα εἰς τὸ κρατῆσαι καὶ αὖθις τὴν Τροίαν. Fl. 59.
γόων ἤγουν θρηνητικῆς ᾠδῆς· νόμους γὰρ οἱ παλαιοὶ τὰς ᾠδὰς ἔλεγον. Fl. 17. 21. 25. καὶ γὰρ αὕτη ἡ λύπη ἀφόρητος οὖσα οὐκ ἐῷ με τοῦτο φέρειν, ἀλλὰ ποιεῖν ὡς μαινομένη βάκχη. Fl. 21. ἀρχὴν ποιοῦμαι τοῦ θρήνου τὸν βακχεῖον νόμον· οἱ γὰρ βακχευόμενοι μαινομένοις ἐοίκασιν. ἦλθε δὲ εἰς ἡμᾶς ἡ ἀρχὴ τοῦ θρήνου τούτου ἐξ
ἀλάστορός τινος, ἤγουν κακῆς τύχης, ἢ ἐκ τοῦ ἀλάστορος, ἤγουν τοῦ Πολυμήστορος, ἀρτίως μαθοῦσα τὰ νῦν κακά. Fl. 59. ἀρχομένη λέγει τὸ αἳ αἴ, ὅπερ ἐστι νόμος ἀπὸ τῶν Βακχῶν· αἱ γὰρ Βάκχαι πρῶτον τὸ αῖ ἐξεφάνησαν. Fl. 33.
ἀλάστορος, οὐκ ἐκ Διονύσου τὸν βακχεῖον νόμον μαθοῦσα, ἀλλʼ ἀπό τινος ἀλάστορος· οἱ γὰρ γόοι τῶν Βακχῶν μεθʼ ἡδονῆς γίνονται· μαινόμεναι γὰρ οὐ λυποῦνται. καί φησι καὶ κάβη, καὶ ἐγὼ βακχείων γόων κατάρχομαι, ἀλλʼ ἐξ ἀλάστορος καὶ ἀηδόνου δαίμονος· οὐ γὰρ ἡδονὴν ἔχει ὁ ἐμὸς γόος ὥσπερ ὁ τῶν Βακχῶν δαίμων. Ἄλλως.
ταῦτα λέγουσα ἀνακαλύπτει τὸν νεκρὸν, οὐκ ἐκ Διονύσου μαθοῦσα τὸν βακχεῖον νόμον. ἀρτιμαθὴς δέ ἐστιν ἀπηρτισμένα μαθοῦσα ὑπὸ τοῦ ὀνείρου. Ἄλλως. οὐκ ἐκ Διονύσου μαθοῦσα τὸν βακχεῖον νόμον, ἀντὶ τοῦ τῆς θρηνητικῆς ᾠδῆς. νόμους γὰρ ἔλεγον οἱ παλαιοὶ καὶ τὰς ᾠδάς. ἀρτιμαθὴς ἀντὶ τοῦ ἀπηρτισμένως καὶ ὑγιῶς καὶ ἀρτίως
μαθοῦσα τὰ κακὰ ὑπὸ τοῦ ὀνείρου οὗ εἶδεν ἔνθα φησὶν “εἶδον γὰρ βαλιὰν ἔλαφον” καὶ τὰ ἑξῆς. A.
Βάκχαι ἐκλήθησαν. Βακχείων οὖν ἐνταῦθα νόμων λέγει τῶν μανικῶν, 168 καὶ οἷς χρῶνται αἱ Βάκχαι, ὑμνοῦσαι τὸν θεόν. γράφεται δὲ καὶ βακχείων γόων. Gu. I.
ἀλλὰ ἐξ ἀλάστορος, ἤγουν πονηροῦ δαίμονος· οἱ γὰρ γόοι τῶν βακχείων μεθʼ ἡδονῆς γίνονται, ὁ δʼ ἐμὸς οὐς οὕτως. Fl. 25. κινητικὸν ἢ σύντονον, ἢ ἀντὶ τοῦ θρηνητικὸν, ἢ τὸν τῷ βακχείῳ διασυντιθέμενον, οὐκ ἐκ Διονύσου μαθοῦσα τὸν βακχεῖον νόμον. Fl. 33. ἐξ ἀλάστορος: ἐχθροῦ. Gr. τοῦ Πολυμήστορος. Gu. ἐξ ἐχθροῦ, φθονηροῦ
(πονηροῦ, ut 6.). ἐξ ἐχθροῦ δαίμονος. Fl. 21. κακοποιοῦ δαίμονος. Fl. 17. ἐκ κακοῦ δαίμονος. Fl. 21. 59. ἀλάστωρ κυρίως λέγεται ὁ φονεὺς, ἢ ὁ ἄλαστα καὶ ἀλάθητα ἔργα ποιῶν· οὐδέποτε γὰρ δύναται κρυβῆναι ὁ φόνος· ἢ ἀπὸ τοῦ ἀλῶ τὸ πλανῶμαι· ὁ γὰρ φονεύσας τινὰ κατὰ τὴν παλαιὰν συνήθειαν ἐξήρχετο τοῦ τόπου αὐτοῦ, καὶ
περιπατῶν κατὰ τόπους ἐπλανᾶτο ἔνθεν κἀκεῖθεν, ζητῶν τὴν ἴασιν τοῦ φόνου οὗ ἔπραξεν, ἕως οὗ ἔζη. μαρτυρεῖ δὲ τοῦτο καὶ Ὅμηρος, εἰς τὸν Βελλεροφῶντα πλανώμενον λέγων “ἤτοι ὁ καππεδίου τοῦ Ἀληΐου οἶος ἀλᾶτο,” ἤγουν μόνος. Ἀλήϊον δὲ ἀκὸ τοῦ ἀλῶ τὸ πλανῶμαι. Fl. 59. ἀλάστωρ ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ λήθη, ὁ
διάβολος, ἀπὸ τοῦ ἀλῶ τὸ πλανῶ, καὶ ὁ φθορεὺς ἀπὸ τοῦ ἁλίσκω.
Gu. I. ἢ τελεία οὖσα εἰς μάθησιν. Gu. ἀρτιμαθὴς κακῶν: γρ. ἀρτιμαθῆ νόμον. ἀρτιμαθὴς δὲ ἀπηρτισμένως μαθοῦσα, ἢ ἀρτίως μαθοῦσα ὑπὸ τοῦ ὀνείρου. B. M. ἡ μαθοῦσα τὰ κακὰ ἄρτι, ἡ πάντα 169 τὰ κακὰ διελθοῦσα. Fl. 33. τῶν τοῦ υἱοῦ αὐτῆς ἀρτίως μαθοῦσα. Fl. 59. ὑπʼ ὀνείρου. Fl. 6. ἀπηρτισμένη, μαθοῦσα ἀπὸ τῶν ὀνείρων. Fl. 10.
περὶ τὸν παῖδά σου. A. ἐνόησας. B. ἔγνως δὴ, ὦ δύστηνε, τὴν βλάβην τοῦ παιδός σου. I. ἄτην: ἤγουν ὑπὸ τίνος πεφόνευται. Gu. ὦ δύστηνε σύ: ἢ κατὰ ἀπόφασιν. Gu. λείπει τὸ οὖσα. B. M.
δηλονότι, οὐδέποτε καταλήψεται ἐμὲ ἡμέρα χωρὶς δακρύων καὶ χωρὶς στεναγμῶν. I.
διττολογεῖ τὸ πάθος σφόδρα σχετλιαστικὸν ὁ τραγῳδὸς ἐν τῇ τραγῳδίᾳ ποιῶν. Fl. 33. τὸ ἐπαναλαμβάνειν τοὺς αὐτοὺς λόγους ἐν τῷ θρηνεῖν σφόδρα σχετλιαστικὸν καὶ πάθος ἐγεῖρον ἐν τῇ τραγῳδίᾳ. A.B.M. Fl. 10. 21. καινά: παράδοξα. Gr. διὰ τὸ άνέλπιστον. Gu.
Fl. 6. 9. 21. 5. 59. 76. Gr. κυρεῖ: τυγχάνει. B. M. ἐπέρχεται. B. rec. ἐντυγχάνει ἡμῖν. Gr. καταλαμβάνει ἐμὲ, ἐπιγίνεται, ἐπέρχονται. Gu. ὑπάρχει. Fl. 17. κυκλεῖ ἡμᾶς. Fl. 21.
ἀποδοτέον, πρὸς δὲ τὸ ἐμὲ ἀδάκρυτον καὶ ἀστένακτον. Gu. δακρύων καὶ στεναγμῶν μὴ μετέχουσα. M. Fl. 10. 21. 33.
Ἑκάβης πάθος οἰκεῖον ὁ χορὸς λογίζεται, ὡς βασιλίδος οὕσης πρόναγμῶν. σθεν αὐτῆς. Gu.
σώματι προσδιαλέγεται. Gu.
Fl. 17. ἔθανες. Fl. 21.
αὐτὸν ἐπὶ τῷ αἰγιαλῷ. ἐκβεβλημένον ὑπὸ τῆς θαλάσσης, ἢ πτῶμα ὑπὸ δορὸς φονικοῦ, ἤτοι ὑπό τινος φονευθέντα: ἐξήνεγκεν αὐτὸν ὁ πελάγιος κλύδων τοῦ πόντου ἐν ψαμάθῳ λευρᾷ, ἤτοι πλατείᾳ καὶ ὁμαλῇ. I.
πρὸς τὸν παῖδα λεγούσης. τοῦτο δὲ συμβαίνει οὕτω γίνεσθαι ἐν ταῖς λύπαις. Gr. κυρῶ: εὗρον, ἔτυχον. B. M. ἐντυγχάνω. Fl. 10.
τῆς θαλάσσης. Fl. 17. ἤγουν τετρωμένον (om. 25.), ἤγουν ἀποπνιγέντα ὑπὸ (10. 21. ἀπὸ) θαλάσσης. Fl. 10. 21. 25. 59. πέσημα: πτῶμα. M. Gr. ἢ ὑπό τινος φονευθέντα. Gu. ἢ ἀναιρεμόρῳ 171 θέντα ἐν ξίφει (ἐκ ξίφους 17. ξίφοις 10. 21. ξίφει 33. τῷ ξίφει 10. 59.). πέσημα γὰρ τὸ πτῶμα. Fl. 25.
ψάμαθος ἡ ἐν θαλάσσῃ. Gr. λευρᾷ: ὁμαλῇ ψάμμῳ. M. ὁμαλῇ, πλατείᾳ. Gr. λεπτῇ. Gu.
ὃ ἐθεασάμην, ὦ τέκνον, περὶ σοῦ, οὐδαμῶς ὄντος ἐν τῷ φωτὶ τοῦ Διός. I.
ὑποστικτέον, ἵν’ ᾖ τὸ ὄψιν τῶν ἐμῶν ὀμμάτων, ὥσπερ ἑρμηνεία τοῦ ἐνύπνιον. κρεῖττον δέ ἐστι τὸ πρῶτον. Gu. I. ὀμμάτων: τουτέστιν ἢν εἶδον τὰ ἐμὰ ὄμματα. Fl. 6. 9. 21. 56. 59. 76. Gr. ἔμαθον τὸ ἐνύπνιον τῶν ἐμῶν ὀμμάτων, διελύθη τὸ ὄναρ, ὅπερ εἶδον· εἰς γὰρ τὴν ἀρχὴν τοῦ δράματος εἶδε τοῦτο ἡ Ἑκάβη· οὐδὲ γὰρ ἦλθε τὸ φάντασμα
ὡς οὐδὲν, οὐδὲ ἡ μελανόπτερος ὄψις, ἣν εἶδον, ὦ παῖ, διὰ σὲ οὐκέτι μέλλοντα ὁρᾶν τὸ φῶς, ἀλλὰ ἀληθὲς ἀπεδείχθη. μελανόπτερον δὲ τὴν ὄψιν, καὶ τὰ μὲν πτερὰ διὰ τὴν ταχύτητα καὶ τὴν ἀνυπόστασιν, ἣν ἔχει, καὶ ἀφανίζεται εὐθέως ἀποχωρήσαντος τοῦ ὕπνου, μέλανα δὲ διὰ τὸ σκοτεινὸν τῆς νυκτός. Fl. 59.
Gu.
ἐν τῷ παρόντι βίῳ. Fl. 56. ἤγουν οὐ ζῆς. Fl. 21.
ἀπὸ τῶν ὀνείρων διανοουμένη. Gr. ἡ τοὺς ὀνείρους κρίνουσα, ἡ φρονοῦσα καὶ πιστεύουσα τοῖς ὀνείροις. Gu. τοῦτο λέγει ἡ θεράπαινα διὰ τὸ εἰπεῖν τὴν Ἑκάβην, ἔμαθον ἐνύπνιον. Gr. ἀκούσασα ἡ θεράπαινα τὴν Ἑκάβην λέγουσαν ὅτι οὐ παρῆλθε τὸ φάντασμα ψευδὲς, λέγε, ὦ ὀνειρόφρον, ἤγουν τὸ ὄνειρον φρονοῦσα λέγειν τὴν ἀλήθειαν,
καὶ τίς ἐφόνευσεν αὐτόν. Fl. 59.
Gr. Fl. 6. 9. 21. 56. 59. 76. φιλιππικός. Fl. 17. καβαλλάριος. Fl. 33.
μονονουχὶ καὶ εἰς μέρη διεῖλες τὰ τοῦ παιδὸς μέλη, ὅστις ἐμέρισας τὸ σῶμα, κόψας φασγάνῳ σιδηρῷ. I.
τὰ παρόντα δηλονότι. B. M. Fl. 10. 33. τὸ ἄρρητον λέγεται τριχῶς· ἐπὶ ἀγαθοῦ, ὡς τὸ ἄρρητος ἡ φιλανθρωπία τοῦ θεοῦ· ἐπὶ κακῆς τινος πράξεως, ἧς διὰ τὸ κακὸν οὐκ ἔστι καλὸν ῥηθῆναι ταύτην· καὶ ἐπὶ πολλῆς θλίψεως, ὡς καὶ νῦν. Fl. 59. ἀνωνόμαστα: μὴ δυνάμενα ὀνομασθῆναι. Gu. τὸ ἀνωνόμαστα μεγεθύνεται, ὡς τὸ ἀνώνυμος
καὶ τὰ παρʼ αὐτοῦ. Fl. 59. πέρα: ἐπέκεινα. Gu. Fl. 6. 9. 17. 50. 59. 76. περαιτέρω καὶ μείζονα. B. M. περαιτέρω. Fl. 10. 21. 33. ὅτε μὲν δηλοῖ τόπον, γράφεται μετὰ τοῦ ν, ὡς τὸ πέραν τοῦ χειμάρρου τῶν κέδρων, ὅτε δὲ χωρὶς τοῦ ν, δηλοῖ τὸ ἐπέκεινα.
τοῦτο πρὸς τὸν Πολυμήστορα (Fl. 17. 59.) λέγει ἡ Ἑκάβη βλέπουσα τὰς τομάς. Gr. διεμοιράσω: ἔκοψας. Gr. μονονουχὶ εἰς μέρη διεῖλες. B. M. Gu. ἔταμες. Fl. 17. ἤγουν εἷλες. Fl. 6.
59. ἠλέησας. Gr.
κακοποιὸς, ἐπώδυνος. Gu.
συνήθειαν τραγικήν. Gu.
γυναῖκες. Fl. 56. Τρῳάδες δηλονότι. Fl. 21.
εἴ τι τῶν πραχθέντων καλῶς ἐστι.
ἐφ’ οἷσπερ: καθά. B.I. καθάπερ. Gr. ὡς τοῦ Ταλθυβίου ἀνσγγείλαντός μοι· καὶ γὰρ ἤγγειλέ μοι. Fl. 21. ὡς τοῦ Ταλθυβίου ἀπαγγείλαντος αὐτῷ ἃ ἡ Ἑκάβη αὐτῷ ἐν τοῖς προλαβοῦσιν εἶπε. B. M. Fl. 25. 33. καθάπερ. Gu. ἤγγειλέ μοι: ἀνήγγειλέ μοι. Gu.
ἔχειν. Gu.
συνάξαι, καὶ τἄλλα τὰ πρὸς τὴν ταφὴν ἐπιτήδεια ἐγεγόνει καλῶς. λοιπὸν οὖν ἐστι σέ τε ἐλθεῖν καὶ κρύψαι τὴν παῖδα ἐν τῷ τάφῳ. 176 οὕτω τὸ τἀκεῖθεν νοητέον, καὶ οὐχ ὡς ἐκεῖσε, ὡς οἴονταί τινες. τὸ δὲ εἴ τι τῶνδʼ ἐστὶ καλῶς, διὰ τοῦτο λέγει· ἐπεὶ λυπηρὸς ἐδόκει τῇ Ἑκάβῃ ὁ τῆς θυγατρὸς θάνατος, οὕτως ἀθλίως ἀνῃρημένης, ἢ ὅτι καὶ τὰ πρὸς ταφὴν παρασκευαζόμενα ἐπιτήδεια λυπεῖ τοὺς ὁρῶντας, καὶ οὐκ ἔστιν ὃς ἰδὼν ταῦτα οὐ στενάξειεν. Gu. I. τὰ ἀπʼ ἐκείνου τοῦ
μέρους. Gr. τὰ ἀπὸ τοῦ στρατοῦ γενέσθαι πρέποντα. Gu. τὰ κατὰ τὴν Πολυξένην ἐπιτήδεια παρεσκευάσθησαν. Gu. ἤγουν τὰ ἐν τῇ ταφῇ καλῶς ἐπράχθησαν, ἐὰν δυνατόν ἐστι καλεῖν ταῦτα τὰ πραχθέντα καλῶς. ἔστι γὰρ σφαγὴ καὶ τάφος τι κακόν· ἤγουν ἐὰν τέως ἄξιον ὑπάρχει καλεῖν ταῦτα τὰ πραχθέντα καλῶς. Fl. 59. ἐν τῷ στρατῷ
πάντα εὐτρέπισται, ἤγουν ἡ πυρά. Fl. 25.
59. καὶ ἐὰν εἰσὶ καὶ τὰ ἐντεῦθεν ὄντως καλῶς εὐτρεπισμένα. ἢ οὕτως· ἐὰν δοκῇ σοι, Ἑκάβη, τῶν ἐκεῖσε πραχθέντων καλῶς.
γὰρ πέπλοι τῶν Ἀργείων τὸ σῶμα αὐτοῦ περικαλύπτοντες συμβάλλειν διδόασί μοι. I. ἐπὶ σκηναῖς: κείμενον δηλονότι βλέπω. Fl. 17. ἐντὸς τῶν σκηνῶν. Gr.
ἀλλὰ Τρωϊκοί. B. M. Fl. 10. 33.—59. οὐ γὰρ οἱ πέπλοι οἱ περιπτύσσοντες καὶ περισκέποντες τὸ σῶμα λέγουσιν ἐμοὶ εἶναι τὸν ἀποθανόντα Ἀργεῖον, ἤγουν Ἕλληνα. Fl. 25. οὐ γὰρ οἱ πέπλοι οἱ περικαλύπτοντες τὸ σῶμα αὐτοῦ λέγουσί μοι αὐτὸν συστέλλεσθαι.
σιγῆς τὰ κακά; I. ὦ δύστηνε Πολύδωρε, τί δράσω ἐγὼ ἡ Ἑκάβη. ἐγκύψασα δὲ διαλέγεται πρὸς τὸν νεκρὸν Πολύδωρον καὶ πρὸς ἑαυτήν. ὅτι γὰρ ἀποστραφεῖσα ταῦτα λέγει δῆλον ἐξ ὧν καὶ ὁ Ἀγαμέμνων φησὶ πρὸς αὐτήν “τί μοι προσώπῳ νῶτον ἐγκλίνασα σὸν δύρῃ.” τὸ δὲ δύστηνε ὁ Δίδυμός φησι πρὸς τὸν Πολύδωρον λέγειν τὴν Ἑκάβην,
ὦ δύστηνε Πολύδωρε, ἐμαυτὴν γὰρ λέγω, δύστηνον ἀποκαλοῦσα σέ. τί δράσω, πότερον ἱκετεύσω Ἀγαμέμνονα, ἢ σιωπήσω; B.M.I. τὸ δύστηνε οἱ μὲν διὰ τὸν Πολύδωρόν φασι τὴν Ἑκάβην οὕτω λέγειν, ὦ δύστηνε Πολύδωρε· λέγουσα γὰρ ἐγὼ ἡ Ἑκάβη σὲ δύστηνον, ἐμαυτὴν λέγω, ἢ πρὸς ἑαυτὴν οὕτως, ὦ Ἑκάβη δύστηνε. λέγουσα γάρ σε
δύστηνον ἐμαυτὴν λέγω. οὗ γὰρ τὸ ὄνομα ἐπαινεῖται ἢ ψέγεται, οὗτος αὐτὸς ὁ τὸ ὄνομα ἔχων ἐπαινεῖται ἢ ψέγεται. ἰστέον δὲ ὅτι οἱ ἐκλαμβάνοντες τὸ δύστηνον πρὸς τὸν Πολύδωρον οἱ μὲν τὸ Ἑκάβη συντάσσουσιν ὡς ἡμεῖς ἔφαμεν, οἱ δὲ στίζουσι μὲν πρὸς τὸ σέ, τὸ δὲ Ἑκάβη πρὸς τὸ κάτω συνάπτουσι, λέγοντες τὴν Ἑκάβην πρὸς ἑαυτὴν
ἠρέμα κοινόλογεῖσθαι τὸ πότερον προσπέσω. διὸ καὶ κρεῖττόν ἐστι τὸ δύστηνε πρὸς τὸν Πολύδωρον, καὶ οὐ πρὸς ἑαυτὴν λέγεσθαι. Gu. I. δύστηνε: καθʼ ἑαυτὴν λέγει τὸν λόγον ἡ Ἑκάβη μέχρι 178 πολλοῦ μὴ ἀποκρινομένη τῷ Ἀγαμέμνονι. Gr. ὦ ἄθλιε Πολύδωρε. Fl. 33. λέγω: ὀνομάζω. Fl. 33.
ἐστι. Fl. 21. ὑπέρβατον. Fl. 33.
ἐμοὶ θρηνεῖς, καὶ οὐ στρέψασα πρόσωπον πρὸς πρόσωπον λέγεις τὸ πραχθέν; τίς ἐστιν οὗτος ὁ νεκρός; τὸ δέ μοι καὶ τὸ προσώπῳ καθʼ ὅλον καὶ μέρος εἴρηται, τὸ μὲν ἐμοί ὅλον, τὸ δὲ προσώπῳ μέρος. μέρος γὰρ τοῦ παντὸς σώματος τὸ πρόσωπον. Gu. I.
νῶτόν σου δοῦσα θρηνεῖς; B. M. διὰ τί ἐν τῷ προσώπῳ μου κλίνασα ἤγουν τρέψασα τὸν σὸν νῶτον. Gu. τί τὸ πρόσωπον πρὸς τὸν νῶτον δοῦσα ὀδύρῃ καὶ θρηνεῖς; ἀντίπτωσις. τί τὸ πρόσωπόν σου κρύβεις καὶ στρέφεις ὀπίσω εἰς τὴν ῥάχιν, καὶ οὐ λαλεῖς; Fl. 33. ἐγκλίνασα: ὑποκύψασα. Fl. 59.
εἴπω τοῦτον τὰ κακὰ τὰ ἐμὰ, ἢ κρατήσω τὸ γόνυ τούτου, φοβοῦμαι μὴ ἡγησάμενος ἐμὲ εἶναι ποτὲ πολεμίαν, νῦν δὲ δούλην, ἀποδιώξει με τῶν γονάτων αὐτοῦ, καὶ ἀποδιωχθεῖσα προσθήσω ἐμαυτῇ πλειοτέραν θλίψιν. Fl. 59.
Fl. 6. 9. 21. 56. 59. 76. ἀλλʼ ἐὰν ἀπώσαιτο καὶ ἀποδιώξῃ ὁ Ἀγαμέμνων, ἡγούμενος ἐμὲ ἐχθρὰν, προσθείμεθα καὶ προσθήσομεν ἄλγος ἐν τῷ ἄλγει, ἤγουν λύπην περισσοτέραν. προσθείμεθα κανόνισον· τίθημι, ὁ μέλλων θήσω, ὁ β΄ ἀόριστος ἔθην, ὁ μέσος ἐθέμην, καὶ τὸ εὐκτικὸν θείμην θεῖο θεῖτο, τὸ πληθυντικὸν θείμεθα καὶ προσθείμεθα.
Fl. 25.
Gu. ὁδόν: μέθοδον. Gr. τὴν θέλησιν, τὸν τρόπον. Gu. ὑπόθεσιν. B. βουλευμάτων: βούλημα, τὸ θέλημα, βούλευμα δὲ τὸ ἀπὸ τῆς βουλῆς ἤγουν σκέψεως κατάντημα. Gr. ὁδὸν βουλευμάτων: τὰ σὰ βουλεύματα περιφραστικῶς. Gu.
ἡγούμενος αὐτὴν Ἀγαμέμνων τὴν ταύτης ἀπώσαιτο δέησιν νῦν φησιν, ἆρα ἐκλογίζομαι καὶ ὑπολαμβάνω τὰς φρένας τοῦδε πρὸς τὸ δυσμενὲς καὶ τὸ ἐχθρὸν μᾶλλον ἢ τὸ φιλάνθρωπον, οὐκ ὄντος δυσμενοῦς καὶ ἐχθροῦ; ἐκ δὲ τοῦ οὕτω διαπορεῖν φαίνεται ἑαυτὴν μὲν μεμφομένη, ὡς οὐ τἀληθῆ περὶ ἐκείνου ὑπολαμβάνουσαν, ἐκεῖνον δὲ τῆς
αἰτίας ἀπολύουσα. Gu. I. ἆρʼ ἐκλογίζομαί γε: ἐὰν στίξωμεν εἰς τὸ τοῦδε, νοητέον οὕτως· ἆρα χαλεπὰς καὶ ἐχθρὰς λογίζομαι τὰς τούτου φρένας τοῦ Ἀγαμέμνονος οὐκ ὄντος δυσμενοῦς, ἵν’ ᾖ τὸ πᾶν περὶ Ἀγαμέμνονος. ἢ εἰς τὸ μᾶλλον στικτέον, ἵνʼ ᾖ οὕτως· ἄρα πρὸς τὸ δυσμενὲς μᾶλλον ῥέπω, τούτου ὄντος οὐχὶ δυσμενοῦς τὰς φρένας.
B. M. Fl. 10. I.
Fl. 21. Gu. πρὸς τὸ ἐχθρόν. Fl. 59. ἔχθος. Fl. 56. χαλεπόν. Fl. 33. ἰδοῦσα ἡ Ἑκάβη τὸν Ἀγαμέμνονα πράως ὁμιλοῦντα αὐτῇ καὶ ὡς εἰπεῖν συλλυπούμενον λέγει, ἆρα ὑπολαμβάνω μᾶλλον τὰς φρένας τοῦ Ἀγαμέμνονος εἶναι πρὸς τὸ δυσμενὲς καὶ τὸ ἐχθρωδέστερον, μὴ ὄντος τοῦ Ἀγαμέμνονος οὐχὶ ἐχθροῦ, ἀλλὰ καὶ
μᾶλλον φίλους Fl. 59.
εἰς τὸ ὅμοιον ἐμοὶ ἦλθες· καὶ γὰρ οὐδὲ ἐγὼ θέλω ἀκούειν.
δηλονότι, κἂν μὴ τύχω. ὦ Ἀγάμεμνον, ἱκετεύω σε πρὸς τῶνδε τῶν γονάτων, καὶ πρὸς τοῦ σοῦ γενείου, καὶ πρὸς τῆς δεξιᾶς, χειρὸς δηλονότι, τῆς εὐτυχοῦς καὶ εὐδαίμονος. I.
βοηθῆσαι τοῖς τέκνοις μου, ἤγουν φονεῦσαι τὸν Πολυμήστορα. Fl. 59. τιμωρεῖν: βοηθεῖν. B. Gr. τιμωροῦμαι τὸ ἁπλῶς κολάζω καὶ ἀνταμύνομαι· καὶ τιμωρῶ τὸ ἀπλῶς βοηθῶ καὶ τὸ ἐκδικῶ. τὰ πρῶτα αἰτιατικῇ, τὰ δεύτερα δοτικῇ. Gr. τιμωρῶ τὸ 181 βοηθῶ δοτικῇ συντάσσεται, τιμωρῶ δὲ τὸ κολάζω αἰτιατικῇ. Fl. 25. 33. ἀπεκδικεῖν. Fl. 21.
στρέφω ἀπὸ τοῦ Ἀγαμέμνονος, κινοῦμαι πρὸς ἐκεῖνον. Gr. τί τῇδε κἀκεῖσε ταῦτα φέρω, τί σκέπτομαι καὶ λογίζομαι, ἀναπεμπάζω καὶ κατὰ νοῦν περιφέρω. Gu. τί σκέπτομαι λάθρα, καὶ οὐ λέγω ταῦτα. Fl. 59.
Gu. ὑπομένειν λέγειν. Gu. ἀνάγκη τολμᾶν καὶ θαρρεῖν προσπέσοι τοῖς γόνασι τοῦ Ἀγαμέμνονος, κἂν ἀκούσῃ μου κἂν οὔ. Gu. τολμᾶν κατὰ κοινοὺς τὸ ὑπὲρ δύναμιν ἐπιχειρεῖν, κατὰ δὲ τοὺς ποιητὰς τὸ τὰ τυχόντα ἐπιχειρεῖν καὶ τὸ ὑφίστασθαι. Gu. ἀνάγκη ὑπάρχει τολμῆσαί με εἰπεῖν ταῦτα πρὸς τὸν Ἀγαμέμνονα, κἂν
τύχω βοηθείας κἂν μὴ τύχω. Fl. 59. ἀνάγκη: ἀπαραίτητόν ἐστιν. Gr. ὑπάρχει. Fl. 59. Gu. ἐμὲ ὁμιλεῖν τούτῳ δηλονότι. Fl. 21.
τινὰ, εἰ μὲν ἐκάθητο, πρῶτον μὲν ἠσπάζοντο παρακαλοῦντες τὸ γόνυ αὐτοῦ, εἶτα τὴν χεῖρα, εἶτα ἐκράτουν τῆς γενειάδος αὐτοῦ, ἵνα διὰ μὲν τοῦ γόνατος βαδίσῃ ἕνεκεν τῆς αὐτοῦ βοηθείας πρὸς τὸν βασιλέα, διὰ δὲ τῆς χειρὸς, ἵνα διὰ τῆς αὐτοῦ βασιλείας χειραγωγήσῃ αὐτὸν πρὸς τὰ χρῄζοντα, διὰ δὲ τῆς γενειάδος, ἐπεὶ ὁ νοῦς ἀφανὴς
καὶ ἀκατάσχετός ἐστιν, ἀντὶ νοῦ τὴν γενειάδα κατεῖχον, ὡς μὴ ἐπιλήσμων τῆς ὑπομνήσεως τάχα γένηται. Fl. 25. γενειάδος καὶ δεξιᾶς καὶ γονάτων ἥπτοντο οἱ παλαιοὶ καθικετεύοντες, διὰ τῆς γενειάδος τὸ τίμιον ὑπεμφαίνοντες, διὰ τῆς δεξιᾶς τὴν πρᾶξιν, διὰ τῶν γονάτων τὴν κίνησιν, πραγματικῶς, οἱονεὶ λέγοντες, κινηθεὶς
πρᾶξον ἐντίμως εἰς ἐμέ. Gl.
Fl. 33. ἆρα ζητεῖς ποιῆσαι τὴν σὴν ζωὴν ἐλευθέραν; μαστεύω τὸ ζητῶ καὶ παρακαλῶ· ἡ μεταφορὰ ἀπὸ τῶν νηπίων τῶν τὴν μητρὸς ἐπιζητοῦσαν μαστήν. Fl. 25. ἀμοιβαῖοι οἱ παρόντες στίχοι, διὰ δὲ τὴν γλυκύτητα συγκόπτει τοὺς λόγους τῶν προσώπων κατὰ μικρόν. Fl. 59. μῶν: ἄρα. Fl. 17. ἆρα. Gu. μὴ οὖν μαστεύεις. Gr.
ἄρα θέλεις. Fl. 6. 9. 21. 50. 59. 76. ἐλεύθερον: ἀκαταδούλωτον. Fl. 59. δοῦλαι γὰρ ἤσαν τῶν Ἑλλήνων πᾶσαι αἱ αἰχμαλωτισθεῖσαι. Gu.
ποιήσασθαι. Gu. ῥᾴδιον: εὔκολον. Fl. 17. 59. Gu. ἔστι σοι: τὸ τυχεῖν τούτου δηλονότι. M. Fl. 21. ποιῆσαί σοι τοῦτο. Fl. 59.
κολάζουσα. Gr. τιμωρῶ τὸ βοηθῶ προφέρεται ἐνεργητικῶς, τιμωροῦμαι δὲ τὸ κολάζω παθητικῶς. Fl. 33.
καλεῖς ἡμᾶς, ἤγουν ἐμέ; I. καὶ διὰ τίνα βοήθειαν λέγει ἡμᾶς ἐνταῦθα, τί θέλουσα. Fl. 59. τὸ εἰς ἀναστροφὴ, εἰς τίνα βοήθειαν ἡμᾶς καλεῖς. Gu.
οὐδέν τι τούτων καλῶ σε, ὦ ἄναξ, ὧν ὑπονοεῖς· ἃ ἔμελλεν εἰπεῖν, διὰ δὲ τὴν προηγησαμένην πτῶσιν εἶπεν ὧν. Fl. 17. αἰτῶ δηλονότι, ἐπιθυμῶ, τὸ ζητεῖν με ἐλευθέραν ζωήν. Gu. δοξάζεις: ὑπονοεῖς. 183 δοξάζει ἀντὶ τοῦ τιμᾷ, καὶ ἀντὶ τοῦ ὑπολαμβάνει, καὶ ἀντὶ τοῦ στέργει, οἷον τὰ τῶν Ἰουδαίων δοξάζει. Gr. ὑπολαμβάνεις. Gu.
οὐ δύναμαι νοῆσαι. I. τὸ μέντοι: ἤγουν τί (ἥτις Gu.) ἐστὶν ἡ δέησις περὶ τούτου (ἡ ὑπὲρ τούτου τοῦ νεκροῦ Gu.) οὐ δύναμαι νοῆσαι. Fl. 6. Gu. τὸ δὲ μέλλον, διὰ ποῖον τρόπον ἐφονεύθη, οὐ δύναμαι νοῆσαι. Fl. 59. ῥηθήσεσθαι. οὐκ ἔχω: οὐ δύναμαι. Gr. ὃ περὶ τούτου μέλλεις εἰπεῖν. Gu. τὸ μέλλον καὶ ἐσόμενον διαφέρει,
παρότι τὸ μὲν ἀμφίβολον, τὸ δὲ ἀναμφίβολον. Gu. μαθεῖν: νοῆσαι. Gr. ἢ εἰπεῖν. γρ. φράσαι. Gu.
τῷ “ὁρῶ σ᾿, Ὀδυσσεῦ, δεξιὰν ὑφʼ εἵματος κρύπτοντα χεῖρα” καὶ τῷ “περᾷ γὰρ ἤδʼ ὑπὸ σκηνὴν πόδα.᾿᾿ I. ἔτεκον κἄφερον: πρωθύστερον, (ὑστερολογία Gu.) ἀντὶ τοῦ ὑποκάτω τῆς ζώνης ἐβάσταζον ποτὲ καὶ ἔτεκον. Gr. πρωθύστερον ποίησον, ἵνα γένηται σαφές· τοῦτόν ποτε ἔφερον ζώνης ὕπο καὶ ἔτεκον. Καὶ ἄλλως. τοῦτον ποτὲ εἶχον κατὰ
γαστρὸς ὑπὸ τὴν ζώνην καὶ ἐγέννησα αὐτόν. B. M. Fl. 10. 21. 25. 33. παρὰ σοῦ. τί ἄρα ἔστιν οὐκ ἔχω ὑπονοῆσαι γαστρὸς ὑπὸ ζώνης. Fl. 33.
τί ἐστι τόδε; τὸ δὲ τίς ἐπὶ τῶν ὀνομάτων, οἷον τίς ἐστιν ὧδες Gu. τίς δὲ καὶ ποῖος ἀπὸ τῶν σῶν τέκνων ὑπάρχει οὗτος, ὦ ἀθλίας Fl. 59. παρασχηματισμός. B.
τῆς Ἰλίου. ἡ ὑπό δηλοῖ τὸ κάτω, οἷον ὑπὸ τὸ δένδρον. δηλοῖ δὲ καὶ τὸ ἐντὸς, ὡς ἐνταῦθα καὶ παρὰ Θουκυδίδῃ “ὑπὸ νύκτα ἔφυγον οἱ 184 πολέμιοι.” Gr. ὑπὸ μετὰ δοτικῆς κατὰ Ἀττικούς· κατὰ δὲ κοινοὺς γενικῇ καὶ αἰτιατικῇ. Gu.
ἐκείνους μόνους ἔτεκες, ἢ καὶ ἄλλον τινά; Fl. 59.
καὶ τῷ πρωκτῷ τὴν οὐρὰν βαλλόντων. Fl. 10. φοβούμενος. M.
ἔμελλεν εἰπεῖν· τὸ γὰρ ποῖ μόνον μέλλει τῷ Ἀγαμέμνονι, ἀλλʼ ἵνα σώσῃ ὁ στίχος καὶ τὴν ἔννοιαν τῆς Ἑκάβης. Gu.
τῆς χθονός. Gr. I. πρὸς ἄνδῤ: καὶ οὕτος ὁ λόγος τῆς Ἑκάβης. Gu. ἄρχει: ἀντὶ τοῦ βασιλεύει καὶ ἀντὶ τοῦ προηγεῖται, ὡς τὸ ἄρχει φιλίας, ἤγουν πρῶτος αἰνεῖται εἰς φιλίαν· ἄρχεται δὲ τοῦ ἔργου παθητικῶς ἀντὶ τοῦ ἀρχὴν τίθησι τῷ ἔργῳ, καὶ ἄρχεται ἀντὶ τοῦ ὑπʼ ἀρχὴν ἐστὶν, ἤγουν ἐξουσιάζεται. Gr.
φόνον τοῦ παιδὸς, πρός τε τὸν Πολυμήστορα, ὡς χρυσοῦ ἕνεκα φονέα γενόμενον, καὶ πρὸς τὸν Πολύδωρον, ὡς ἀδίκως φονευθέντα. I. ὦ ὑπομονητικὴ ἐν τοῖς δεινοῖς. ἢ τὸν Πολυμήστορα τλήμονα λέγει, διὰ τὸ κέρδος ἀσεβείᾳ κοινωνήσαντα. B. M. I. ἠράσθη: ὁ Πολυμήστωρ. I. ἐπεθύμησε, καὶ διὰ τοῦτο ἔκτεινε δηλονότι. Fl. 21.
πληθυντικῶς εἶπεν ἀντὶ τοῦ τοιοῦτόν τι ἐστιν. M. Fl. 33.
τῆς Πολυξένης ἔχρῃζον, αὐτὸ εἶπε λουτρά. Fl. 59. λουτρὰ τὰ ὕδατα, ὁ μισθὸς ὁ ἐπὶ τοῖς λουτροῖς διδόμενος, καὶ αὐτὸ τὸ κτίσμα. Gu.
ἁρμοδία ἡ λέξις ἐπὶ θανάτου· καὶ ἔκβλητον γὰρ λέγεται, ὅπερ ῥιφῇ ὑπὸ θαλάσσης. Gr.
τὸ σῶμα ὁ Πολυμήστωρ. Gu.
καὶ εἰς τὸ οὐδὲν ἥκω. ἢ ἐλλειπτικῶς, φασὶν, ὄλωλα, ὦ Ἀγάμεμνον καὶ οὐδὲν λοιπὸν τῶν κακῶν ἄκος εὑρεῖν δύναμαι, ἢ οὐδὲν ὑπολείπεταί μοι κακὸν, ὃ οὐ πέπονθα. B. Fl. 33. l. τελέως ἐφθάρην. Gu. ἐφθάρην. Fl. 17. 21. ἀπὸ τοῦ νῦν ἐφθάρην, ὦ Ἀγάμεμνον, παντελῶς καὶ οὐδέν ἐστιν ἐπίλοιπον τῶν κακῶν, ἀλλὰ πάντα συνήλθοσαν
εἰς ἐμέ. κοὐδὲν λοιπόν: ἐπίλοιπον, ὃ μέλλω πείσεσθαι. Gu. ὑπόλοιπον. Gr. ἤγουν οὐδὲν ἀπὸ τῶν κακῶν ἐναπέμεινεν, ὅπερ οὐκ 187 ἔπαθον. Gr. τὸ λοιπὸν οἱ παλαιοὶ οὐ τιθεῖσιν ἀντὶ τοῦ διὰ τοῦτο· πεζὸν γάρ ἐστιν, εἰ μὴ ἀντὶ τοῦ ἐπίλοιπον. γίνεται δὲ ἀπὸ τοῦ λείπω λοιπὸς καὶ λοιπὸν τὰ ἔχοντα τὸ ε. Fl. 59. κακῶν: ὑπό. Fl. 10.
φαίνομαι, ἀγαπῴην ἄν· εἰ δὲ τὸ ἐναντίον, τουτέστιν ἀνόσια ἔπαθον, βοηθὸς ἐμοὶ γενοῦ ἕνεκα τοῦ ἀνοσιωτάτου ξένου, ὃς οὕτε τοὺς κάτω θεοὺς, ἤγουν τοὺς καταχθονίους, οὕτε τοὺς ἄνω, τουτέστι τοὺς οὐρανίους, δείσας, ἔργον ἀνοσιώτατον πεποίηκεν. (τοὺς μὲν κάτω θεοὺς, ὅτι ἄταφον αὐτὸν ἔρριψεν, τοὺς δὲ ἄνω, ὡς ἐφόρους ὄντας φιλίας, οὐκ.
ἔδεισεν. ἀλλʼ εἰργάσατο φόνον παιδὸς ἐμοῦ, τυχῶν ἐμοὶ τραπέζης κοινῆς, τουτέστι μετʼ ἐμοῦ πολλάκις ἑστιαθεὶς, καὶ τὰ πρῶτα τῶν ἐμῶν φίλων τυγχάνων, καὶ οὐκ αἰδεσθεὶς οὕτε τοὺς κοινοὺς ἄλας. οὔτε τὴν φιλίαν αὐτήν). I.
μὴ καὶ μόνη αὐτὴ ἡ Δυστυχία. σωματοποιεῖ τὴν Δυστυχίαν. ἐκείνη πέμπει τὴν δυστυχίαν εἰς τοὺς ἀνθρώπους. χωρὶς γοῦν αὐτῆς τῆς Δυστυχίας ἑτέρα τις γυνὴ οὐκ ἐγένετο ἐμοῦ δυστυχεστέρα. Fl. 59. ἐνταῦθα γὰρ προσωποποιεῖ τὴν Δυστυχίαν. Gu. τὴν δυστυχίαν δηλονότι. B. M.
δίκαιον. διαφέρει δὲ τοῦτο, ὅτι τὸ δίκαιον, ὥσπερ γένος ὂν, διαιρεῖται εἰς ὅσιον καὶ δίκαιον· καὶ τὸ μὲν πρὸς θεοὺς ἐξ ἀνθρώπων γενόμενον 188 ὅσιον καλοῦμεν, τὸ δὲ πρὸς ἀνθρώπους, δίκαιον. ἐνταῦθα δὲ καταχρηστικῶς ἡ Ἑκάβη τὸ ὅσιον λέγει. Gu. I.
ἤγουν τὸ ἐναντίον, τουτέστιν ἀνόσια. Gr. δοκῶ παθεῖν. δεξιὸν καὶ σύντομον ῥήτορος. Gu. ἤγουν ἐὰν δοκῶ παθεῖν ἀδίκως. Fl. 17. 59. 76. εἰ μὲν δοκῶ σοι παθεῖν δίκαια, ἔπαθον, ἵνα ὑπομενῶ τοῦτο· εἰ δὲ ἀδίκως δοκῶ σοι παθεῖν, σύ μοι γενοῦ βοηθός. Fl. 59.
κολαστής. Gu. ἀνοσιωτάτου: ἀδικωτάτου, ἀκολάστου. Fl. 6. 10. 21. 59. 76.
χθονίους μὲν διὰ τὸ ἄταφον ἐᾶσαι φονεύσαντα, οὐρανίους δὲ διὰ τὸν ξένιον καὶ φίλιον Δία. B. rec. M. διὰ τὸ ἄταφον αὐτὸν ἐᾶσαι φονεύσαντα. Fl. 10. 33. τοὺς ἄνω: τὸν Δία καὶ τοὺς λοιπούς. Gu.
λείπει ἡ ἐν πρόθεσις, ἐν τῷ ἀριθμῷ τῶν ἐμῶν φίλων πολλάκις τῆς κοινῆς τραπέζης καὶ τῆς ξενίας τὰ πρῶτα τυχών. B. Fl. 59. εἰ γὰρ τοὺς ἅπαξ κεκοινωνηκότας ἁλῶν καὶ ἄρτου μετά τινος οὐκ ἔξεστιν κτείνειν, πόσῳ μᾶλλον τοὺς πολλάκις τῆς αὐτῆς τυχόντας τραπέζης; καὶ τῆς ξενίας τὰ πρῶτα λαχὼν καὶ λαβὼν προμηθίαν, ὅ ἐστι χρήματα
καὶ πᾶσαν τὴν ὑπὲρ τοῦ παιδὸς πρόνοιαν τῶν κατʼ ἐμὲ πραγμάτων. Fl. 25. 23. 59. ἐν τῷ ἀριθμῷ τῶν ἐμῶν φίλων πολλάκις τῆς 189 κοινῆς τραπέζης καὶ τῆς ξενίας τὰ πρῶτα τυχών. Fl. 10. πολλάκις: ἀντὶ τοῦ πλειστάκις. καὶ ἅπαξ. Gr. ἐν πολλοῖς καιροῖς. Gu.
ἀριθμῶ: τὸ ἀριθμῶ ἐπὶ τοῦ τάττω, τὸ μετρῶ ἐπὶ τοῦ σκοπῶ. Fl. 33. πρῶτα: ἔχων. Gr. ὤν. Gu.
λαβὼν προμηθίαν (ὅ ἐστι τὰ χρήματα καὶ πᾶσαν τὴν ὑπὲρ τοῦ παιδὸς πρόνοιαν· ἢ πρόνοιαν τῶν κατʼ ἐμὲ πραγμάτων,) ἐφόνευσε, τύμβου δʼ οὐκ ἠξίωσεν, ἐπεὶ φονεῦσαι ἤθελεν, ἀλλʼ ἔρριψεν εἰς τὴν θάλασσαν. ἡμεῖς μὲν οὖν δεδουλωμένοι καὶ ἀδύνατοι εἰς ἐκδίκησιν ἐπίσης ὑπάρχομεν· ἀλλʼ οἱ θεοὶ ἰσχύουσι, καὶ ὁ νόμος ἐκείνων ὁ
κρατῶν πάντων· νόμῳ γὰρ θεὸν ἴσμεν, τῷ σέβειν θεοῦ νόμους. τῷ γὰρ φυλάττειν τὰ ὑπὸ τοῦ θεοῦ νενομοθετημένα καὶ τὸ θεῖον νομίζομεν. I.
πρέπουσαν κηδεμονίαν ἔκτεινε τὸν ἐμὸν υἱὸν, ἢ ὅτι τυχὼν ὅσων δεῖ τυγχάνειν τοὺς βασιλέων παῖδας ἐν οἴκοις τρέφοντας, χρημάτων καὶ τῆς λοιπῆς δαπάνης. καὶ τὸ μὲν πρῶτον νοεῖται ἐκ τοῦ “κοινῆς τραπέζης τυχὼν ἐμοί,” καὶ “τὰ πρῶτα τῶν ἐμῶν φίλων ὤν,” τὸ δὲ δεύτερον πρὸς τὸ ἔκτεινεν. Gu. I. τυχών: φιλίων πραγμάτων καὶ
ἑτέρων. Fl. 59.
κηδεμονίαν. Gu. τὴν ὑπὲρ τοῦ παιδὸς πρόνοιαν καὶ ὠφέλειαν, ὅ ἐστι χρήματα. Fl. 10. οἱ δὲ πεζογράφοι προμήθειαν γράφουσιν. Fl. 59.
ἔρριψεν. B. Gr. πόντιον: εἰς τὴν θάλασσαν. B. Gr. θαλάσσιον. Gu.
Gr.
διεξάγειν καὶ διακυβερνᾶν τὰ πάντα. ὑπὸ τῶν θεῶν δὲ διεξαγόμεθα ἡμεῖς τάξαντες ἡμᾶς ζῆν δίκαια. ἡμεῖς δὲ ζῶμεν ἄδικα καίπερ ὡρισμένοι τὴν δικαιοσύνην κρατεῖν καὶ δίκαια ζῆν. Fl. 59. ὑπολαμβάνομεν τοὺς θεοὺς ζῆν ἐννόμως. ἢ οὕτως· διὰ τοῦ θεοῦ γινώσκομεν τοὺς θεοὺς, καὶ ζῶμεν ἄδικα. Fl. 25. θεὸν ἴσμεν τῷ σέβειν θεοῦ
νόμους. τῷ γὰρ φυλάττειν τὰ ὑπὸ θεοῦ νενομοθετημένα εἶναι καὶ τὸ θεῖον νομίζομεν. Fl. 10. 59. διπλῶς τοῦτο εἶπεν· ἢ ὅτι τοὺς θεοὺς 191 ἐννόμως ἡγούμεθα καὶ νομίζομεν ζῆν, ἢ ὅτι ἐννόμως καὶ τοῖς νόμοις πειθόμενοι τοὺς θεοὺς σεβόμεθα. Fl. 10. 33. 59.
παρὰ τοῦ θεοῦ τηρεῖν ἐν τοῖς πράγμασιν ἀδίκως βιοῦμεν. B. I. ὁρίσαντες, τάξαντες. Gr. ὑπὸ τῶν θεῶν, διακρίνοντες. Gu. ἤγουν ὁρισθέντες καὶ προσταχθέντες. ὥσπερ γὰρ φαμὲν προσετάχθην τὰ καὶ τὰ, οὕτως ὡρίσθην δίκαια καὶ ἄδικα ὑπὸ τοῦ νόμου, ἵνα τὰ μὲν φεύγω, τὰ δὲ πράττω. Gu.
τὸν νόμον ἐν σοί ἐστιν καὶ τὸ συστῆσαι τοῦτον, εἰ διαφθείρεται καὶ μὴ δώσουσι δίκην, οἵτινες φονεύουσι τοὺς ξένους, ἢ τολμῶσι φέρειν, ἀντὶ τοῦ καταλύειν, τὰ ἱερὰ, ἤγουν τοὺς νόμους τῶν θεῶν, οὐ μὴ εἴπω ὅτι ἔστι τι τῶν ἐν ἀνθρώποις πραγμάτων δικαίως πραττόμενον, ἀλλὰ πάντα δηλονότι ἄδικα. Fl. 59. ὅς: τουτέστιν ὁ νόμος. M.
Gr. ἀτιμασθήσεται, παραβαθήσεται. Gu.
τολμῶσιν φέρειν: ἱεροσυλήσωσιν. M. ἤγουν ἱεροσυλεῖν. Gr Fl. 192 6. 9. 17. 21. 33. 56. 76. φέρειν: ἀντὶ τοῦ κλέπτειν. Gr. Fl. 6. 9. 17. 21. 5. 59. ἔχειν, κινεῖν, καταλύειν, κλέπτειν ἢ παρακινεῖν. Gu.
ἢ ἀπὸ τῶν ὑπερεχόντων προσώπων ἢ πραγμάτων τὰ ἄλλα. Gr.
ἐν αἰσχρῳ, ἤγουν ἐν αἰσχύνῃ, αἰδέσθητί με, ποῦ μὲν καὶ διὰ τὸν νόμον αὐτὸν, ποῦ δὲ καὶ διότι ὑπάρχω μὴ ἔχουσα τινὰ ἕτερον εἰς βοήθειαν. Fl. 59. ἅπερ λέγω, τὸ κτείνειν τοὺς ξένους καὶ τῶν θεῶν ἱερὰ κινεῖν. Gu. ἐν αἰσχρῷ θέμενος: ἤγουν αἰσχυνθείς. Gr.
κατανοεῖ τὰς εἰκόνας, εἰ καλῶς ἐγράφησαν, οὕτω καὶ σύ με ἄθρησον, οἵοις κακοῖς περιέπεσον. τὸ δὲ ἴδου βαρυτονεῖται, ῥῆμα ὄν· ἐπίρρημα δὲ, ὀξύνεται. B.I. ἀποσταθείς: τὸ σταθείς οὐ πρὸς τὸν Ἀγαμέμνονα νοητέον, ἀλλὰ πρὸς τὸ γραφεύς, οὕτω· καὶ ἰδοῦ με καὶ ἀνάθρησον, οἷα ἔχω κακὰ, ὥσπερ γραφεὺς τὴν εἰκόνα βλέπει, σταθεὶς ἄπο,
ἵνα μὴ πλησίον ὢν διαχεθείη τοὺς ὀφθαλμοὺς καὶ οὐ κατάληψιν ἀκριβῆ ποιήσαιτο. οἱ δὲ πρὸς τὸν Ἀγαμέμνονα τὸ σταθείς λέγοντες οὐ μόνον εὐήθεις εἰσὶν, ἀλλὰ καὶ τὸν Εὐριπίδην συμπαραλαμβάνουσι μετʼ αὐτῶν. πῶς γὰρ οὐκ ἠλίθιός τις, λέγων σταθεὶς ἄπο, ὦ Ἀγάμεμνον, ὥσπερ γραφεύς. Gu. I. ἀποσταθείς: τοῦτο ποιοῦσιν οἱ
ζωγράφοι· ἡ αἴσθησις γὰρ ἀπρακτεῖ τῇ ἄκρα ἐγγύτητι, ὡς τῷ λίαν πόρρω. Gr.
ἀπὸ τοῦ μείζονος. Gu. σέθεν: εἰμὶ δηλονότι, πρὸς ὃ ἀποδίδοται τὰ ἑξῆς. Fl. 6. 17. 21. 56. 59. 76.
εὔπαις ὁ καλοὺς παῖδας ἔχων καὶ ὁ καλῶς ἔχων περὶ γένναν παίδων. Gr. γραῦς: αἱ γὰρ γραῖαι οὐδὲ παιδοποιοῦσι. Fl. 59.
τοὺς πόδας κινοῦντα, ὡστε ἐκβαλεῖν τῶν χειρῶν αὐτῆς. Gr. ποῖ μʼ ὑπεξάγεις πόδα: ποῦ μεταφέρεις τὸν πόδα σου; τὸ ἐντελὲς, ποῦ μοι ὑπεξέρχῃ. ἐδιχοστάτει γὰρ αὐτῇ ἐπικουρεῖν ὁ Ἀγαμέμνων, διὰ τὸ φίλον εἶναι τὸν Πολυμήστορα· οὐ γὰρ συνεμάχησεν ὅδε τοῖς Τρωσὶ χαριζόμενος τοῖς Ἕλλησι. B.M.I. ὑπεξάγεις: ἀπʼ
ἐμοῦ, ἀντὶ τοῦ ἐξάγεις. Gr. κρυφίως μεταφέρεις, κινεῖς. Gu. ἰδοῦσα τὸν Ἀγαμέμνονα ἐπὶ συννοίᾳ γενόμενον καὶ διχοστατοῦντα εἰς βοήθειαν αὐτῆς, ὡς φίλου ὄντος τοῖς Ἕλλησι τοῦ Πολυμήστορος, λέγει, ποῦ ὑπεκφέρεις τὸν πόδα, ἤγουν τὸν νοῦν σου, ἀπὸ μεταφορᾶς τῆς βαδίσεως τοῦ ποδὸς, διαλογιζομένου τοῦ ἀνδρὸς, ποίαν ἄρα ὁδὸν
κρατήσῃ. ἢ οὕτως· ἐν συννοίᾳ τὸν Ἀγαμέμνονα γενόμενον καὶ ἐγερθέντα τῆς καθέδρας αὐτῆς διαλογίζεσθαι αὐτὸν περιπατοῦντα, οἷα 194 εἰώθασιν οἱ ἐν δισταγμῷ ὄντες ποιεῖν. Fl. 59. τί με ποιεῖς ἐπὶ πολὺ ὁδεύειν; εἶπε δὲ τοῦτο, διότι εἶδεν ἐκεῖνον ὑποχωροῦντα. Fl. 33.
μισθοὺς διδόντες. Ἄλλως. πειθὼ δὲ τὴν τύραννον ὁ νοῦς· οὐ σπουδάζομεν τὴν πειθὼ μανθάνειν ἀκριβῶς, ἧς ἔδει μᾶλλον τῶν ἄλλων τεχνῶν ἀντιποιεῖσθαι, ἵνʼ εἴ ποτε πείθειν ἔδει, καὶ τὰ ἑξῆς. οὐκ ἀνατίθησι δὲ ἀεὶ τοῖς ῥήτορσι τὴν τοῦ πείθειν δύναμιν, εἰπὼν τὸ ποτέ ὡς οὐκ ἀεὶ πείθειν δυναμένοις, ἀλλʼ ὅτε δεῖ καὶ ἐν οἷς, ἵνα ὑπάρχῃ, φησὶ,
τὸ πείθειν εἰς ἅ τις βούλεται. B. M. πονοῦμεν. Gu. κοπιῶμεν, μετὰ μόχθου μανθάνομεν. μοχθῶ καὶ πονῶ περὶ τὸ πρᾶγμα μετὰ προθέσεως κοινὸν, χωρὶς προθέσεως ποιητικόν. ἐπιλαμβάνονται καὶ ἐνταῦθα τοῦ ποιητοῦ, βαρβάρῳ προσώπῳ ταῦτα λέγοντος. Gr. ἐπιζητοῦμεν. B. ζητοῦμεν. Gr. FI. 10. 33.
195 καὶ πιθανοῖς. Gu. I. τὴν τὸ πείθειν ἐπιτηδεύουσαν τέχνην τῶν λόγων, τὴν μόνην ἐν τοῖς ἀνθρώποις δέσποιναν, ἤγουν τὴν ῥητορικήν. Gr. Fl. 6. 9. 17. 21. 50. 59. 76. τὴν καταπείθησιν, τὴν δύναμιν τοῦ πείθειν τὴν ῥητορικήν· διʼ αὐτῆς γὰρ τὸ πείθειν. Gu.
εἴπω” παῤ Ὁμήρῳ μετὰ αἰτιατικῆς. πείθει χρυσὸς, δάκρυα, κάλλος καὶ λόγος. Gu. βούλοιτο: πείθειν δηλονότι, Gr. θέλοι, ἐλπίσειεν. Gu. τυγχάνειν: ὧν χρείαν ἔχει. Gr. βούλοιτο. Gu.
Gu. ἐλπίσαι: θαρρήσειε. Gu. ἐλπίσειεν εὐτυχήσειν. Gr. Fl. 59. 76. ἀντὶ τοῦ εὐπραγήσειν ἐμέ. Fl. 59. 76. ἀπὸ τοῦ νῦν τίς ἐλπὶς ἐν ἐμοὶ εὐπραγήσειν, στερηθείσῃ τῶν τέκνων μου· ἐγὼ δὲ πορεύομαι δούλη ἐπὶ τοῖς αἰσχροῖς πράγμασι. Fl. 59. περὶ ἑαυτῆς λέγουσα σχηματίζει τὸν λόγον εἰς τρίτον πρόσωπον, συμπεραίνει δὲ
πάλιν διὰ τῶν ἐπαγομένων εἰς πρῶτον. τοῦτο καὶ τοῖς λογογραφοῦσι σύνηθες. Gr. Fl. 25.
I. ἀνερχόμενον καὶ ὑπερπηδῶντα. Fl. 6. 9. 17. 21. 56. 59. 76. ἀκμὴν δὲ καὶ τὸν καπνὸν τῆς πόλεως καυθείσης βλέπω ὑπερθρώσκοντα καὶ ὑπεράνω αὐτῆς πηδῶντα. Fl. 59.
ἀλλʼ ὅμως εἰρήσεται. πρὸς ταῖς σαῖς πλευραῖς εἰς ὕπνον τρέπεται ἡ ἐμὴ μαντικὴ παῖς, ἥντινα ὀνομάζουσιν οἱ Φρύγες Κασάνδραν. ποῦ δῆτα δείξεις, ὦ ἄναξ, τὰς προσφιλεῖς νύκτας, ἢ ποῦ ἔξει ἡ ἐμὴ παῖς — τὸ ποῦ κατὰ κοινοῦχάριν τινὰ καὶ ἀνταμοιβὴν, ἕνεκα τῶν ἐν τῇ εὐνῇ φιλτάτων ἀσπασμάτων καὶ φιλημάτων, τίνα χάριν ἔξει ἡ
ἐμὴ παῖς ἀπὸ σοῦ, ἀπʼ ἐκείνης δʼ ἐγώ; ἐκ τῆς νυκτὸς γὰρ καὶ ἐκ τῶν νυκτερινῶν φίλτρων πάνυ μεγίστη γίνεται χάρις τοῖς βροτοῖς. ἄκουε δὴ νῦν· ὁρᾶς τόνδε τὸν θανόντα, ἤγουν τὸν Πολύδωρον· τοῦτον δρῶν καλῶς, ἤτοι εὐεργετῶν, ὄντα γυναικαδελφὸν σέθεν, ἤγουν σοῦ, δράσεις εὗ δηλονότι. ἑνός ἐστιν ἐμοὶ ὁ μῦθος ἐλλιπής. εἴθε γένοιτό
μοι λαλιὰ ἐν τοῖς βραχίοσι καὶ ἐν ταῖς κόμαις καὶ ἐν τῇ βάσει τῶν ποδῶν, ἢ ἐν τέχναις Δαιδάλου, ἤ τινος ἀπὸ τῶν θεῶν, ἵνα πάντα τὰ μέλη μου ἅπτοιντο ὁμοῦ τῶν σῶν γονάτων, κλαίοντα καὶ ἐντελλόμενα παντοίους λόγους. ὦ δέσποτα, ὦ μέγιστον φάος τοῖς Ἕλλησιν, ἀντὶ τοῦ τῶν Ἑλλήνων, πείσθητι, καὶ δὸς ἐμοὶ τῇ πρεσβύτιδι χεῖρα βοηθὸν,
εἰ καὶ μηδέν ἐστιν ἡ ἱκετεύουσά σε δηλονότι, ἀλλʼ ὅμως δεῖ αὐτὴν παρὰ σοῦ ἐλεηθῆναι. ἴδιον γὰρ ἀνδρὸς ἀγαθοῦ τῇ δικαιοσύνη βοηθεῖν καὶ τοὺς κακοὺς δρᾶν ἀεὶ πανταχοῦ κακῶς, ἤτοι τιμωρεῖσθαι. I.
προθεραπεία καὶ διόρθωσις. Gu. τοῦ λόγου: γρ. ὁ λόγος. κενόν: ἄκαιροὀ. τόδε: γρ. ὅδε. Gr. περισσὸν, μάταιον. Gu. μάταιον, ἀδόκιμον. B. M. Fl. 59. μάταιος, ἀδόκιμος. Fl. 6. 9. 21. 56. κενὸν τοῦτο λέγει (Fl. λέγουσα) καίτοι γε μέγα (Fl. μεγάλα) δυνάμενον, συγ- 197 κρίνουσα οἷς εἶπεν, ὅτι νόμῳ τοὺς θεοὺς ἡγούμεθα, καὶ τοῖς ἄλλοις. 1. 25. Gr. ἤγουν ὁ λόγος ὅδε ἄκαιρος ἐστιν. Gu. Fl. 17. 59. 76. κενός. Fl. 59.
μίξιν τῆς Κασάνδρας συνουσίας. Fl. 25. 33. 59. προβάλλειν: ὥστε. B. εἰς μεσιτείαν προτείνειν. Gr. προφέρειν. Gu.
βοήθειαν. B. M. Gr. Fl. 25. 33. 59.
ἐκαλεῖτο, ὡς καὶ Λυκόφρων φησὶν, ἐκλήθη δὲ Κασάνδρα παρὰ τῶν Τρώων διὰ τὸ κάσιν καὶ ἀδελφὸν ἀνδρεῖον ἔχειν τὸν Ἕκτορα. Gu.
τῆς νυκτὸς γινομένην εὐφροσύνην (Fl. 6. 9. 17. 21. 56. 59. 76.), ἢ τὰς ἐνηδόνους νύκτας. Gr. εὐφροσύνη δὲ ἡ νὺξ λέγεται. Fl. 6. 9. 17. 21. 56. 59. 76. τὰς νυκτερινὰς προσφιλεῖς συνουσίας. Fl. 59. τὰς εὐφραντικὰς νύκτας διὰ τὸ ἐν αὐταῖς καλῶς φρονεῖν καὶ σκέπτεσθαι. Fl. 10. 21. 25.
γυναικὸς, ὅτε ὁ ἀνὴρ εἰς συνουσίαν αὐτῆς ἔλθῃ καὶ εἰς γυναῖκα ἄξεῖ. Fl. 59. χάρις: ἀπʼ ἀλλήλων δηλονότι. Fl. 6. 9. 17. 56. 59. 76. Gr.
σου ὄντα καλῶς ποίησον. Fl. 59.
Fl. 10. κηδεστὴς μὴ μόνον ὁ πενθερὸς λέγεται, ἀλλὰ καὶ πάντες οἱ ἐκ συμπενθερίας συγγενεῖς, ἤγουν οἱ ἀγχιστεῖς. κηδεσταὶ λέγονται κοινῷ ὀνόματι πάντες οἱ ἐξ ἀγχιστείας. Fl. 59.
ἔτι: ἀκμήν. Gu. ἑνὸς πράγματος ἀκμὴν ἐστερημένος ὑπάρχει ὁ λόγος μου. Fl. 59.
καὶ προίει φωνὴν αὐτός τε ὁ Εὐριπίδης ἐν Εὐρυσθεῖ λέγει,
ἠφίεσαν καὶ ἐκινοῦντο. οὗτος δὲ ὁ Δαίδαλος καὶ πτερὰ, ὅτε ἐβούλετο, περιετίθει ἑαυτῷ καὶ ἵπτατο. ἐπεὶ καὶ τὸν υἱὸν Ἴκαρον, ἐκ κηροῦ πτερὰ πλασάμενος καὶ περιθεὶς αὐτῷ, ἐποίησεν ἐναέριον κομισθῆναι. διαλυθέντος δὲ τοῦ κηροῦ πέπτωκεν εἰς τὸ νῦν ἀπʼ αὐτοῦ καλούμενον Ἰκάριον πέλαγος. φασὶ γὰρ ἀμυνόμενον τὸν Ἥλιον
Δαίδαλον, ὡς πεποιηκότα τὴν θυγατέρα αὐτοῦ Πασιφάην, ἐρασθεῖσαν ταύρου, μιγῆναι αὐτῷ, ἐπεὶ τότε πετόμενον εἶδε τὸν υἱὸν αὐτοῦ κάρον, ἐκ κηροῦ πτεροῖς χρώμενον, σφοδρῶς ἐμπεσεῖν τοῖς πτεροῖς, καὶ διαλυθῆναι ταῦτα παρασκευάσαι, καὶ τὸν ἐν τούτοις κουφιζόμενον Ἴκαρον κατενεχθέντα πεπνίχθαι. Gu. 1. Δαιδάλου: ὃς καὶ τὰ
εἴδωλα ἐποίει καὶ κινεῖσθαι καὶ λαλεῖν. Fl. 10. ὁ Δαίδαλος ἀνὴρ ἦν ἀγαλματοποιός· ἐποίει δὲ ἀγάλματα ξύλινα, καὶ ἐκινοῦντο καὶ ἐλάλουν. Fl. 33. πῶς δὲ μέλλει γίνεσθαι τοῦτο. Gu. τὸν Δαί- 200 δαλον λέγουσι μεταμείβειν ἑαυτὸν εἰς ποικίλα εἴδη καὶ μορφὰς, καὶ ἀγάλματα ποιεῖν βαδίζοντα. ἔστι δὲ μῦθος, λέγεται δὲ οὕτως διὰ τὸ ποικίλας ὑπὲρ πάντας καὶ παρηλλαγμένας μορφὰς προσφέρειν τοῖς ἀγάλμασι, καὶ διὰ τὸ διαλελυμένους τοὺς πόδας τῶν ἀγαλμάτων ποιοῦντα, τῶν ἄλλων συνημμένους ποιούντων. Gr.
ὑποτίθησι. Gr.
τοὺς κακοὺς ἐννόμως τιμωρεῖσθαι. B. εἰ καὶ μηδὲν ὑπάρχοι ἡ γραῦς, ἡ ἱκετεύουσά σε, ἤγουν ἐγὼ δούλη οὖσα καὶ αἰχμάλωτος, ἀλλʼ ὅμως βοήθησον αὐτὸ τὸ δίκαιον. ἀγαθοῦ γὰρ ἀνδρός τὸ ὑπουργεῖν καὶ τὸ ὑπηρετεῖν τῇ δίκῃ, ἤγουν τὸ πράττειν τὰ δίκαιασωματοποιεῖ τὴν δίκην, ὡς θεόν — καὶ τὸ πράττειν κακῶς πάντοτε
τοὺς κακοὺς καὶ μὴ ἐλεεῖν. Fl. 59. ἡ ἱκετεύουσά σε, ἀντὶ τοῦ, μὴ ὡς αἰχμάλωτον καὶ δούλην παρίδῃς. M. Fl. 10. 33. 59. ἀλλ' ὅμως: ἀλλʼ ὅμως δεῖ αὐτὴν παρὰ σοῦ ἐλεηθῆναι. Gr. παράσχε διὰ τὸ δίκαιον. Gu.
εἶδε δεομένην τοῦ Ἀγαμέμνονος βοηθῆσαι αὐτῇ, ἐχθροῦ ὄντος, ὡς τὴν πόλιν ταύτης πορθήσαντος, λέγει δεινοπαθῶν· δεινόν ἐστιν ὅτι συμπιτνεῖ καὶ συμπίπτει πάντα τοῖς θνητοῖς, καὶ οὕτε ὁ φίλος ἀεὶ φίλος, οὕτε ὁ ἐχθρὸς ἀεὶ ἐχθρός. ἀλλʼ ὁ μὲν φίλος ἔστιν ὅτε ἐχθρὸς γίνεται, ὁ δὲ ἐχθρὸς φίλος. καὶ οἱ νόμοι κελεύοντες τὸν μὲν φίλον ἀεὶ
φίλον ἡγεῖσθαι, τὸν δὲ ἐχθρὸν ἀεὶ ἐχθρὸν, λέγουσι κεχωρισμένως τὰς ἀνάγκας τιθέντες διὰ τούτων τοὺς φίλους ἐχθροὺς, καὶ τὸ ἀνάπαλιν. 201 οἷον ἐάν τις ἀνάγκη συμβῇ, ὥσπερ καὶ νῦν, ὁ μὲν φίλος ἐχθρὸς, ὁ δὲ ἐχθρὸς φίλος καθίσταται. οὕτω τοῦτο νοεῖται. οἱ δὲ ἐναλλάσσοντες τὰς λέξεις καὶ τὰς ἀνάγκας ἀντὶ τοῦ ἀνάγκαι, καὶ τὸ νόμοι ἀντὶ τοῦ νόμους, καὶ τὰ ἄλλα ὁμοίως λέγοντες, οὐ καλῶς λέγουσι. Gu. I.
δεινόν γε θνητοῖς: μεταλλακτέον τὰς πτώσεις. ἔστι γὰρ, καὶ αἱ ἀνάγκαι τοὺς νόμους διώρισαν. ὁ δὲ νοῦς· δεινὸν ὅτι πάντα συνέρχεται τὰ κακὰ κατὰ ταυτὸν τοῖς ἀνθρώποις καὶ αἱ ἀνάγκαι τὰ νενομισμένα τοῖς ἀνθρώποις μετήλλαξαν. ἐδέδοκτο γὰρ πολέμιον εἶναι τῇ Ἑκάβῃ τὸν Ἀγαμέμνονα, ἀλλʼ ἡ ἀνάγκη τὸν νενομισμένον τῇ Ἑκάβῃ
μετήλλαξεν. Ἄλλως. ἐναντίως εἶπεν· ἔδει γὰρ, καὶ τοὺς νόμους αἱ ἀνάγκαι διορίζουσιν, αὗται γὰρ καὶ νόμων ἐπικρατέστεραι, οὐ τὸ ἐναντίον, διότι οἱ νόμοι τὰ ἑκούσια τιμωροῦνται, οὐχὶ τὰ ἐξ ἀνάγκης δρώμενα, ὡς καὶ νῦν ἡ γραῦς ἐξ ἀνάγκης φίλον ποιεῖται τὸν πολέμιον. B.M.I. ὁ δὲ Δίδυμος οὕτως· μᾶλλον ὤφειλεν εἰπεῖν ὅτι τοὺς νόμους
αἱ ἀνάγκαι διορίζουσιν· αἱ γὰρ ἀνάγκαι καὶ τῶν νόμων ἐπικρατέστεραι, οὐχ οἱ νόμοι τῶν ἀναγκῶν. καὶ νῦν οὖν τοὐναντίον εἶπεν. M. Fl. 21. Καὶ ἄλλως. αἱ ἀνάγκαι οὐκ ἀκολούθως τοῖς νόμοις πράττουσιν. M. Fl. 59.
καὶ τὰ κακὰ συνέρχονται τοῖς βροτοῖς, καὶ τὰς ἀνάγκας, ἤγουν τὴν εἱμαρμένην αὐτὴν, διέταξαν οἱ νόμοι, — ὅπου γὰρ εἱμαρμένον, ἐκεῖ νόμος οὐκ ἔστι· —φίλους τιθέντες τοὺς πολεμιωτάτους, καὶ ἀνάπάλιν τοὺς φίλους ἐχθρούς. ὁ γὰρ Ἀγαμέμνων πρὸ τῆς τοιαύτης δυστυχίας τῆς Ἑκάβης, ἤγουν τοῦ φόνου τοῦ Πολυδώρου, ἐχθρὸς ἦν
αὐτῇ, Ἑκάβῃ, ὡς αἰχμαλωτίσας αὐτήν· νῦν δὲ, καταλαβὸν ταύτην 202 ἕτερον δεινὸν, καὶ εἰς βοήθειαν Ἀγαμέμνονα χρήζουσα, φαίνεται φίλος ταύτης ὁ πρώην ἐχθρὸς, ὁ δὲ Πολυμήστωρ, ὁ πρώην φίλος, μετὰ τὴν τοῦ Πλυδώρου σφαγὴν ἐχθρὸς ἐγένετο τῇ Ἑκά κάβῃ ὁ πρώην αὐτῇ φίλος. διὸ καὶ τὰ καλὰ καὶ τὰ κακὰ συνέρχονται τοῖς ἀνθρώποις. Fl. 59. ἀντίπτωσις. καὶ αἱ ἀνάγκαι τοὺς νόμους διεμέρισαν, διορίζουσι,
τάσσουσι, διέταξαν. Fl. 10. 17. 33. 56. 59. 76. οἱ νόμοι τὰ ἑκούσια τιμωροῦνται, οὐ τὰ ἐξ ἀνάγκης δρώμενα, ὡς καὶ νῦν ἐξ ἀνάγκης φίλιον ποιεῖται τὸν πολέμιον· ἐπικρατέστεραι γὰρ τοῦ νόμου αἱ ἀνάγκαι. Fl. 10. οὐκ ἔστι τι, ὅπερ οὐκ εὐμαρῶς ἔρχεται τῇ φύσει τῶν ἀνθρώπων. καὶ ἡ ἀνάγκη γὰρ αὐτὴ, ἡ συνδέονται φίλοι ἢ
συγγενεῖς, καταλύεται καὶ τρέπεται τοῖς νόμοις, καὶ ἡγούμεθα τὸν παρανομοῦντα φίλον πολέμιον, τὸν δὲ μὴ παρανομοῦντα καὶ ἀδικούμενον φίλον, εἰ καὶ πολέμιός ἐστι. τοῦτο λέγει ὁ χορός προκαταλαμβάνων τὸν τοῦ Ἀγαμέμνονος λόγον, καὶ ἀποφαινόμενος ὡς λίαν δικαίου ὄντος τοῦ πράγματος βοηθηθῆναι τὴν Ἑκάβην. Gr.
Gu.
ἐπικρατέστεραί εἰσιν, οὐχ οἱ νόμοι τῶν ἀναγκῶν. B.I. ἀντὶ τοῦ διέστησαν. διορίζομαι τὸ διαβεβαιοῦμαι, τὸ διαμερίζω, ὡς ἐνταῦθα. Gr. ἐχώρισαν τῶν ἄλλων ὥν διακελεύονται, μετήλλαξαν. Gu. ὁρίζω τὸ προστάσσω, καὶ ὁρίζομαι κατὰ φιλοσόφους τὸ ὁρισμόν λέγω, οἷον τὸν ἄνθρωπον ζῶον λογικὸν, καὶ τὰ ἑξῆς. ἐξορίζω τὸ εἰς ἐξορίαν
πέμπω. διορίζω τὸ διϊστῶ καὶ διαστέλλω, ὡς ἐνταῦθα· διορίζομαι τὸ προστάσσω καὶ διαβεβαιοῦμαι. ἀφορίζω τὸ μακρὰν πέμπω καὶ τὸ ἐκλέγομαι, καὶ τὸ ἀφορισμοὺς γράφω. Gr.
δυστυχίας καὶ τὴν ἱκεσίαν χεῖρα ἐλεῶ. B.M.I. καὶ θέλω, φησὶν,ʼ ἕνεκα τῶν θεῶν καὶ τοῦ δικαίου ταύτην σοι δοῦναι τὴν χάριν, τὸ τιμωρήσασθαι δηλαδὴ τὸν ἄδικον ξένον, εἴ πως δυνατὸν γένοιτο, ὥστε καὶ σοὶ καλῶς γενέσθαι, καὶ τοῖς Ἕλλησι μὴ δόξω διὰ Κασσάνδραν τιμωρεῖσθαι τὸν Πολυμήστορα. B.I.
σοι τήνδε τὴν χάριν, ἤγουν τοῦ ἐκδικῆσαί σε, ἕνεκα τῶν θεῶν καὶ ἕνεκα τοῦ δικαίου αὐτοῦ εἰς τὸν ἀνόσιον ξένον, ἤγουν εἰς τὸν φόνον, ὃν ἔπραξεν ὁ Πολυμήστωρ, ἵνα φανείην, ὥστε ἔχειν καλῶς ἔν σοι, ἤγουν βοηθῆσαί σοι, καὶ ἵνα μὴ δόξω ἐν τῷ στρατῷ, ὅτι χάριν τῆς Κασάνδρας ἐπιβουλεύω τῷ Πολυμήστορι τοῦ φονεῦσαι
αὐτόν. Fl. 59.
τίνα τρόπον. Gu. φανείη: τὸ πρᾶγμα. Gr. δειχθείην τὸ πρᾶγμα εἰς τὸ βοηθῆσαί σοι. Fl. 6. 9. 17. 21. 56. 59. 76. εἴ πως φανείη σοι τοιαύτη συμμαχία, ὥστε καὶ σοὶ καλῶς γενέσθαι, καὶ τοῖς Ἕλλησι μὴ δόξαι διὰ Κασσάνδραν τοῦτον τιμωρεῖσθαι. M. 203 Fl. 10. 21. 33. ἔχειν: διακεῖσθαι. Fl. 6. 9. 17. 21. 50. 59. 76. Gr.
Fl. 6. 9. 17. 21. 50. 59. 76. Gr.
B. λείπει τὸ τίς, ἵνʼ ἥ, ἔστι γάρ τι, φησὶ, καθʼ ὃ τετάραγμαι. ποῖον τοῦτο; τὸν ἄνδρα τοῦτον φίλιον ἡγεῖται στρατός B. M. Gu. I. Ἄλλως. ἔμελλεν εἰπεῖν ὅτι ἔστι φίλος τοῖς Ἕλλησιν· εἶτα ἀντὶ τοῦ τετάραγμαι μεταλογιζόμενός φησι, ταραγμός ἐμπέπτωκέ μοι, ἐννοήσας ὅτι φίλος ἐστὶ τῷ στρατεύματι ὁ Πολυμήστωρ.
B.I. τοιοῦτό ἐστιν ὃ ταραγμὸν ἐμποιεῖ τῷ Ἀγαμέμνονι. Gr. ἔστι γὰρ μερὶς, ἐφʼ ᾖ, ὅπου. Fl. 6. 9. 17. 21. 56. 59. 76. Gr. ἔν τινι. Fl. 33. ταραγμός: δειλία. Fl. 56. Gu. ἐμπέπτωκε: ἐπῆλθε. Fl. 56. ἔπεσεν. Fl. 33. ὑπερβατὸν μέχρι καὶ τοῦ διαβληθήσομαι. Gu.
9. 17. 21. 50. 59. 76. Gr. τὸ φιλεῖν καὶ ὁ φίλος διφορεῖται παρὰ τοῖς ποιηταῖς· ἔστι γὰρ καὶ μακρὸν καὶ βραχὺ τὸ φίλος. Fl. 21.
τὸν Πολύμηστορα ἔχει τὸ κοινὸν φίλον. Fl. 59. τὸ εἰ ἐνταῦθα ἀντὶ τοῦ πολλάκις. Fl. 17. εἰ δέ σοι φίλος Πολύδωρος, τοῦτο οὐ κοινὸν τῷ στρατῷ, ὡς συμπονῆσαί σοι. Fl. 25.
ἰδίως, κεχωρισμένως ὑπάρχει, ἤγουν ἴδιον ὑπάρχει σοι τὸ ἀγαπᾶν 204 τὸν υἱόν σου, καὶ οὐ συντείνει πρὸς τὸν στρατὸν ἡ πρός τοῦτόν σοι φιλία. Gu. χωρὶ ἀντὶ τοῦ ἄνευ, χωρὶς ἀντὶ τοῦ μακράν. Fl. 21. κοινόν: δηλονότι εἰ ἐστὶ φίλος σοι, οὐκ ἐστὶ τῷ στρατῷ τῷ Ἑλληνικῷ. Fl. 21. εἴποιεν οἱ Ἕλληνες ἐμοί· εἰ δέ σοι φίλος Πολύδωρος.
τοῦτο οὐ κοινὸν τῷ στρατῷ. καὶ ἄλλως ἀπὸ τοῦ Ἀγαμέμνονος τῇ. Ἑκάβῃ· εἴ σοι φίλος, ὡς υἱὸς, ὁ Πολύδωρος, ἀλλʼ οὐχὶ καὶ τῷ στρατῷ, ὡς συμπονῆσαί σοι. Καὶ ἄλλως. εἰ δὲ ὅδε καὶ οὗτός ἐστι σοι φίλος. ἤγουν εἰ καὶ ἐγῶ φίλος σου εἰμὶ, ἀλλʼ οὐ κοινὸν τοῦτο καὶ τῷ στρατῷ, ὡς εἶναι κἀκείνους φίλους σούς. Gr.
διαβληθήσομαι καὶ κατηγορήθησομαι ἐν τοῖς Ἀχαιοῖς, ὅτι τὸν υἱόν σου βοηθῶ, ἔχεις με βραδὺν εἰς βοήθειαν. Fl. 59.
βοηθοῦντά σοι, ἔχεις. Gu. διαβληθήσομαι: προδοθήσομαι. Gr. καταγνωσθήσομαι, εἰ μέλλω κατηγορηθῆναι, χάριν Κασάνδρας βοηθεῖν σοι. Gu. διαβάλλω τὸ ψευδῆ κατηγορῶ, ὅθεν καὶ διαβολεὺς καὶ διάβολος· καὶ διαβάλλω τὸ ἁπλῶς κατηγορῶ, ὡς τὸ διαβάλλουσι τὸν ἅγιον τὸν τῶν Χριστιανῶν πρεσβεύοντα. Gr.
δοῦλος, κατὰ κοινοῦ, τύχης καὶ εὐτυχίας, ἢ τὸ πλῆθος, ἤγουν ὁ δῆμος τῆς πόλεως, ἢ αἱ γραφαὶ τῶν νόμων, ἤτοι αἱ νομικαὶ διατάξεις, κωλύουσιν αὐτὸν μὴ χρῆσθαι τοῖς νόμοις κατὰ γνώμην καὶ κατὰ θέλησιν. 1. οὐκ ἔστι τις ἀπὸ τῶν θνητῶν ὅστις ὑπάρχει ἀκαταδούλωτος· ἢ χρημάτων γὰρ δοῦλός ἐστιν, ἤγουν ὁ ἐπιθυμῶν χρημάτων 205 δουλοῦται καὶ οὐ πράττει εἴ τι βούλεται, ἀλλʼ ὅσον παρὰ τοῦ δεσπότου αὐτὸν προσταχθῇ· καὶ λέγεται ἐκεῖνος δοῦλος χρημάτων· διὰ γὰρ τὰ χρήματα ἐδουλώθη. ἢ τῆς τύχης ἐστὶ δοῦλος, ὡς καὶ ἡ Ἑκάβη, πρότερον δέσποινα οὖσα, ὕστερον ὑπὸ τῆς τύχης ἐγένετο δούλη. καὶ λέγεται τοῦτο δοῦλος τύχης, ὅστις κακοπραγεῖ. ἢ ἐστὶ
δοῦλος τοῦ πλήθους, ὡς ὁ βασιλεύς. καὶ νῦν ὁ Ἀγαμέμνων βασιλεὺς ὢν ὅμως φοβεῖται τὸ πλῆθος τὸ βοηθῆσαι τὴν Ἑκάβην καὶ φονεῦσαι τὸν Πολυμήστορα· οὐ γὰρ δύναται βασιλεὺς πρᾶξαί τι, μὴ θέλοντος τοῦ κοινοῦ· ὁ γὰρ τυχῶν ἄνθρωπος ἕνα μόνον φοβεῖται, τὸν βασιλέα, ὁ δὲ βασιλεὺς οὐχ ἔνα μόνον, ἀλλὰ τὸ πλῆθος. Fl. 59. ἀστοχήσασα
ἡ Ἑκάβη τοῦ ζητουμένου καθόλου γνωματευομένη ποιεῖται τὸν λόγον, ὡς πάντες οἱ ἄνθρωποι δεδούλωνταί τισι καὶ οὐκ εἰσὶν ἐλεύθεροι, ὥστε πράττειν τὰ κατὰ βούλησιν. Gr.
εὐδαίμονος ἀνδρός· τῇ γὰρ εὐτυχίᾳ τῶν μειζόνων δουλεύομεν. οὕτως τινές. οὐ τῆς θείας οὖν τύχης φησὶν, ἀλλὰ τῆς μερικῆς καὶ ἐν ἀνδράσιν ὁρωμένης. B. M. τῷ ὄχλῳ δὲ τὸ πλέον νέμεις, ἀντὶ τοῦ τὰ κεχαρισμένα τοῖς Ἕλλησι πράττεις. B. δοῦλος πᾶς ἐστιν ἐκείνου τοῦ πράγματος οὗ ἥττων ἐστὶ, καὶ πράττει τὰ ἀρέσκοντα
ἐκείνῳ. Gr. ἢ τύχης: τύχη λέγεται κυρίως, ὅταν ἄλλο ἐνεργῇ τις, εἶτα ἄλλο συμβῇ. τύχαι γὰρ παρʼ Ἕλλησι καὶ αἱ ταπειναὶ τάξεις τῶν ἀνθρώπων καὶ ὑποτεταγμέναι, καὶ αἱ ὑψηλαὶ καὶ ἐπικρατοῦσαι. ἀπὸ τῆς τύχης γὰρ ἐνόμιζον ταῦτα γίνεσθαι τοῖς ἀνθρώποις, οὐκ ἀπὸ εὐβουλίας τε καὶ κακοβουλίας. ἐνταῦθα κατὰ τὸ δεύτερον σημαινόμενον
λέγεται, ἤγουν ἢ χρημάτων γάρ ἐστι δοῦλος, ἢ τύχης ἐστὶ δοῦλος, τουτέστιν ὑψηλοτέρας τινός τάξεως καὶ ἐπικρατούσης. δίαφέρει 206 δὲ ἡ τύχη τοῦ αὐτομάτου τῷ τὴν μὲν τύχην εἶναι τοῦτο ὅπερ εἴρηται, τὸ δὲ αὐτόματον, ὅταν γένηταί τι μηδενὸς ἄλλου ἐνεργοῦντος. δοῦλος δὲ τύχης ἐστὶν ὁ ἀναγκαζόμενος δουλεύειν τῇ τῶν κρειττόνων εὐτυχίᾳ. Gr. I.
τις ἵνα πορνεύσῃ ἢ κλέψῃ, ἀλλʼ ἐνθυμηθεὶς ὅσον ὁ νόμος περὶ τούτου διακελεύεται, φοβεῖται καὶ οὐ πράττει ὅσον βούλεται. Fl. 59.
λόγος. Fl. 59. 76. τρόποις: τοῖς θελήμασι, βουλεύμασι τῇ τῆς ψυχῆς προαιρέσει. Gu.
τῷ ἀποκτείναντι, τὸν Πολύδωρον δηλονότι, καὶ μὴ συμπράξῃς. ἐὰν δὲ πάσχοντος τοῦ Πολυμήστορος οἷα πείσεται καὶ ὑπομενεῖ, φανῇ ἐκ τῶν Ἀχαιῶν θόρυβός τις ἢ καὶ βοήθεια, κώλυε, μὴ φαινόμενος διʼ ἐμὲ εἴργειν δηλονότι. τὰ δʼ ἄλλα, κατὰ τὰ ἄλλα, θάρρει, ἐγὼ ποιήσω πάντα καλῶς. I.
σὺν ἐμοὶ εἰς τὸν φόνον αὐτοῦ. Fl. 59. βουλεύσω: ἐργάσωμαι. Gu. ἤγουν ἐὰν φονεύσω αὐτόν. Fl. 59.
ἢ τὸ ὑποτακτικὸν ἀπαγορευτικὸν ἀντὶ τοῦ προστακτικοῦ κατὰ Ἀττικοὺς, ἤγουν μὴ σύνδρασον. Gu. ἤγουν μὴ βοηθήσῃς. Gu. μηδὲ συμβοηθήσῃς ἐμοί. Fl. 59. τὸ μή κεῖται κατὰ περισσοτέραν ἐνάργειαν, ὡς λέγομεν, κωλύει τὸν δεῖνα τοῦ μὴ ἱερατεύειν. Fl. 25. Gr. καὶ τὸ μή μετὰ τοῦ παρατατικοῦ προστακτικῶς συντάσσεται, μὴ
τύπτε, καὶ μετὰ τοῦ τρίτου προσώπου τῶν ἑνικῶν καὶ τῶν πληθυντικῶν τοῦ ἀορίστου, μὴ ποιησάτω, μὴ ποιησάτωσαν, μετὰ δὲ τοῦ δευτέρου τῶν ἑνικῶν ὑποτακτικῶς μὴ ποιήσῃς, καὶ τοῦ ὑποτακτικοῦ προσταγὴν δηλοῦντος. Gr.
Fl. 21. ἐπικουρία: συνδρομὴ, βοήθεια. Gr. βοήθεια Πολυμήστορι. Fl. 6. 9. 17. 21. 56. 59. 76. φοβηθεῖσα ἡ Ἑκάβη μή πως, ὅταν ἔμελλε φονεῦσαι αὐτὸν, ἀποτύχῃ τούτου, καὶ γίνεται θόρυβος, ἢ, ὅταν ἔμελλε φονεύειν αὐτὸν, λαλήσῃ καὶ γένηται ὄχλησις, καὶ ἀκούσαντες οἱ Ἕλληνες ἔλθωσι καὶ οὐκ ἐάσωσι φονεῦσαι αὐτὸν, λέγει,
ἐὰν δὲ πολλάκις, φονευομένου τοῦ Πολυμήστορος, φανῇ ἀπὸ τῶν Ἀχαιῶν τις θόρυβος ἢ βοήθεια, οἷα πείσεται, ἤγουν οἷα μέλλει παθεῖν παρʼ ἐμοῦ, τοῦτο κώλυσον, μόνον μὴ δοκῶν διὰ τὴν ἐμὴν χάριν ποιεῖν τοῦτο, διὰ δὲ τὸ δίκαιον. εἰς τὰ ἄλλα, ἤγουν εἰς τὸν φόνον 208 αὐτοῦ, θάρσει· πάντα ἐγὼ πράξω καλῶς, ἤγουν δύναμαι φονεῦσαι αὐτόν. Fl. 59.
ἀφοβία, θάρσος ἐκ μεγάλης ἐλπίδος ἀφοβία, θράσος ἡ ἀπερίσκεπτος ὁρμή. Gr. Fl. 25. ἀπὸ τοῦ θέρω τὸ θερμαίνω ἐτυμολογεῖται τὸ θράσος, ὅπερ μετατιθέμενον γίνεται καὶ θάρσος. καὶ θράσος μὲν ὁ ἀλόγιστος θυμὸς, θάρσος δὲ ὁ ἔλλογος ἐπὶ ψυχῆς. Fl. 59. θήσω καλῶς: διαθήσω καλῶς. M.
τὸ πῶς μὲν δηλοῖ τὸν τρόπον, τὸ δὲ τί τὸ πρᾶγμα. Gu.
ἔστι δὲ τὸ κε ἀναδίπλωσις ποιητικὴ, ὡς τὸ κεκάδονται. Gu. κεύθουσι. Fl. 33.
τὸ δὲ τιμωρῶ τὸ κολάζω παθητικῶς γράφεται καὶ ἐνεργητικῶς. Fl. 59.
ἤγουν αἱ γυναῖκες πῶς μέλλουσι φονεῦσαι ἄνδρα; Fl. 59. κράτος: ἐπικράτεια. I. νίκη, κυρίευσις. Gu.
Gu.
τοῦ Αἰγύπτου, κσὶ τοὺς ἄρσενας ἐξοικισθῆναι ἐποίησαν τῆς Λήμνου; ἀντίστροφον, ἀντὶ τοῦ τοὺς ἄρσενας ἐξῴκισαν ἄρδην τῆς Λήμνου. I. Ἱστορία. Αἴγυπτος καὶ Δαναὸς ἀδελφοὶ ἤσαν, ἀπὸ Ἰοῦς τῆς Ἰνάχου θυγατρός. τούτων ὁ μὲν Αἴγυπτος ἔσχε πεντήκοντα παῖδας ἄρρενας, ὁ δὲ Δαναὸς ἔσχε καὶ αὐτὸς πεντήκοντα θυγατέρας. οὗτος φθονῶν
τῷ ἀδελφῷ Αἰγύπτῳ διὰ τὴν τῶν ἀρρένων παίδων κτῆσιν, καὶ φοβηθεὶς ὅπως μὴ ὑπʼ αὐτῶν ἐκβληθῇ τῆς βασιλείας, ἀνδρωθέντων τῶν 210 υἱῶν αὐτοῦ, ἐδίωξεν αὐτὸν εἰς τὴν Αἴγυπτον ἅμα τοῖς παισὶν, ὅθεν καὶ ἀπʼ αὐτοῦ ἡ χώρα Ἀἴγυπτος ἐκλήθη. χρόνου δέ τινος παρελθόντος καὶ τῶν παίδων ἀνδρωθέντων, θαρρῶν τῇ τῶν παίδων δυνάμει, παρεγένετο εἰς τὸ Ἄργος. ὁ δὲ Δαναὸς φοβηθεὶς αὐτὸν καὶ πρόνοιαν
ἑαυτοῦ ποιούμενος καὶ τῆς βασιλείας, ἐπιβουλὴν κατὰ τῶν Αἰγύπτου υἱῶν ταύτην ἐσκέψατο· συνέθετο γὰρ τῷ Αἰγύπτῳ συνάψαι πρὸς γάμον τὰς ἑαυτοῦ θυγατέρας τοῖς υἱοῖς αὐτοῦ. ἑτοίμως δὲ τοῦτο κατεπαγγειλάμενος τῷ Αἰγύπτῳ ὁ Δαναὸς συνεβούλευσε ταῖς θυγατράσιν ὥστε ἀνελεῖν νύκτωρ τοὺς ἑαυτῶν ἄνδρας πρὸ τῆς μίξεως τῆς πρὸς
αὐτὰς, θάνατον ἐπαπειλήσας ταῖς μὴ τοῦτο ποιούσαις. αἱ μὲν οὖν πᾶσαι τὸ τοῦ πατρὸς ἔχουσαι πρόσταγμα ἀνεῖλον τοὺς ἄνδρας, μία δὲ μόνη τούτων ἡ Ὑπερμνήστρα ἐφείσατο τοῦ Λυγκέως, ἀπὸ τῆς μίξεως διάθεσιν ἐσχηκυῖα πρὸς αὐτόν. οὗτος δὲ σωθεὶς ἐξεδίκησε τοὺς ἀδελφούς. ἐφόνευσε γὰρ τὰς θυγατέρας τοῦ Δαναοῦ, ἅμα καὶ
αὐτὸν, καὶ τῆς τούτου βασιλείας ἐκράτησε τοῦ Ἄργους ἅμα τῇ Ὑπερμνήστρᾳ. καὶ γίνεται ἐκ τούτων Ἄβας, ἐξ Ἄβαντος Προῖτος καὶ Ἀκρίσιος, ἐξ Ἀκρισίου Δανάη, ἐκ Δανάης Περσεὺς, ἐκ Περσέως Ἀλκαῖος, Ἠλεκτρύων καὶ Σθένελος, ὧν ὁ μὲν Ἀλκαῖος Ἀμφιτρύωνα ἔσχε παῖδα, ὁ δὲ Ἠλεκτρύων τὴν Ἀλκμήνην, ἐξ Ἀλκμήνης δὲ Ἡρακλῆς
καὶ Ἴφικλος, ἐξ οὗ Ἰόλαος. B. M. Gu. I. φασὶ δὲ οἱ ποιηταὶ ταύτας ἐν Ἅιδου διὰ τὸν φόνον τῶν ἰδίων ἀνδρῶν κολάζεσθαι, ὑδροφορεῖν 211 καταδικασθείσας ἐν τετρυπημένῳ πίθῳ. ὅθεν καὶ παροιμίαν ἐπὶ τῶν ἀνήνυτα μοχθούντων εἰς τετρυπημένον πίθον ἀντλεῖν λέγομεν. Gu. I. Ἱστορία. ἐξ Ἰοῦς τῆς θυγατρὸς Ἰνάχου ἐγένοντο δύο παῖδες, Αἴγυπτος καὶ Δαναός. ἔχων οὖν ὁ Δαναὸς θυγατέρας πεντήκοντα φοβηθεὶς τὸν ἀδελφὸν ἔχοντα πεντήκοντα υἱοὺς ἐξέβαλε μετὰ
δόλου τῆς πόλεως. ἀλώμενος οὖν ἐκεῖνος εἰς ἀλλοτρίους τόπους ἐπανῆλθεν ἀνδρωθέντων τῶν υἱῶν. φοβηθεὶς οὖν ὁ Δαναὸς τὴν πολιορκίαν μήνει διὰ πρέσβεων τῷ Αἰγύπτῳ περὶ κήδους τῶν θυγατέρων καὶ τῶν παίδων ἐκείνου. τοῦτο οὖν γίνεται καὶ ἀναιροῦσιν ἅπαντας τῷ καιρῷ τῆς μίξεως ξιφιδίοις ὑποθήκαις τοῦ πατρὸς, μιᾶς φεισομένης
Λυγκέως καὶ ἐξειπούσης τὸ ἀπόρρητον. Gr.
ὑπὸ τῶν ἀνδρῶν καταφρονεῖσθαι τούτους πάντας ἀπέκτειναν. Gu. I.
ἐκεῖναι δὲ αὐτοῖς μὴ συγκοιταζόμεναι μετὰ τῶν ἀνδρῶν αὐτῶν ἐμίσησαν αὐτοὺς καὶ ἀπέκτειναν. Fl. 59. ἔθος ἦν τοῖς Λημνίοις κατʼ ἔτος θύειν τῇ Ἀφροδίτῃ. παριδόντες οὖν τὸ τοιοῦτον ἐτήσιον ἔθος σχεδὸν οὐ μνήμην ἐποίουν αὐτῆς. αὕτη οὖν ὀργισθεῖσα ἐπέβαλε ταῖς γυναιξὶν αὐτῶν δυσωδίαν, διʼ ἣν οἱ ἄνδρες αὐτὰς ἀπεστρέφοντο. αἱ
δὲ ὀργισθεῖσαι ἀνεῖλον τοὺς ἑαυτῶν ὁμευνέτας. μόνη δὲ Ὑψιπύλη ἔσωσε τὸν ἑαυτῆς ἄνδρα Θόαντα. τούτου οὖν ἀναμιμνήσκουσα τὸν Ἀγαμέμνονα ἡ κάβη δηλοῖ ὅτι οὐκ ἔστι δυσκατόρθωτον τὸ τοὺς ἄνδρας ὑπὸ γυναικῶν φονεῦσαι. Fl. 33.
212 ταῖς Ἀθήναις πολλοὺς τῶν ἐξ Ἀθηνῶν ἁρπάσαντες ἤγαγον εἰς Λῆμνον, ἐν οἷς καὶ γυναῖκας Ἀττικὰς, αἷς καὶ παλλακίσι χρησάμενοι ἔσχον παῖδας· σὓς αἱ μητέρες τήν τε πάτραν γλῶσσαν καὶ τὰ ἔθη ἐδίδαξαν. οἱ δὲ συνήρχοντο τότε ἀλλήλοις, καὶ εἴ τις τύπτοι τινὰ
αὐτῶν, ἐβοήθουν ἅπαντες. καὶ τέλος ἄρχοντα ἴδιον ποιήσαντες παρώξυναν τοὺς Πελασγοὺς οὕτως· ὥστε ἐκείνην ἀνελεῖν τε τοὺς παῖδας ἅπαντας καὶ Ἀττικὰς πάσας γυναῖκας. καὶ μετὰ ταῦτα καὶ αἱ Λήμνιαι γυναῖκες τοὺς σὺν Θόαντι πάντας ἀπέκτειναν. διʼ ἀμφότερα ταῦτα ἡ παροιμία ἐδόθη, τὰ Λήμνια κακά. B.M.I.
καὶ Λῆμνον: οἱ Πελασγοὶ Ἀθήνας εἷλον στρατεύσαντες κατʼ αὐτῶν, καὶ γυναῖκας εἰς Λῆμνον ἤγαγον καὶ χρησάμενοι ἐπαιδοποίησαν. αἱ δὲ τὴν πάτριον φωνὴν τοὺς παῖδας καὶ τὰ ἔθη ἐπαίδευσαν· οἳ καὶ διῆγον φίλοι τε ἀλλήλοις ὄντες καὶ ἀμυνόμενοι τοὺς ἀδικοῦντας, προκρίναντες καὶ ἄρχοντα ἐξ αὐτῶν ἕνα. ἐφʼ οἷς ἀγανακτήσαντες οἱ
πατέρες αὐτούς τε καὶ τὰς μητέρας ἀνεῖλον. ὅθεν φοβηθεῖσαι αἱ περιλειφθεῖσαι Λημνιάδες μὴ καὶ αὐταὶ τὰ ὅμοια σπάθωσιν ἀνεῖλον πάντας τοὺς ἄνδρας. ἐξ ἀμφοῖν οὖν ἡ παροιμία ἐλέχθη Λήμνια κακὰ, ἐξ ὧν τε οἱ ἄνδρες μετὰ παίδων τὰς γυναῖκας ἀνεῖλον καὶ ἐξ 213 ὥν αἱ γυναῖκες τοὺς ἄνδρας. Gu. Λήμνιαι γυναῖκες ὑπερφερεῖς οὖσαι τῷ κάλλει ἐπήρθησαν κατ' Ἀφροδίτης. χολωθεῖσα οὖν ἐκείνη ἐμβάλλει ταῖς σαρξὶ τούτων δυσωδίαν, διʼ ἢν ὑπὸ τῶν ἀνδρῶν ἀπεστρέφοντο. ὅθεν καὶ ἐμπεσοῦσαι μιᾷ τῶν νυκτῶν ἀναιροῦσιν ἅπαντας ὀλίγων πάντη φεισάμενοι γονῆς χάριν. Gr. ἄρδην: παντελῶς,
ὁμοῦ. Fl. 9. 17. 21. 56. 59. 76. παντελῶς. ἐπὶ κακοῦ κεῖται τὸ ἄρδην ἀεί ποτε. Gr. ἐξῴκισαν: ἐξοικισθῆναι ἐποίησαν, ἐξῳκισμένους ἐποίησαν. Gu.
διὰ τοῦ στρατοῦ ἀκινδύνως. καὶ σὺ, ὦ γύναι, πλησιάσασα τῷ φίλῳ τῷ Θρμκὶ, λέξον· καλεῖ σε ἡ Ἑκάβη ἡ ποτὲ ἄνασσα τῆς Τροίας, διὰ χρείαν σὴν μᾶλλον ἢ ἐκείνης, καὶ παῖδας, καλεῖ δηλονότι, ὅτι δεῖ γινώσκειν καὶ τὰ τέκνα τοὺς ἀπʼ ἐκείνης λόγους. τὸν δὲ τάφον, ἤτοι τὴν ταφὴν τῆς νεοσφαγοῦς Πολυξένης, καρτέρησον, ὦ Ἀγάμεμνον,
ἵνα οὗτοι οἱ ἀδελφοὶ, ἡ διπλῆ φροντὶς ἐμοὶ, ἐν μιᾷ φλογὶ κρυφθῆτον, ἀντὶ τοῦ ἐν τῇ χθονὶ πλησίον ἀλλήλων δηλονότι. I.
μέθες τόνδε τὸν λόγον ἐμοί· ἢ ἀλλʼ ὡς ἤγουν οὕτως γενέσθαι τοῦτο, ὡς ἐκεῖνο τῶν γυναικῶν. Fl. 21.
M. Gu. ὡς αἰχμάλωτος καὶ ὡς γυνὴ, ἀπρεπὲς ἦν διέρχεσθαι μέσον τοῦ στρατοῦ· ἐν γὰρ τῷ στρατῷ καὶ ἀκόλαστοί εἰσιν ἄνδρες. καὶ φοβηθεῖσα μή πως κρατήσῃ τις ταύτην, καὶ ἢ φθείρῃ—νέα γὰρ ἦν ἡ ἀποσταλθεῖσα—ἢ ἀλλοτρόπως ἐπηρεάζῃ, λέγει τὸν Ἀγαμέμνονα, ὡς ἐπιδώσῃ αὐτῇ τι σημεῖον βασιλικὸν εἰς τὸ διέρχεσθαι ταύτην
μέσον τοῦ στρατοῦ ἀφόβως. Fl. 59.
ὥσπερ γὰρ φαμὲν, καλῶ τὸν δεῖνα ἑαυτῷ βοήθειαν οὐχ ἧττον ἢ ἐμοὶ, οὕτω καὶ τοῦτο· δέον δὲ εἰπεῖν σοί, σὸν εἶπε πρὸς τὸ χρέος. Gu. I. διὰ χρέος καὶ χρείαν οὐκ ἔλασσον σὴν, ἀντὶ τοῦ μᾶλλον σὴν παρὸ διὰ χρείαν ἐκείνης. Fl. 59. ἀντὶ τοῦ μᾶλλον, ἵνʼ ᾖ, διὰ σοῦ μᾶλλον χρέος ἢ διὰ ἐκείνην. Fl. 33.
φλογί: καυθέντες. Gr.
εἰ καὶ ἑνὶ τάφῳ κρυφθῶσιν. Fl. 59.
ἐχρῆν γὰρ αὐτὸν ἅπαξ δόντα τὴν χάριν σιωπῆσαι καὶ μὴ ἐλέγξαι τὴν ἑαυτοῦ γνώμην· οὐ γὰρ ἀνάγκῃ τοιαύτῃ ὑπέκειτο βασιλεὺς ὥν. B.M.I.
οὐρίας: εὐφόρους, ἐπιτηδείους. Gr. εὐδιεινούς. Gu. οὔριος ἄνεμος ἀπὸ τῆς οὐρᾶς, ἤγουν ὁ ἀπόπισθεν τοῦ καραβίου· ὅταν γὰρ ἔχῃ τὸν ἄνεμον ἀπὸ τῶν ὀπισθίων μερῶν, τότε ταχέως τρέχει, ὅτε δὲ ἀπὸ τῶν ἔμπροσθεν, οὐ δύναται πλεῦσαι. Fl. 59. θεός: ὁ Ποσειδῶν. Gu.
Gu. ἥσυχον ὃ γαληνὸν ἄνεμον. M. Fl. 10. 21. ἀνενέργητον. Gu.
τὸ τῆς φύσεως ὁμοιογενές. B.M.I. γένοιτο δὲ σοὶ καλῶς, ὥστε φονεῦσαι τοῦτον. ὅπερ μέλλεις πρᾶξαι τὸ κοινὸν συμφέρον ἔνι τοῖς πᾶσιν καὶ ἰδία· ἀπὸ γὰρ τῆς τοιαύτης τιμωρίας μέλλουσι σωφρονισθῆναι οἱ φονεῖς καὶ οἱ ξένων πραγμάτων ἐρῶντες, καὶ κατὰ νόμους ἔνι τὸν μὲν κακὸν πάσχειν κακῶς, τὸν δὲ καλὸν εὐτυχεῖν. Fl.
59. κοινόν: στεργόμενον παρὰ πάντων, ἀγαθόν. Gr.
οὕτως· σὺ μὲν, ὦ πατρὶς Τρωϊκὴ, οὐδαμῶς κληθήσῃ πόλις τῶν ἀπορθήτων· τοιόνδε νέφος καὶ πλῆθος τῶν Ἑλλήνων περικαλύπτει σε πορθηθεῖσαν ἐν δορὶ καὶ πολέμῳ. ἀπεκόπης δὲ τὴν στεφάνην καὶ τὸν καλλωπισμὸν τῶν πύργων, κατεχρώσθης δὲ, ἤτοι μεμελάνωσαι, ἐλεεινότατα κηλῖδι καπνοῦ αἰθάλου καὶ καυστικοῦ. ὦ τάλαινα, πατρὶς
δηλονότι, οὐκέτι ἐνδιατρίψω καὶ ἐμπεριπατήσω σοι. κατὰ τὸ μεσονύκτιον ἐφθάρην, ὁπηνίκα ἐκ τῶν δείπνων, ἤτοι μετὰ τὰ δεῖπνα, κέχυται ἐπὶ τοῖς ὀφθαλμοῖς ὕπνος γλυκύς. ἀπὸ τῶν ὕμνων δὲ καὶ ἀπὸ τῶν χαροποιῶν θυσιῶν καταπαύσας, ἑαυτὸν δηλονότι, ὁ πόσις ἔκειτο ἐν τοῖς θαλάμοις, οὐδαμῶς ὁρῶν τὸν ναυτικὸν ὅμιλον περιπατοῦντα εἰς
τὴν Τροίαν, τὸ δόρυ δὲ, ἔκειτο κατὰ κοινοῦ, ἐπὶ τῷ πασσάλῳ. τὸ δὲ ἀκόντιον εἰπὼν ἀπὸ μέρους ἐδήλωσεν ὅλα τὰ ὅπλα. I.
τὸ ὄνομα τῆς πατρίδος, οὐκ ἐκλήθη δὲ καὶ ἀρσενικῶς ὁ πάτρος ἢ· ἄλλο τι· ἀπὸ δὲ τῆς μητρὸς ἔλαβε τὴν κλίσιν, καὶ κλίνεται θηλυκῶς ἡ πατρίς. καὶ ἀπὸ μὲν τοῦ πατρὸς ἔλαβε τὸ ὄνομα, ἀπὸ δὲ τῆς μητρὸς τὴν κλίσιν τῶν θηλυκῶν, καὶ διὰ τοῦτο σώζει ἐν ταυτῷ καὶ τῶν δύο. Fl. 59.
κληθήσῃ πόλις τῶν ἀπορθήτων, ἀλλὰ δηλονότι τῶν πορθηθέντων· μέγα γὰρ νέφος καὶ πλῆθος τῶν Ἑλλήνων περιέκρυψε καὶ ἠφάνισέ σε, πορθῆσαν καὶ σκυλεῦσαν ἐν δορὶ καὶ ἐν κονταρίῳ. Fl. 59. λέξει: καταριθμήσῃ. Fl. 10. 21. οὐδαμῶς εἰς τὸ ἑξῆς ῥηθήσῃ. Gr. ὀνο- 217 μασθήσῃ, κληθήσῃ. Gu. οὐκέτι, φησὶν, ὦ πατρὶς Ἰλιὰς, ταῖς ἀπορθήτοις πόλεσι συγκαταριθμηθήσῃ. νέφος δὲ ἀντὶ τοῦ πολέμου τὸ νέφος πορθῆσάν σε τῶν Ἑλλήνων, ἀντὶ τοῦ ὁ πόλεμος. ἡ δὲ ἀμφί πρὸς τὸ κρύπτει τουτέστι περικαλύπτει σε. B.
περικαλύπτει σε. Gr. περιέκρυψεν, ἐνεστὼς ἀντὶ παρψχημένου. Gu. τὸ ἀμφί πρὸς τὸ καλύπτει (κρύπτει Gu. ὅ ἐστι περικαλύοτει add. Flor. συναπτέον add. Gu.) Fl.21. Gu.
νίσαν. Gu.
ἡνίκα
πύργους. ἢ τὸ στεφάναν γενικὴν τῶν πληθυντικῶν νόει. οὕτω γὰρ οἱ Δωριεῖς τὰς γενικὰς τῶν πληθυντικῶν ἐκφέρουσιν. ὅπερ οὕτως ἐρεῖς· ἀποκέκαρσαι δὲ τῶν στεφάνων, τῶν πύργων λέγω. Gu. I. τὴν στεφάνην τῶν πύργων, ἣν οἱ πύργοι δηλονότι ποιοῦσιν. Gr. Fl. 17. 59. 76. ἤγουν τοὺς προμαχῶνας καὶ προμαχίονας. τὸν κύκλον. Gu.
τὸ κάλλος, τὴν ἐξοχὴν τοῦ τείχους. M. Fl. 10. 21. στέφανος λέγεται ὁ χρυσὸς, ὃν φοροῦσιν αἱ γυναῖκες, στεφάνη δὲ θηλυκῶς τὰ τῶν πύργων προμαχιόνια, ὥσπερ καὶ κάλαμος μὲν τὸ καλάμιον, καλάμη δὲ θηλυκῶς ὁ τοῦ σίτου κάλαμος. Fl. 59. ἀπὸ κέκαρσαι : ἀπεκάρης. Gr. ἀπεκόπης. B. M. Gu. ἀποτέτμησαι. Fl. 33.
Gu. τοῦ ἀπὸ αἰθάλης καὶ πυρὸς γενομένου καπνοῦ. B. Fl. 10. 21. 33. ἤτοι ῥυπαρία τοῦ μελαίνοντος καπνοῦ. B.
βαδίσω. Gr. περιπατήσω. ἐμβατεύω τὸ περιπατῶ καὶ τὸ ἐξετάζω, ὡς τὸ καρδίας ἐμβατεύων. Gu. περὶ τῆς πόλεως ταῦτά φησιν πρὸς αὐτὴν ἀποκλαιομένη, ὅτι οὐκέτι σʼ ἐμβατεύσω ἐλευθέρῳ ποδὶ, καθάπερ καὶ πρῶτον, ἀγαλλομένη καὶ θάλλουσα. Fl. 33.
ξύλινον, ἀνατιθέμενοι τοῦτον δῆθεν τῷ Ὀλυμπίῳ Διὶ τῷ Τροίαν φυλάσσοντι. ἐμβαλόντες δὲ τούτῳ πολλούς τε ἄλλους τῶν ἡρώων καὶ Μενέλαον ἔστησαν πρὸ τῶν τειχῶν, αὐτοὶ δὲ ὑπεχώρησαν εἰς τὰς ναῦς, καὶ ἀνηνέχθησαν ἐν θαλάσσῃ, δοκοῦντες οἴκαδε ἀναστρέφειν. οἱ τοίνυν Τρῶες, ἐπιχειρήσαντες εἰσαγαγεῖν εἰς τὴν πόλιν τὸν δούρειον
ἵππον, ἐπεὶ οὐχ οἷός τε ἦν ἔνδον γενέσθαι διὰ τὸ μέγεθος, ἔνα τῶν πύργων, ὡς φασί τινες, κατενεγκόντες, οὕτως ἔνδον τὸν ἵππον ἤγαγον. βαθείας δὲ νυκτὸς γενομένης καὶ τῶν Τρώων ἀμερίμνως κειμένων, ὡς μηδενὸς τῶν Ἑλλήνων φαινομένου ἐν τῷ λιμένι, ἐξελθόντες ἐκ τοῦ ἵππου οἱ Ἕλληνες, ἔχοντες καὶ προδότας τῆς Τροίας, ἀναβάντες
ἐπὶ τοῦ τείχους μετὰ πυρσῶν καὶ βοῆς, ἐκάλεσαν τοὺς Ἕλληνας, οἵτινες ἀφικόμενοι παρεστήσαντο τὴν Τροίαν. Gu. I. μεσονύκτιος: ἀντὶ ἐπιρρήματος ἤγουν κατὰ τὸ μεσονύκτιον. Gr. μεσονύκτιος Ἀττικόν· οὕτω λέγεται καὶ ὀλίγοις ἔτεσι καὶ ὀλιγοετὴς, καὶ πολλοῖς ἔτεσι καὶ πολυετὴς ἀπεβίω. Gr. ἀπωλλύμαν : ἐφθειρόμην καὶ
αἰχμαλωτιζόμην. Fl. 56. ἀπωλόμην. Gr. ἐφθάρην. Gu.
ὀφθαλμοῖς. M. κέχυται. Gr. ἐπέρχεται, διαχέεται, ἐφαπλοῦται. 220 Gu. διασκορπίζεται. M. Fi. 21. 59. μολπᾶν: μέλψεων. Fl. 17. τῶν εἰς τοὺς θεοὺς ὕμνων. Fl. 59. τραγῳδιῶν. Fl. 21. χοροποιῶν: χαρμοσυνῶν. Gu.
καὶ τὰς ᾠδὰς καὶ τὰς θυσίας οἱ ἄνδρες ἀνεπαύοντο ἐν τοῖς οἴκοις ἀμέριμνοι, ὡς ἀναπλευσάντων τῶν Ἑλλήνων. οἱ γὰρ Ἕλληνες εἰς Τένεδον προσορμισθέντες καὶ ἔμφασιν ποιήσαντες τῆς οἴκαδε ἐπανόδου νυκτὸς ἐπῆλθον τοῖς Τρωσὶν ἀπὸ χορειῶν καὶ εὐωχιῶν οὖσι διὰ τὴν καθίδρυσιν τοῦ δουρείου ἵππου καὶ κεκμηκότας ἀνεῖλον
αὐτούς. B.
καὶ τοῦ πολέμου ἔπαυσαν. λέγει γοῦν ὁ χορόςʼ ὁπηνίκα τοῦ πολέμου ἔπαυσαν, καὶ διεσκορπίσθη μετὰ τοὺς δείπνους ὁ ὕπνος ἐν τοῖς ὀφθαλμοῖς. μετὰ γὰρ τοῦ ἀρίστου ἔρχεται καὶ ὁ ὕπνος ἀπὸ τῆς ὑγρότητος τῶν βρωμάτων. καταπαύσας δὲ ὁ ἀνήρ μου ἀπὸ τῶν ὕμνων τῶν θεῶν καὶ τῶν χαροποιῶν θυσιῶν, ὧν τοῖς θεοῖς ἔθυον τοῦ 20 πολέμου ἀπαλλαγέντες, ἔκειτο ἐν τοῖς θαλάμοις. Fl. 59.
τὸ πασσάλῳ ἢ ἔκειτο ἀπὸ κοινοῦ, ἢ ὑπῆρχεν, καὶ μὴ ὥσπερ τινὲς τῶν ἀμαθῶν τὸ ἔθηκεν, αἰτιατικὴν τὸ ξυστὸν λογιζόμενοι. Gu. I. ἐν θαλάμοις: ἐν τοῖς οἴκοις ἀμέριμνος. Fl. 17. 59. κοίταις. Fl. 21.
ἔκειτο. Gr. ἦν, ἢ ἔκειτο ἀπὸ κοινοῦ. ἀπῃώρησεν. Gu. ἐκρέμασεν. Fl. 21.
ἐν τοῖς Ἡρωϊκοῖς “ἐμβὰς τὴν ναῦν.” Gu. 1. ἐμβεβῶτα χρὴ γράφειν, οὐκ ἐμβεβαῶτα· οὐχ οὕτω γὰρ ἔχει πρὸς τὸ μέτρον ὀρθῶς, ἀλλʼ ἐκείνως. I. ἐμβεβῶτα: ἤγουν βαδίζοντα, ἀναστρεφόμενον, περιπατοῦντα, βαίνοντα. Fl. 17. περικυκλοῦντα. Fl. 59. ἐπιβαίνοντα. Fl. 6.
Τροίας τόδε, ὦ Ἕλληνες, πότε δὴ, πότε πορθήσαντες τὴν Τρωικὴν ἐξοχὴν, τουτέστι τὴν ἀκρόπολιν, παραγενήσεσθε εἰς τοὺς οἴκους; τὴν προσφιλῆ δὲ κοίτην λιποῦσα μονοχίτων, καθὰ κόρη Λακεδαιμονία, καθίζουσα πρὸς τὴν σεμνὴν Ἄρτεμιν ἱκέτις οὐκ ἤνυσα ἡ ἀθλία, τουτέστιν οὐκ ἠδυνήθην σωθῆναι. ἄγομαι δὲ ἐπὶ τὸ πέλαγος τὸ θαλάσσιον,
ἰδοῦσα τὸν ἐμὸν ἄνδρα θανόντα, καὶ τὴν πόλιν ἀπὸ μακρόθεν ὁρῶσα, ἀφʼ οὗ ἐπίστροφον ἡ ναῦς ἐσάλευσε πόδα. I.
κατὰ τὸ γυναικεῖον ἔθος. B.M.I.
μιτάρια λέγονται, ὡς μετὰ τῶν μίτων πλεκόμενα. Fl. 59. ἐρρνθμμιζόμαν: ἔταττον, ἐκόσμουν. Gr. ἐκαλλωπιζόμην, ἐκοσμούμην, διεχωρίζον. Gu. κατεκόσμουν, κατὰ ῥυθμὸν ἐτίθουν. εὕρημα δὲ γυναικεῖον τὸ καὶ μέσης νυκτὸς καλλωπίζεσθαι. μίτραις δὲ τοῖς κεφαλοδεσμίοις. B.
ὅπερ εἶχον. Fl. 59. διὰ τὸ ἀπίθανον τούτου καιροῦ. Fl. 10. διασυρτικῶς τῶν γυναικῶν τὸ καὶ μέσης νυκτὸς καλλωπίζεσθαι. Fl. 10.
οὐκ ἔχει. λέγει δὲ λεύσσουσʼ ἐς κυκλοτερεῖς αὐγάς, τουτέστι τὰς τέλος μὴ ἐχούσας· τούτων γὰρ οὐκ ἔστι τέρμα. παρὰ τὸ εἰωθὸς δὲ ἔφη μεσονύκτιον ἐνοπτρίζεσθαι. B.I. κυκλοτερεῖς. Gr. μὴ τέλος, ὡς κυκλοτερεῖς, ἐχούσας, ἀτελειώτους. Gu. αὐγάς: ὄψεις. Gr. I. λαμπηδόνας. Gu. ἐπὶ τοῦ βλεπομένου, οὐκ ἐπὶ τοῦ
βλέποντος. Gr. Fl. 6. 9. 17. 56. 59. 76.
ἀλλʼ εἰώθασιν οἱ Ἀττικοὶ ἐν ταῖς ἀποδόσεσι καὶ ἐπαναλήψεσι τοῦτο τιθέναι. ὃ ζητῶν πανταχοῦ εὑρήσεις. Gu. I. ἀνὰ δὲ πόλιν: ἀνὰ τὴν πόλιν δὲ ἔμολεν, ἤγουν ἐπῆλθε, κέλαδος, φωνὴ, ἤχος, θόρυβος. Fl. 6. 9. 17. 21. 56. 59. 76. Gr. ἐν ὅσῳ δὲ ταῦτα ἐποίουν, κατέλαβεν ἀνὰ τὴν πόλιν κέλαδος καὶ θόρυβος· οἱ γὰρ ἔξω Ἕλληνες
ἐλθόντες παρεκελεύοντο τοῖς ἐν τῷ δουρείῳ ἵππῳ Ἕλλησιν ἀνοῖξαι αὐτοῖς τὰς πύλας καὶ εἰσελθεῖν λέγοντες αὐτοὺς, πότε δὴ πορθήσαντες τὴν Ἰλιάδα σκοπιὰν ἐλεύσεσθε εἰς τοὺς οἴκους; Fl. 59. ὅσα ῥήματα κίνησιν ἔχουσιν ἐμμέσως, μετὰ προθέσεων ποιοῦσι τὴν σύνταξιν· ἔρχεται εἰς τὸν τόπον, καὶ βαδίζει, καὶ κινεῖται, καὶ τὰ
ὅμοια. Gr.
πορθήσαντες τῆς Τροίας παραγενήσεσθε εἰς τὰ οἰκεῖα; B. M.I.
λέγει ἢ τὴν ἀκρόπολιν, ἢ, ὡς τῷ Ὁμήρῳ δοκεῖ, ἐπὶ ὑψηλοῦ τινος τόπου ἔκειτο τὸ κάστρον, καθὼς αὐτὸ τοῦτο δηλοῖ. σκοπιὰ δὲ λέγεται 224 ται ὁ ὑψηλὸς τόπος, ἐν ἀνελθών τις σκοπεῖ τὰ κάτω. (ἐν ἡ ἵσταταί τις ἰδεῖν μακράν. Fl. 17.) Fl. 59.
ἀγῶσι μονοχίτωνες ἦσαν, πόρπας ἐφʼ ἑκατέρου τῶν ὤμων ἔχουσαι· ὅθεν καὶ δωριάζειν τὸ γυμνοῦσθαι Ἀνακρέων φησί. Gu. I.
ἂν φθάσωσι πεζοὺς ἀποβιβάσαντες, πολλὰ βλάψαι τὴν Αἴγιναν. οἱ δὲ ἐπεξελθόντες, ἔτυχον γὰρ αὐτοῖς προσκαταπεπλευκότες τῶν Σπαρτιατῶν τινὲς, τοὺς Ἀθηναίους ἀπαντῶντας ἀπέκτειναν πλὴν ἑνός. τοῦτον δὲ ἀπέστειλαν ἀπαγγελοῦντα. τὸν δὲ, ὡς ἦλθεν, περιέστησαν αἱ τῶν τεθνεώτων γυναῖκες αἱ μὲν ἐρωτῶσαι τοὺς ἄνδρας τί γεγόνασιν,
αἱ δὲ τοὺς υἱοὺς, αἱ δὲ τοὺς ἀδελφούς. ἐτύγχανον δὲ φοροῦσαι κατ᾿ ἐκεῖνον τὸν χρόνον Δωρίδα στολήν. τὰς περόνας οὖν ἀπὸ τῶν ὤμων ἑλκυσάμεναι τὸν ἄνθρωπον πρῶτον ἐξετύφλωσαν, εἶτα ἀπέκτειναν. οἱ δὲ Ἀθηναῖοι μεγάλην ἡγήσαντο συμφορὰν τὸ γενόμενον πάθος. ἔδοξε δὲ αὐτοῖς περιελέσθαι τῶν γυναικῶν τὰς περόνας, ἐπείπερ
εἰς ὁπλισμὸν αὐταῖς περιέστησαν, οὐ φυλακὴν τῆς ἀμπεχόνης. πάντων δὲ ἰδιαίτατον συνέβαινεν ἐπὶ τῶν Ἀθηναίων. οἱ μὲν γὰρ κόμας ἐφόρουν, αἱ δὲ γυναῖκες ἐκείροντο, καὶ τοῖς μὲν ἀνδράσι ποδήρεις ἦσαν χιτῶνες, αἱ δὲ γυναῖκες ἐβρύαζον ἐν τῇ Δωρίδι στολῇ, διόπερ καὶ εἰς ἡμᾶς πολλοὶ τοὺς ἀχίτωνας δωριάζειν ἔφασαν.” M.
δωριάζειν τὸ γυμνουμένας φαίνεσθαι τὰς γυναῖκας. Ἀνακρέων “ἐκδῦσα χιτῶνα δωριάζειν.” B.M.I. Ἄλλως. ὑπὸ Αἰγινητῶν πειρατευόμενοι Ἀθηναῖοι στρατιὰν κατʼ αὐτῶν ἀποστέλλουσιν. οἱ δὲ ἄμα Σπαρτιάταις ἅπαντας ἀπέκτειναν. εἷς δὲ σωθεὶς ὑπέστρεψεν ἄγγελος, ὃν ὑπαντήσασαι τῶν τεθνεώτων αἱ γυναῖκες ἀφελόμεναι τὰς
περόνας τῶν ὤμων καὶ τυφλώσασαι πρῶτον ἀπέκτειναν. οἱ δὲ Ἀθηναῖοι δεινὸν ἡγησάμενοι περιεῖλον τῶν γυναικῶν τὰς περόνας, ἐπείπερ εἰς ὁπλισμὸν αὐταῖς ἐχρήσαντο, οὐ φυλακὴν τῆς ἀμπεχόνης, αὐτοί τε ἐκόμων, αἱ δὲ γυναῖκες ἐκείροντο. καὶ τοῖς μὲν ἀνδράσι ποδήρεις ἤσαν οἱ χιτῶνες, αἱ δὲ γυναῖκες ἐβρύαζον ἐν ταῖς Δωρικαῖς στολαῖς.
διὸ καὶ εἰς ἡμᾶς τὰς ἀχίτωνας δωριάζειν ἔφασαν. B.M.I.
226 οὕτως ἢ διὰ τὸ ἡδονικὸν τῆς μίξεως· ἐπάνω γὰρ ταύτης ἐσυνουσιάζετο·) καταλείψασα τὰ φίλια λέχη μονόπεπλος μονοχίτων μετὰ τοῦ ἐπικαμυνοῦ μόνον ἔφυγον εἰς τὴν Ἄρτεμιν, ἤγουν εἰς τὸν ναὸν τῆς Ἀρτέμιδος· ἐν γὰρ καιρῷ σκυλεύσεως οὐ προστρέχομεν ἀλλαχόθι,
εἰ μὴ ἐν τοῖς ναοῖς. τὸ αὐτὸ καὶ ἐκεῖναι φοβούμεναι προσέδραμον εἰς τὸν ναὸν τῆς Ἀρτέμιδος καὶ τῶν ἄλλων θεῶν, ὡς ὁ Πρίαμος καὶ οἱ ἕτεροι. Ἢ ἄλλως. ὡς κόρη Δωρὶς μονοχίτων προσκαθίσασα εἰς τὸν ναὸν τῆς Ἀρτέμιδος καὶ τῶν ἄλλων θεῶν, ὡς καὶ ὁ Πρίαμος καὶ οἱ ἕτεροι. Ἢ ἄλλως. ὡς κόρη Δωρὶς μονοχίτων προσκαθίσασα εἰς τὸν
ναὸν τῆς Ἀρτέμιδος, οὕτως καὶ ἐγὼ ἔδραμον ἐν τοῖς ναοῖς. οὐκ ἤνυσα δὲ, ἤγουν οὐκ ἐτελείωσά τι, οὐχ εὗρον σωτηρίαν, ἀλλ’ ἀπεσπάσθην τῶν ἐκεῖσε, ὡς αἰχμάλωτος. Fl. 59.
φησὶ, τὸ ἐμὸν βούλημα, ὥστε μὴ ἁρπαγῆναι καὶ αἰχμαλωτισθῆναι. ἄγομαι δὲ θανόντα ἰδοῦσα τὸν ἀκοίταν τὸν ἐμὸν, ἤγουν τὸν ἄνδρα. διαλύεται δὲ τὸ προσίζουσα, οἷον, ἵζουσα πρὸς τὴν Ἄρτεμιν, ἤγονν προσκαθημένη τῇ Ἀρτέμιδι. Gr.
οὐκ ἠδυνήθην σωθῆναι. Gu. ὡς καταφυγούσης αὐτῆς εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος καὶ μηδὲν ὠφελησάσης. M. Fl. 10. οὐκ εὐώδωσα, οὐκ ἐτελείωσα. Fl. 6. 9. 17. 21. 56. 59. 76.
τὸ ἄγομαι συναπτέον τῇ ἐννοίᾳ. Gu. I. ἄγομαι: φέρομαι, ὡς αἰχμάλωτος. Gu.
Χερρονήσου. B. M. Fl. 21.
τῶν Διοσκούρων, Κάστορος καὶ Πολυδεύκους. καὶ τῷ Πάριδι καταρωμένη, ἐπεί με τῆς πατρῴας γῆς καὶ τῶν οἴκων ἐξῴκησεν οὐ γάμος, ἀλλὰ ταλαιπωρία δαίμονός τινος κακοποιοῦ, ἥντινα Ἑλένην μήτε τὸ πέλαγος ἀπαγάγοι πάλιν, ἤγουν εἰς τοὐπίσω, μήτε ἀφίκοιτο εἰς τὸν πρῶτον οἶκον. I.
τι, δαμασθεῖσα τῇ θλίψει. Fl. 59.
τοῦ Τυνδάρεω καὶ ἐκ τοῦ Διὸς, μεταβληθέντος εἰς κύκνον, ἐγέννησεν ὠὸν. ἀφʼ οὗ ἐξῆλθεν ἥ τε Ἑλένη καὶ ὁ Κάστωρ καὶ ὁ Πολυδεύκης. διὰ τοῦτο λέγονται Διόσκοῥοι οὗτοι, οἱονεὶ κοῦροι τοῦ Διός. κόρη λέγεται θηλυκῶς καὶ κούρη ποιητικῶς, κόρος δὲ ὁ υἱὸς οὐ λέγεται, ἀλλὰ κοῦρος. ἐκ τούτου λέγονται Διόσκουροι. Gr. συνεκδοχικῶς,
διδοῦσα ἐν κατάρᾳ. (συνεκδ. καὶ καταρωμένη alius codex) Fl. 59. κάσιν: ἀδελφήν. Gr. αὐταδελφήν. Gu.
Ιδαῖος δὲ διὰ τὴν Ἴδην τὸ ὅρος· πόλις γὰρ τῆς Τροίας ὑπὲρ τὸ ὅρος· αἰνόπαρις δὲ, διότι ἐπὶ κακῷ ἐξέφυγε καὶ παρέδραμε τὸν φόνον, ὃν ἔκριναν οἱ μάντεις θανατῶσαι αὐτόν. Fl. 59.
αὐτὸ καὶ ὁ χορὸς λέγει· ἀπηγόρευσα αὐτῇ πολλῇ θλίψει, διδοῦσα ἐν κατάρᾳ, ἤγουν καταρωμένη, τὴν Ἑλένην, τὴν ἀδελφὴν τῶν Διοσκόρων, τοῦ τε Κάστορος καὶ τοῦ Πολυδεύκους, τὸν δαῖόν τε βούταν, καὶ βουκόλον, τὸν αἰνόπαριν, ἤγουν τὸν Ἀλέξανδρον, διότι ἀπώλεσεν καὶ ἄπο καὶ μακρὰν ἔθηκεν ἐμὲ ἐκ τῆς πατρικῆς γῆς, καὶ ἐξäῴκισεν,
καὶ ἀποίκους ἐποίησεν ἡμᾶς, ὁ γάμος τοῦ Ἀλεξάνδρου, ὁ οὐ γάμος, ἀλλ’ οἰζὺς καὶ συμφορὰ ἀλάστορός τινος δαίμονος.
ταλαιπωρία. Fl. 10. 21. 33. ἀλλὰ δαίμονος παλαμναίου τιμωρία καὶ ταλαιπωρία. M.
Fl. 59. ἥντινα Ἑλένην μήτε πέλαγος ἀπενέγκοι μήτε οἱ οἶκοι δέξονται αὐτοὺς οἱ Τρωικοί. Fl. 10. 33.
σὺ, ὦ Ἑκάβη φιλτάτη, δακρύω εἰσορῶν σε τήν τε σὴν πόλιν καὶ τὴν θυγατέρα σου τὴν θανοῦσαν πρὸ ὀλίγου. φεῦ (θαυμαστικὸν) οὐκ 229 ἔστιν οὐδὲν πιστὸν καὶ βέβαιον, οὕτε εὐδοξία καὶ εὐημερία οὔτε εὑτυχοῦντά τινα μὴ δυστυχήσειν. φύρουσι δὲ καὶ ταράττουσιν αὐτὰ οἱ θεοὶ εἰς τοὐπίσω καὶ ἔμπροσθεν, ἐντιθέντες σύγχυσιν, ἵνα ἀγνοίᾳ τοῦ μέλλοντος σέβωμεν αὐτούς. ἀλλὰ ταῦτα μὲν τὰ κακὰ κατὰ τί δεῖ θρηνεῖν, ἐμὲ δηλονότι, οὐδαμῶς προκόπτοντα καὶ προερχόμενα εἰς τὸ
ἔμπροσθεν τῶν κακῶν, ὅ ἐστιν, οὐ κατόπιν ὄντα τὰ κακά. σὺ δὲ εἰ κατά τι μέμφῃ ἐμοὶ ἕνεκα τῆς ἀποδημίας, ἐπίσχες, σαυτὴν δηλονότι· ἐτύγχανον μὲν ἀποδημῶν ἐν τῷ μέσῳ τῶν τῆς Θρᾴκης ὁρίων, ὅτε ἦλθες ὧδε. ἐπεὶ δὲ ἦλθον, αἴροντί μοι καὶ κινοῦντι, τὸν πόδα ἔξω τῶν δωμάτων, εἰς ταυτὸν, ἤτοι ὁμοῦ, συμπίτνει καὶ συναντᾷ ἡ δούλη σου
αὕτη, ἀπαγγέλλουσα ἀγγελίας, ὧν ἀκούων ἀφικόμην. I.
σύ, πρὸς δὲ τὴν Ἑκάβην ὡς ζῶσαν χρῆται καὶ τῷ σύ, καὶ θρηνεῖ αὐτήν τε ὡς δούλην καὶ τὴν πόλιν αὐτῆς ὡς ἁλοῦσαν, καὶ τὴν νεοσφαγῆ Πολυξένην, εἶτα γνωματευόμενος λέγει· οὐκ ἔστιν οὐδὲν βέβαιον, οὕτε εὐτυχία, οὔτε, ἐὰν εὐτυχῇ τις, ἡ κατʼ ἐκεῖνον εὐτυχία ἀεὶ παραμένει, ἀλλὰ τῆς μεταβολῆς τῶν πραγμάτων αἰτίους ἡγεῖται
τοὺς θεούς. φύρειν γὰρ καὶ ἑνοῦν αὐτὰ τούτους φησὶ, καὶ τὸν πλούσιον εἰς τὸ ὄπισθεν ἄγειν, πένητα καθιστῶντας — τοῦτο γάρ ἐστι τὸ πάλιν — τὸν δὲ πένητα εἰς τὸ πρόσθεν φέρειν, ἤγουν πρὸς εὐπορίαν καὶ πλοῦτον, ποιοῦντας τῶν πραγμάτων σύγχυσιν, ἵνα τούτων ἐν ἀδήλῳ καθεστώτων μὴ προσέχωμεν αὐτοῖς, ὡς μεταβαλλομένοις, ἀλλὰ
τοὺς θεοὺς σεβόμενοι αἰτῶμεν τὰ ἀγαθὰ καὶ ἡμῖν συμφέροντα. τὸ δὲ “ἀλλὰ ταῦτα μὲν τί δεῖ θρηνεῖνʼ οὐχ, ὡς οἴονταί τινες, συντακτέον, συνάπτοντες τὸ ταῦτα πρὸς τό κακῶν, καὶ οὕτω συντάσσοντες. τὸ ἀληθὲς τῆς συντάξεως οὕτως ἔχει· δυσχεράνας γὰρ ὁ Πολυμήστωρ 230 ἄνωθεν πρὸς τὸ ἀβέβαιον τῶν πραγμάτων, καὶ τούτων τὴν αἰτίαν ἀναθεὶς τοῖς θεοῖς, νῦν φησιν, ἀλλὰ ταῦτα, ἅπερ εἶπον, τί δεῖ θρηνεῖν οὐδὲν καὶ οὐδαμῶς προκόπτοντα καὶ προχωροῦντα εἰς τὸ ἔμπροσθεν τῶν κακῶν, τουτέστιν οὐχ ὑπερβαίνοντα τὰ κακὰ καὶ μεταβαλλόμενα,
ἀλλʼ ἀεὶ κακὰ τυγχάνοντα. τὸ γὰρ μεταβάλλεσθαί τινα ἀπὸ κακοῦ πρὸς καλὸν ἔμπροσθεν τοῦ κακοῦ φαμὲν γίνεσθαι. Gu. I.
ἀντὶ τοῦ πρὸ ὀλίγου. ἰστέον δὲ ὅτι, ὡς τὸ νῦν καὶ ἀκαριαῖόν ἐστιν, οἷον νῦν φθέγγομαι, καὶ πλατυκὸν, ὡς τὸ νῦν ἄρχει ὁ δεῖνα, τουτέστι τοῖς χρόνοις τούτοις, οὕτως ἐστὶ καὶ τὸ ἄρτι, οἷον ἄρτι φθέγγομαι, τουτέστι ταύτῃ τῇ ὥρᾳ, καὶ ἄρτι ἄρχει ὁ δεῖνα, τουτέστι τούτοις τοῖς χρόνοις. Gr. θανοῦσαν: ἤγουν τὴν Πολυξένην. B.
ὑπάρχει βέβαιος, ἀλλὰ μεταφέρεται, οὔτε πάλιν τὸν καλοπραγοῦντα ἔσται μὴ κακοπραγήσειν· χθὲς γἀρ ἡ Ἑκάβη βασιλὶς ἦν μετὰ τῶν παίδων αὐτῆς, ἡ Τροία εὐτύχει, τὰ ἐκείνων πάντα εὐτυχῶς εἶχον· νῦν δὲ ἡ μὲν βασιλὶς δούλη, ἡ δὲ Τροία κατεστράφη. φύρουσι δὲ καὶ συγχέουσιν οἱ θεοὶ αὐτὰ, τὰ πράγματα τῶν ἀνθρώπων,
πάλιν καὶ πρόσω, εἰς τὸ ὀπίσω καὶ εἰς τὸ ἔμπροσθεν, ἤγουν εἰς εὐδαιμονίαν καὶ δυστυχίαν, ἐντιθέντες καὶ τιθέμενοι καὶ ποιοῦντες εἰς τοὺς ἀνθρώπους ταραγμὸν καὶ σύγχνσιν, ὡς ὄντως ἐν ἀγνωσίᾳ σέβωμεν καὶ τιμῶμεν αὐτοὺς, ἤγουν τοὺς θεούς. ἀποβλέπων γὰρ ὁ Πολυμήστωρ 231 τὰς θυσίας καὶ τιμὰς, ἃς ἡ Ἑκάβη πρὸς τοὺς θεοὺς ἐθυσίαζε καὶ ἐδίδου, μηδὲν ὠφελούσας αὐτὴν, λέγει, ὄντως ἐν ἀγνωσίᾳ ὄντες οἱ ἄνθρωποι σέβωμεν αὐτούς· καὶ γὰρ ὄφελος ἡ Ἑκάβη εὗρεν ἀπὸ τῶν εἰς τοὺς θεοὺς θυσιῶν, ὧν ἐποίει. Fl. 59. πιστόν: βέβαιον, ἀραρός. B. βέβαιον. M. Gr. μόνιμον. M. Gu. βέβαιον καὶ ἑδραῖον.
Fl. 10. 33. εὐδοξία: εὐπραγία. B. ἡ δόξα. Gr. εὐτυχία, εὐπραξία. Gu.
οὕτε εἰς τὰ μέλλοντα, ἀλλʼ ἄτακτα ἐῶσι τὰ πράγματα, ἵνα σέβωμεν αὐτοὺς, τουτέστιν, οὕτε διηνεκῶς εὐτυγεῖ ἄνθρωπος, ἐάν ποτε τῶν καιρῶν εὐτυχῇ, οὕτε τὰ μέλλοντα αὐτῷ συμβῆναι ἐπίσταται, ἀλλʼ ἄτακτα ἐῶσι τὰ πράγματα οἱ θεοὶ, ἵνα σέβωμεν αὐτοὺς τῇ ἀγνωσίᾳ. Fl. 10. 33. φύρουσι: ταράσσουσι. Gr. μιγνύουσι,
συγχέουσιν. Gu. φύρω τὸ συγχέω, φυρῶ δὲ τὸ μιγνύω ἄλευρον ὕδατι· ὅθεν καὶ φύραμα ἡ ζύμη. Gu. πάλιν: ὀπίσω, ἤγουν εἰς τὸ δνστυχὲς, καὶ πρόσω, ἤγουν εἰς τὸ εὐτυχές. Gr. εἰς τοὐπίσω, ἀπὸ εὐδοξίας εἰς ἀδοξίαν. πρόσω, ἀπὸ ἀδοξίας εἰς εὐδοξίαν. Gu. πρόσω: ἔμπροσθεν εἴς τε τὸ ἐνεστὸς καὶ τὸ μέλλον. B.
βαίνειν Ἄλλως. τί δεῖ με ταῦτα θρηνεῖν οὐδὲ τὸ τυχὸν προκόπτοντα τῶν κακῶν ἔμπροσθεν, ὅ ἐστιν οὐ κατόπιν ἐῶντα τὰ κακά. B. M. ταῦτα: τούτους τοὺς θρήνους. Gr. Fl. 6. 9. 17. 21. 56. 59. 232 76. ἅπερ εἶπον. Gu. ὁ λόγος ἐναντίος τοῖς ἄνω. εἴρηκε γὰρ ὅτι φύρονται τὰ πράγματα οὕτω καὶ οὕτω, καὶ ποτὲ μὲν τοιαῦτα φαίνονται, ποτὲ δὲ τοιαῦτα. ἀλλὰ ἀπαγορεύει παντελῶς τὰ τῆς Ἑκάβης. Gr.
Ἑκάβη ἔμελλε πάλιν ἐπανελθεῖν εἰς τὴν εὐτυχίαν αὐτῆς, ἢ πότε ἡ Τροία ἐπανορθωθῆναι ἀπὸ τῶν κακῶν τῶν ἐπελθόντων ἀρτίως τῇ Ἑκάβῃ καὶ τοῖς Τρωσίν; οὐδαμῶς εἰς τὸ μετὰ ταῦτα ἔσεταί: τις ἐπανόρθωσις. Fl. 59. προκόπτοντα: ἀντὶ τοῦ περαιτέρω εἰς τὸ βέλτιον ἀνύοντα, ὠφελοῦντα. Fl. 59. προχωροῦντα, προβαίνοντα.
Gu. διακόπτοντα. Fl. 10. οὐδέν: ὠφέλιμον. Fl. 33. οὐδαμῶς. Gu. εἰς πρόσθεν κακῶν: εἰς τὸ ἔμπροσθεν. τὸ δὲ ἔμπροσθεν τῶν κακῶν τὸ καλόν ἐστι. Gu.
ἐσχηματισμένοι, οἵτινες τῷ μὲν φαινομένῳ κατʼ ἀληθὲς ὁμιλοῦνται, τῷ δὲ νοουμένῳ λέγονται ἐσχηματισμένως. ἡ Ἑκάβη γοῦν τῷ μὲν φαινομένῳ πρὸς τὸν Πολυμήστορα διαλεγομένη ὡς αἰχμάλωτος λέγει· αἰδοῦμαι προσβλέπειν σε, Πολυμῆστορ, κατὰ πρόσωπον, ἐν τοιούτοις κειμένη κακοῖς· αἰδὼς γὰρ καὶ ἐντροπὴ ἔχει ἐμὲ ὑπάρχουσαν ἐν
τοιαύτῃ δυστυχίᾳ τὴν πρώην οὖσαν βασιλίδα, καὶ αἰδὼς ἔχει ἐμὲ κατὰ κοινὸν βλέπειν, ᾦτινι ὤφθην εὐτυχοῦσα, ἤγουν σοι, καὶ οὐ δύναμαι προσβλέπειν σε ἐν ὀρθοῖς ὀφθαλμοῖς. Fl. 59. τὸ αἰσχύνεσθαι ἐπὶ μεγάλοις αἰτιάμασίν ἐστιν, τὸ αἰδεῖσθαι ἐν μικροῖς. Gr. ἐναντίον: ἀντιπρόσωπον. Gr. ἔμπροσθεν, ἄντικρυς. Gu. ἢ ἔμπροσθεν,
ἢ τὸν ἐχθρόν. B.
ὅδε· πολλὰ γὰρ εὑρίσκονται ἐκθλιβόμενα στοιχεῖα. εἰ δὲ συντάξεις τοῦτο τυγχάνουσα εὐθεῖαν, σολοικοφανές ἐστι, καὶ ἀσυντακτικὸν παντελῶς. Fl. 21. 59. αἰδώς μʼ ἔχει: ἀγνοοῦντές τινες ἐνταῦθα τὴν σύνταξιν σόλοικον ἡγοῦνται, λέγοντες ὡς τυγχάνουσαν ἔδει εἰπεῖν πρὸς τὸ αἰδώς μʼ ἔχει. τὸ δʼ οὕτω συντάσσεται· ἐν τῷδε γὰρ τῷ
πότμῳ καὶ τῇ τύχῃ, ἵνα καὶ ὅπου εἰμὶ νῦν τυγχάνουσα, αἰδώς μʼ 234 ἔχει ἐκείνου τοῦ ἀνδρὸς, ὅτῳ καὶ ὤφθην καὶ ἐφάνην εὐτυχοῦσα. ἢ τὸ τυγχάνουσα πρὸς τὸ αἰδώς συναπτέον οὕτως· αἰδὼς γὰρ ἔχει ἐμὲ ἐκείνου, ὅτῳ ὤφθην εὐτυχοῦσα, τυγχάνουσα ἡ αἰδὼς ἐν τῷδε τῷ πότμῳ, ἵνα καὶ ὅπου εἰμὶ νῦν, τουτέστιν αἰδοῦμαι θεάσασθαί σε. ἡ
δὲ αἰδὼς οὐκ ἄλλοθεν ἢ ἐκ τῆς δυστυχίας ἐστὶν ἡ νῦν πρόσκειμαι. ὃ δὴ καὶ κρεῖττόν ἐστι τοῦ προτέρου. Gu. I. ἐντροπή. κρατεῖ. B. αἰδοῦμαι καὶ ἔχω αἰδῶ καὶ ἔχει με αἰδὼς ταυτόν. Gr.
σημαινόμενον. Gu. Cant.
δὲ καὶ πεπλασμένως λέγει τοῦτον, ὡς φονέα τοῦ παιδὸς αὐτῆς· Πολυμῆστορ, αἰσχύνομαι προσβλέπειν σε κατὰ πρόσωπον· τὸν γὰρ φονέα τοῦ παιδὸς αὐτῆς πῶς ἔμελλε βλέπειν ἐν ὀφθαλμοῖς ὀρθοῖς ; πεπλασμένως δὲ λέγει, ᾧτινι ὤφθην εὐτυχοῦσα, ἄλλως τε δὲ ὅτι καὶ ὁ νόμος κωλύει τοῦ μὴ ὁρᾶσθαι τους ἄνδρας κατὰ πρόσωπον ὑπὸ
τῶν γυναικῶν. Fl. 59. νόμος: ἔθος. Gr. ἢ ὥσπερ νενομισμένον ἐστί. Gu. τὸ χρόνοις βεβαιωθὲν, ἢ στερχθὲν τῇ φύσει νόμον καλοῦσιν οἱ παλαιοί. Gr.
διδοὺς ὁ Πολυμήστωρ τὴν ἔπειξιν ποιεῖται πρὸς τὸ ἴδιον βούλημα. Gr.
ἐξεπέμψω καὶ ἐξέβαλες τῶν δόμων, ἤγουν ὁ ἐμὸς ποὺς ἐκπεμφθεὶς ἐνταυθοῖ παρὰ σοῦ τί χρῆμα ἐξεπέμφθη, ἀντὶ τοῦ, τίς ὁ νοῦς τῆς τούτου πρὸς σὲ μετακλήσεως; Gu. ἐπέμψω : μετεκαλέσω. Gr. ἐξέβαλες, ἐκίνησας. Gu. μετεπέμψω. M. διὰ τί χρῆμα μετεπέμψω με καὶ προσεκάλεσας. B. πόδα: ἀπὸ τοῦ μέρους τὸ ὅλον,
συνεκδοχικῶς. Gr.
δούλοις φησίν· οὐ γὰρ φοβοῦμαι μονωθεὶς ὑμῶν. τουτὶ γὰρ δηλοῖ τὸ “ἐν ἀσφαλεῖ γὰρ ἥδε ἡ ἐρημία.” Gu. I.
ἤτοι λέγειν σὲ, τί τὸν εὐτυχοῦντα πρέπει βοηθεῖν τοῖς μὴ εὐτυχοῦσι φίλοις, ὅτι ἕτοιμός εἰμι ἐγώ. I.
Τρωσί. B. M. ἀντὶ τοῦ ἀσφαλὴς ἡ μόνωσις. Gr. ἡ στέρησις ἡμῶν, ἡ μόνωσις. Gu.
σοι. Fl. 25. τί χρή: καὶ διὰ τί κέκλημαι ὧδε. Gr. τὸν εὗ πράσσοντα: ἐμὲ τὸν εὐτυχοῦντα σοὶ τῇ ἀτυχούσῃ προσήκει βοηθῆσαι. B. M. χρὴ γὰρ τὸν εὐπραγοῦντα, καὶ καλῶς ἔχοντα, ἐπαρκεῖν, καὶ βοηθεῖν τοῖς φίλοις τοῖς μὴ πράσσουσιν εὖ, τοῖς κακοπραγοῦσιν ἤτοι τοῖς κακῶς ἔχουσιν, ὡς καὶ καθὰ ἔτοιμός εἰμι ἐγὼ ποιεῖν τοῦτο
εἰς σέ. οἱ Ἀττικοὶ τὸ εὐπραγῶ σύνθετον ὂν λέγουσιν οὕτω διαλελυμένως, εὖ πράσσω. ὁμοίως καὶ τὸ κακοπραγῶ καὶ τὸ ἀγαθὸν πράσσω, ἤγουν τὸ καλοπραγῶ, εἰς δὲ τὴν σύνταξιν πάλιν συντάσσεται συνῃρημένως. Fl. 59.
φέρων ἐκ Τροίας I. σῶς: ἀπὸ τοῦ σῶος κατὰ συγκοπὴν γίνεται σῶς. τὸ δὲ σῶς Δωρικῶς σάος, καὶ τροπῇ τοῦ α εἰς ω μέγα καὶ ἐκβολῇ τοῦ ο σῶς. ἔτι δὲ καὶ σόοι διὰ τοῦ ο μικροῦ, ἀφʼ οὗ καὶ λαοσσόος Ἀθηνᾶ. τοῦτο δὲ γίνεται ἀπὸ τοῦ σείω σόος. Fl. 59.
οἴκοις. I.
τῷ δὲ νῦν καὶ ποιηταὶ καὶ λογοποιοί. Gu. I. ἴσθι δὲ ὅτι τὸ μὲν νῦν τὸ χρονικὸν ἀεὶ μακρόν ἐστι καὶ περισπᾶται· διὸ καὶ τὸ νυν ἐκ τούτου γινόμενον μακρόν ἐστι· τὸ δὲ νῦν ἀντὶ τοῦ δή ἀεὶ βραχὺ, καὶ ὀξύνεται μόνον κείμενον, συντεθὲν δὲ ἐγκλίνεται, ὡς κἀνταῦθα. διὸ καὶ τὸ τοίνυν ἐκ τούτου γινόμενον βραχύ ἐστι. 1. νῦν: ἀντὶ τοῦ
δή. M. τὸ νῦν ἀντὶ τοῦ δή παραπληρωματικὸς σύνδεσμός ἐστι, καὶ οἱ ἄλλοι δή, ῥά, νύ. ὅταν οὖν ἔχῃ ἔμπροσθεν αὐτοῦ φωνῆεν, ἐφελκυστικόν ἐστι τοῦ ν, ὅταν δὲ σύμφωνον, ἐκλείπει, ὡς τὸ οὕτω οὕτως. μέχρι μέχρις, καὶ τὰ ἕτερα. Fl. 59. σῶσον: διατήρησον. Gr. σῶον καὶ ὑγιᾶ διαφύλαττε. Gu. τῶν πλησίον: τῶν τοῦ
πλησίον. Gu. πραγμάτων φίλου. Gr. νόει δὲ τὸ τοῦ πλησίον ἀντὶ τοῦ χρυσοῦ αὐτοῦ, περὶ οὗ ἠρώτησε· πλησίον γὰρ αὐτοῦ ἦν, ἐπειδήπερ ἐν τοῖς οἴκοις αὐτοῦ κατείχετο. Gu.
Fl. 33. οὗ κέκτημαι ἰδίου ἀπολαύσαιμι. M. ἢ στικτέον εἰς τὸ ἤκιστα, ἵνα λέγῃ οὐδαμῶς ἀπολαύσαιμι τοῦ παρόντος πλούτου μου, ὦ γύναι. οὐδαμῶς ἀπολαύσαιμι τοῦ παρόντος πλούτου, ὦ γύναι, ἤγουν τοῦ πλούτου τοῦ υἱοῦ σοῦ. Fl. 59. παρόντος: ἐμοὶ δηλονότι, ἤγουν ἰδίου. Fl. 10. 59.
παρʼ ἐμοῦ, οὕτως ἐφιλεῖτο καὶ ὁ Πολύδωρος παρὰ σοῦ I.
θησαυροὶ κεκρυμμένοι τῶν Πριαμιδῶν. M. ταῦτά ἐστιν ἅτινά με θέλεις δηλῶσαι τῷ παιδί σου; I. ἄνω εἰπὼν “τί χρῆμʼ ὃ κἀμὲ καὶ τέκνʼ εἰδέναι χρεών” ἐνταῦθα λέγει, ταῦτά ἐστιν ἃ βούλει 239 παιδὶ τῷ σῷ δηλῶσαι; ἐξαπατῶν δῆθεν τὴν Ἑκάβην, ὡς μηδαμῶς τὰ τοῦ παιδὸς ἐκείνης ἰδιοποιούμενος. Gr.
γνώμῃ. Gu. ταύτῃ τῇ διανοίᾳ. B. M. ταύτῃ τῇ μερίδι. Fl. 6. 9. 17. 21. 59. 76.
ἡ τοῦ οἴκου σκέπη. Gu.
τοῦτον ; Fl. 59. οὐ λέγει ναί, ἀλλʼ ἐρωτῷ εἰ ἐκεῖ ὁ χρυσός· τὸ πρόσωπον γὰρ τοῦ Πολυμήστορος ἐναγώνιον παραληφθὲν ἐν τοῖς ἀμοιβαίοις τούτοις τοιοῦτον φαίνεται πανταχοῦ. Gr, Fl. 25.
ὑπερικομένη. B. ἀνεστηκυῖα. Gr. ὑπεράνω κειμένη, ὑπεράνω τῆς στέγης ἀνεστηκυῖα. ὑπερφαινομένη. Gu.
πόλεως, θέλω. I.
ταῖς σκηναῖς, ἔνθα τὰ λάφυρά ἐστι πάντα. τὸ δὲ ταῖσδε καὶ ἀναφορικόν ἐστι καὶ δεικτικόν. ἡ μὲν οὖν Ἑκάβη δεικτικῶς εἶπε ταύταις ταῖς στέγαις ἤτοι σκηναῖς, ὁ δὲ Πολυμήστωρ ἀναφορικῶς νοήσας, ἐρωτᾷ· ποῦ δὲ αὗται αἱ κατασκηνώσεις τῶν Ἀχαιῶν αἱ ναυ- τικαί: (εἰς τὸ αἵθε στικτέον· τὸ δὲ λεῖπον ἰδίᾳ κατʼ ἐρώτησιν ἐν
ὑποστιγμῇ. ναύλοχοι δὲ τὰ ναύσταθμα.) ποῦ δὲ αἱ στέγαι αὗται, ἂς λέγεις ἔχειν τὸν χρνσόν ; ἄρα τὰ ναύσταθμα τῶν Ἑλλήνων, τουτέστιν ἐν ταῖς ναυσὶλέγεις εἶναι τὸν χρυσόν; πρὸς ὃ ἐπάγει ἡ Ἑκάβη ὅτι οὐ τὰς ναῦς στέγας εἶπον. ἴδιαι γὰρ γυναικῶν αἰχμαλωτίδων στέγαι. B.M.I. σκύλων: λαφύρων ἤγουν αἰχμαλωτίδων. Gr. τῶ ἐσκυλευμένων
γυναικῶν ἐν τῷ πλήθει. Gu. ἐν ταῖς στέγαις, ἤγουν ἐν τοῖς καλυβίοις φυλάττονται ἐν τῷ πλήθει τῶν κρούσων, σώζονται, φυλάττονται. Fl. 59.
εἰς τὸ “ποῦ δέ·” ναύλοχοι καὶ τὰ ναύσταθμα. ποῦ δὲ, φησὶν, αὗται; αὗται γάρ εἰσι τῶν Ἀχαιῶν σκηναί. Fl. 25. περιφραστικῶς τὰ ναύσταθμα. 241 ποῦ δέ εἰσι: φησίν· αὗται γὰρ αἱ τῶν Ἀχαιῶν εἰσι σκηναί. B. M. Fl.33. οἱ λιμένες ἐξοχικοὶ, ἐν οἷς λοχῶνται καὶ ἴστανται αἱ νῆες αἱ ταῖς ναυσὶ ἱστάμεναι θύραι. Fl. 33. ναύλοχοι: ναύλοχος ἀπὸ τοῦ ναὺς καὶ τοῦ λοχῶ· πλησίον γὰρ ἦσαν τῶν νηῶν. Gu. αἱ φυλάσσουσαι τὰς νῆας. B. περιπτυχαί: καλύβαι. Gu. καταφυγαί. B. Gu.
ἀνδρῶν. Fl. 21. φοβούμενος ὁ Πολυμήστωρ λέγει, τὰ ἔσωθεν τῶν σκηνῶν πιστὰ, ἤγουν οὐκ εἰσί τινες Ἀχαιοί. ἢ οὐκ εἰσί τινες ἐχθροῖ ; ἐπιτρώσκετο γὰρ ὑπὸ τοῦ φόνου. ἢ λέγει, μή πως ἴδωσιν οἱ Ἕλλληνες τὰ χρήματα διδοῦσαν ταῦτα ἐμὲ, καὶ σκανδαλισθῶσι περὶ ἐμοῦ διότι βοηθῶ σοι καὶ ἔχω σε φίλαν. Fl. 59.
λέξις χρησιμωτάτη. Fl. 59. πόδα: τὰ ἀπόγεια σχοινία. M. Fl. 10. Gu.
ὑπέγγυον, ἤτοι τὸ ἠσφαλισμένον, τῇ δίκῃ καὶ τοῖς θεοῖς οὐ συμπίτνει, καὶ οὐ καταπίπτει. ὀλέθριον ὀλέθριον κακὸν, εἰς ὃ μέλλεις ἐμπεσεῖν δηλονότι. ψεύσει καὶ ἀπατήσει ἡ ἐλπὶς τῆσδε τῆς ὁδοῦ, ἣ, ἐλπὶς, ἐπήγαγεν, ἀντὶ τοῦ ἤγαγεν, σὲ πρὸς τὸν Ἀΐδην τὸν θανάσιμον, τὸν τοὺς τεθνεῶτας δεχόμενον. ἰὼ, φεῦ, ὦ τάλας. ἐν χειρὶ δὲ ἀπολέμῳ
καὶ γυναικείᾳ καταλείψεις τὴν ζωήν. I. οὕπω δέδωκας: καὶ τοῦτον ἔνιοί φασι τὸν στίχον τὴν Ἑκάβην λέγειν ἡρέμα καθʼ ἑαυτὴν, ἵνα μὴ ὑποψίαν αὐτῷ δῷ ὧν μέλλει τυγχάνειν. B.I. τοῦτο ἡρέμα λέγει, ἵνα μὴ ὑποψίαν αὐτῷ δῷ ὧν μέλλει πάσχειν. M. Fl. 10. 21.
τὴν Ἑκάβην ἀκολουθοῦντα ἐντὸς τῆς σκηνῆς λέγει, ἀκμὴν οὐκ ἔδωκας δίκην ὑπὲρ τοῦ φόνου οὗ διεπράξω, ἀλλʼ ἴσως καὶ τάχα δώσεις δίκην· καθά τις ἄνθρωπος ἐμπεσὼν εἰς ἄντλον ἀλίμενον καὶ χωρὶς λιμένος, ἤγουν εἰς μακρὰν θάλασσαν, ὥσπερ ἄνθρωπός τις χωρὶς νηὸς ἢ ἀρμένου τινὸς, εἰ μὴ μεθʼ ἑνὸς σανιδίου, ἐμπέσῃ εἰς τὴν θάλασσαν καὶ
κλυδωνίζεται. ἐμπέσῃ ἤγουν ἀποστερηθῇ, ἀποθάνῃ, τῆς φίλης καρδίας, λέχριος καὶ πλάγιος, ἤγουν ἀποθάνῃ, ἀμέρσας καὶ στερηθεὶς τὸν βίοτον, ἤγουν τὴν ζωὴν αὐτοῦ. οὕτως καὶ ὁ Πολυμήστωρ εἰς τὸν χορὸν τῶν γυναικῶν χωρὶς βοηθοῦ τινος ἢ θεράποντος. τὸ γὰρ ὑπέγγυον, ἤγουν τὸ ὑπεσχημένον παρὰ τοῦ Πολυμήστορος, ὡς ἵνα τὸν
Πολύδωρον φυλάττῃ,—ἐκεῖνος δὲ διεχειρίσατο τοῦτον—οὐ συμπίτνει 243 καὶ συμπίπτει τῇ δίκῃ καὶ τοῖς θεοῖς, οὐ δίκαιον φαίνεται. ὀλέθριον κακὸν ὑπάρχει, ὅπερ ἐποίησε, ἢ ὅπερ μέλλε παθεῖν. Fl. 59.
τῇ Ἑκάβῃ αὐτήν. Fl. 59. ἔδωκα δίκην καὶ ἔτισα τὸ αὐτὸ, ἀντὶ τοῦ ἐκολάσθην· ἔλαβον δίκην ἀντὶ τοῦ ἐκόλασα. Gr. ἴσως: ὄντως. Gr. τάχα, ταχέως. Gu. δώσεις δίκην: ἀντὶ τοῦ τιμωρηθήσῃ. Gr. Fl. 10.
ὥσπερ τις εἰς πέλαγος ἀλίμενον ἐκπέσῃ τῆς φίλης ψυχῆς ἀμαυρώσας τὸν βίοτον, ἤγουν τὴν ζωήν. Gu. τοῦτο πρὸς τὸ ἄνω συναπτέον τὸ “οὔπω δέδωκας, ἀλλʼ ἵσως δώσεις δίκην.” τιμωρηθήσῃ, φησὶν, ὥς τις εἰς ἄντλον λέχριος καταπέσῃ, ἀπολέσας τὸν βίον τῆς φίλης καρδίας. B.M.I. ἄντλον δὲ λέγει τὸ πέλαγος, καὶ ἀλίμενον τὸ λιμένα
μὴ ἔχον. B.I. ἄντλον: ὑπέραντλον σκάφος τὸ δεξάμενον τοσοῦτον ὕδωρ ἐν τῇ ἀντλίᾳ ὥστε καλυφθνῆαι ὑπʼ αὐτοῦ καὶ ὑποβρύχιον γενέσθαι. ἄντλον τὸ ἐν τῇ ἀντλία ὕδωρ. λέγεται δὲ καὶ πᾶν ὕδωρ ἀπλῶς ἄντλον, ἅτε ἀντλεῖσθαι δυνάμενον, καθὰ λέγεται ἐνταῦθα τὸ πέλαγος ἄντλον ἐν τούτοις· “ἀλίμενόν τις ὡς ἄντλον ἐμπεσὼν λέχριος.”
Gu.
ἐπὶ τοῦ νοὸς, ὡς τὸ “ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου γρηγορεῖ·” καὶ ἐπὶ μὲν τῆς ψυχῆς ἴσως διὰ τὸ εἶναι δοχεῖον τοῦ ἐμφύτου θερμοῦ, τοῦ συνδετικοῦ τῆς ψυχῆς καὶ τοῦ σώματος, ἐπὶ δὲ τοῦ νοὸς διὰ τὸ τὸ ψυχρὸν τοῦ ἐγκεφάλου, ἔνθα ὁ νοῦς, θάλπειν καὶ παρηγορεῖν τῇ οἰκείᾳ θερμότητι· τῇ εὐκρασίᾳ γὰρ ταύτης ἐκεῖνος ἔχει τὸ
εὖ εἶναι. Gr.
τὴν ὄψιν εἰς τὰ ὁρατά. Gu. I. ἀπὸ τοῦ α καὶ τοῦ μή στερητικοῦ μορίου καὶ τοῦ ὁρῶ τὸ βλέπω καὶ τοῦ ὄσσος ὁ ὀφθαλμός. Gu. Fl. 25. ἀπολέσας. B. Gr. Fl. 10. ἀμαυρώσας, στερηθείς. Gu. κόψας. Fl. 10.
φησι διὰ τὸν Πολυμήστορα, ὅτι μέλλει τιμωρεῖσθαι πρῶτος ἀρξάμενος τῶν ἀτόπων. Ἄλλως. ὑπέγγυον, δίκαιον. ὧδε ὑποστικτέον. τὸ ἠσφαλισμένον, φησὶ, τῇ νίκῃ καὶ παρὰ τοῖς θεοῖς οὐ διαπίπτει, τουτέστιν ὃ ἂν κυρώσῃ ἡ δίκη, τοῦτο βέβαιον παρὰ τοῖς θεοῖς, ἤγουν ὅ τι τιμωροῦνται οἱ νόμοι ὡς ἄδικον, τοῦτο καὶ θεοὶ τιμωροῦνται,
ἐπειδὴ οἱ νόμοι παρὰ θεῶν, καὶ ταῦτα βούλονται τιμωρεῖν καὶ διεκδικεῖν, ἃ καὶ οἱ θεοί. δικαίως οὖν κολαζόμενος ὁ Πολυμήστωρ καὶ τοὺς θεοὺς ἐχθροὺς ἔχει. B.M.I. Ἄλλως. τὸ γὰρ ὑπέγγυον: τοῦτο διπλῶς νοητέον. τὸ γὰρ ὑπέγγυον καὶ φανερὸν τῇ δίκῃ καὶ τοῖς θεοῖς ὀλέθριον κακὸν, ἤγουν ὅπερ ὁμολογουμένως οἱ θεοὶ κακὸν ἡγοῦνται καὶ
μισοῦσιν, οὐ συμπίτνεῖ καὶ συμπίπτει, ἤγουν εἰς λήθην ἔρχεται, ἀλλὰ κολάζεται ὑπʼ αὐτῶν. καὶ πάλιν. τὸ γὰρ ὑπέγγυον καὶ φανερὸν καὶ ὁμολογούμενον ὀλέθριον κακόν οὐ συμπίτνει καὶ συνέρχεται τῇ δίκῃ καὶ τοῖς θεοῖς, ἤγουν οὐκ ἀποδεκτὸν αὐτοῖς ἐστιν· οἱ μὲν γὰρ ἀγαθοὶ καὶ δίκαιοι, τὸ δʼ ἄδικον καὶ κακόν. λέγει δὲ τοῦτο διὰ τὸν
τοῦ Πολυδώρου φόνον. Gu. I. τὸ ἀληθὲς ἢ τὸ δίκαιον. B. ὑπέγγυον: ἐγγύτατον, τὸ οὐ πρὸ πολλοῦ γεγννός. Gr. ὑπεύθυνον, φανερόν. Gu. τὸ ὑπέγγυον καὶ ὑπεύθυνον τῇ δίκῃ, ἀντὶ τοῦ ἄξιον εὐθυνθῆναι ὑπὸ τῆς δίκης, καὶ τοῖς θεοῖς οὐ συμπίτνει καὶ συνέρχεται, 245 ἤγουν οὐδὲ τοῖς θεοῖς ἀρέσκει. Gu. τὸ ἑδραῖον. Fl. 33. βέβαιον. Fl. 10. τὸ γὰρ δίκῃ κατησφαλισμένον οὐδὲ παρὰ τοῖς θεοῖς ἄκυρον μένει, ἀλλὰ μᾶλλον μόνιμον καὶ βέβαιον. Fl. 10.
ἀπόλλυται. B. M.
χρνσοῦ, ἥτις ἀπάξει σε εἰς τὸν Ἅιθην. Gu. Fl. 59. ψεύσει: ἀπατήσει. Gr. ψευσθῆναι ποιήσει. Gu. ψεύδομαι ἀντί τοῦ ψευδῆ λέγω· ψεύδω ἀντὶ τοῦ ἀπατῶ, ὡς ἐνταῦθα. Gr. ὑπήγαγε: ἐφειλκύσατο, ἐνέβαλεν. Gu.
ὁ Πολυμήστωρ κραυγάζει, ὕστερον δὲ πάντα ἐμφαίνει τὰ σιωπῇ πραχθέντα ἐντὸς εἰς αὐτὸν. Gr. Fl. 25. φέγγος: τὴν ὀπτικὴν δύναμιν. Gu.
διαφύγητε· πλήττων γὰρ καταβαλῶ τὰ θεμέλια τῶν δόμων τούτων. Ι. λαιψηρῷ ποδί: ταχυτάτῳ. M. λαιψηρῷ: διὰ ταχείας πορείας τῶν ποδῶν. Bar. 74. Gu.
δὲ ὅτι ἐπὶ παντὸς πεμπομένως ἀμέσου ἀπὸ χειρὸς, ἢ ἐμμέσως ὀργάνῳ τινὶ τὸ βάλλειν λέγεται. Gr. Fl. 25. ἀναρρήξω: ἀνορύξω. Gr. ἀναμοχλεύσω, ἀνατρέψω, ἀνασπάσω. Bar. 74. Gu. μυχούς : στηρίγματα. M. θεμέλια. Gr. τοὺς θημελίους. Bar. 74.
τινες τὸν στίχον ὑπὸ τοῦ Πολυμήστορός φασι λέγεσθαι, ὡς βάλλοντος λίθους ἐν τοῖς οἰκήμασιν, ἵνα παίῃ τὰς αἰχμαλώτους, τὸ δὲ βούλεσθʼ ἐπεισπέσωμεν τοῦ ἡμιχορίου. θέλετε ἵνα ἐπέλθωμεν, ἐπεὶ ὁ καιρὸς καλεῖ, ὥστε παρυπάρχειν τῇ Ἑκάβῃ καὶ ταῖς Τρωϊκαῖς γυναιξὶ βοηθούς; B.I. βαρείας: βαρέως ἐμπιπτούσης. Ι. ὡς ἔοικεν,
εὑρὼν ὁ Πολυμήστωρ ἔμπροσθεν αὐτοῦ ξύλα καὶ πέτρας φέρει ταύτας κατὰ τῶν γυναικῶν ἀπὸ τῆς ἑαυτοῦ μανίας μὴ δυναμένου δρᾶσαί τι· λέγει γοῦν ὁ χορός· ἰδοὺ, ἀπὸ τῆς βαρείας χειρὸς τοῦ Πολυμήστορος ἐξέρχεται βέλος. ὡς ἀπὸ τοῦ βέλους δὲ καταχρηστικῶς λέγει καὶ πέτρας καὶ ξύλα καὶ ἄλλʼ ὅ τι τὸ προστυχὸν ἐκεῖνον. 247 Fl. 59. ὁρμᾶται: ὁρμᾷ, κινεῖται, ἐξέρχεται. Fl. 21. 59. ὁρμᾷ, πέμπεται. Gu.
μικρὸν λήγοντος τὸ μεσαίτατον, ὃ τὴν μεγάλην ἰσχὺν ἔχει, ἀκμὴ λέγεται, οἷον, ἐπὶ τῆς ἡλικίας τὸ μέσον, καὶ ἐπὶ τοῦ χειμῶνος τὸ μέσον, καὶ ἐπὶ τοῦ θέρους, καὶ ἐπὶ τοῦ νοσήματος. Gr. Fl. 25.
καὶ ἐνθήσεις τοῖς ὀφθαλμοῖς, οὐδὲ τοὺς παῖδας θεάσῃ ζῶντας, σὓς ἐφόνευσʼ ἐγώ. Ι. κατάσπα. Gr. κατάβαλλε, πλῆττε. Gu. κατάβαλλε, σύντριβε. Fl. 17. 21. 50. 59. 76. κτύπει. M. κτύπου. Fl. 10. φείου: τοῦ ἀράσσειν. μὴ ἔλεον λάμβανε. Gu. ἐκβάλλων: ἀνασπῶν. Fl. 17. 59. 76. Gu. εἰς γῆν ῥίπτων. Gu.
τοῦτο ἡ Ἑκάβη ἐκτὸς ἑστῶσα τοῦ δόμου φησὶ πρὸς αὐτὸν ἐντὸς ὄντα. Gu.
ὄψιν. Gu. λαμπρόν: φωτεινόν. Gr. τὴν βλεπτικὴν δύναμιν. B. οὐ τὴν φωτιστικὴν δύναμιν, τὴν ὄψιν, ἐν τοῖς τόποις τῶν ὀφθαλμῶν θήσεις· τὸ λευκὸν γὰρ καὶ λαμπρὸν μερίζει καὶ διαιρεῖ τὴν ὄψιν εἰς τὰ ὁρατά. Bar. 74.
ἄρα νενίκηκας τὸν Πολυμήστορα, καὶ κρατεῖς τοῦ φίλου, ὦ δέσποινα, καὶ πεποίηκας ὁποῖα λέγεις; I.
Τρῳάσι γυναιξί· δέδωκε δέ μοι τιμωρίαν· ὁρμᾶ δʼ, ὡς ὁρᾶς, οὗτος ἐκ 248 τῶν οἴκων. ἀλλὰ μακρὰν ἀπελεύσομαι, καὶ μακρὰν στήσομαι τοῦ δυσμαχωτάτου Θρῃκὸς θυμῷ περιρρεομένου. Ι.
καὶ ἀτάκτως περιπατοῦντι, ἤγουν μανικῷ. Gu. I. παραφόρῳ : παράφορος κυρίως ὁ μαινόμενος, ἀπὸ τοῦ παρατετραμμένας ἔχειν τὰς φρένας, καταχρηστικῶς καὶ ὁ τυφλός· οὐ γὰρ κατʼ ἰσότητα περιπατεῖ, ἀλλὰ παραφόρως ἔνθεν κἀκεῖθεν. Fl. 59.
Fl. 59.
τάλαιναι θυγατέρες τῶν Φρυγῶν, ὦ κατάρατοι, εἰς ποῖον μέρος τῶν βαθυτάτων τόπων καὶ καταδύσεων διὰ φυγῆς, ἐλθοῦσαι δηλονότι, πτώσσουσιν, ἤτοι συστέλλονται καὶ κρύπτονται ἐμὲ, ἀντὶ τοῦ διʼ ἐμέ. εἴθε, ὦ Ἥλιε, θεραπεύσαις τὸ βλέφαρον τῶν ὀμμάτων ἐμοῦ τὸ αἱματηρὸν, ἐλευθερώσας τυφλὸν φέγγος, ἀντὶ τοῦ τοὺς τυφλοὺς τούτους
ὀφθαλμοὺς, φέγγος ἐνθεὶς αὐτῷ δηλονότι. Ι.
ποίαν παρέλθω ὁδόν: ἄρα ταύτην, ἆρα ἐκείνην, ἆρα τήνδε; B. I.
Fl. 6. 9. 17. 21. 56. 59. 76. Gr. πορείαν. Gu. ὀρεστέρου: ἀγρίου. M. Fl. 59. Gu. ὀρεινοῦ. Gr. ἐν τῷ ὄρει ὄντος. Fl. 59. οἱ παλαιοὶ πάντα τὰ ἄγρια θῆρας λέγουσιν. Gr.
ποδῶν ἡ πορεία γίνεται. λέγεται τὸ ἴχνος κατὰ μεταφορὰν ἀπὸ τῶν ποδῶν καὶ ἐπʼ ἄλλων, οἷον ἴχνη χειρῶν καὶ ἴχνος ἀνθρώπου, καὶ ἴχνος παλαιᾶς αἰτίας παρὰ Σοφοκλεῖ, καὶ ἴχνη ἀγαλμάτων, καὶ ἁπλῶς ἐπὶ πάντων τῶν ἀμυδρῶς καὶ ἐν τύπῳ φαινομένων. Gr. I.
Fl. 59. μὰρ ἡ χεὶρ κατὰ Δωριεῖς· ἐξ οὗ καὶ μαρπῶ τὸ καταλαμβάνω. Gu.
φυγῆς, ὡς τὸ τί με φεύγεις τὸν γέροντα. Gu.
τὸ αἱματόεν τῶν ὀμμάτων ἐμοῦ, ἤγουν τὴν τύφλωσιν, περιφραστικῶς. Gu. ἀντὶ τοῦ τὸ τυφλὸν καὶ ᾑμαγμένον ὄμμα θεραπεύσειας. τυφλὸν γὰρ φέγγος τὸ ὄμμα φησὶν, ἐπειδὴ φέγγος ἐπὶ σκότου οὐ λέγεται. B. Fl. 25. ἤγουν σκότος διώξας. τυφλὸν φέγγος τὸ σκότος· κακῶς· φέγγος γὰρ ἐπὶ σκότους οὐ λέγεται. B. Fl. 10. 33.
καὶ τὴν εἰς πρόθεσιν, εἰς φέγγος. Ἄλλως. φέγγος ἀπαλλάξας, πόρρω πέμψας τὸ σκότος. Ι. φέγγος ἀπαλλάξας: ἐνθεὶς φέγγος. Gr. εἰς τὸν ὀφθαλμόν. Gu. ἀντὶ τοῦ τυφλὸν ὄμμα. M. εἰς ἀνάβλεψιν ἀγαγών. M. ἀπαλλάξας: ἐλευθερώσας σκότους. Gr. στερήσας, μετατρέψας. Gu. μεταποιήσας. Fl. 33.
φησὶ, κινήσας τὸν πόδα κατάσχω ταύτας, δηλονότι τὰς μετὰ τῆς Ἑκάβης αἰχμαλώτους γυναῖκας, καὶ καταφεύγω καὶ τὰς σάρκας καὶ τὰ ὀστᾶ τούτων θοίναν, ἤγουν εὐωχίαν καὶ τράπεζαν ἀγρίων θηρῶν, ποιούμενος, τουτέστιν, ὡς ἄγριος θὴρ αὐτὰς θοινώμενος ἤγουν ἐσθίων ἀφειδῶς. τὸ δὲ ἀρνύμενος ἀντὶ τοῦ ποιούμενος καὶ ὡσπερ ἀποδιδοὺς
ἢ μᾶλλον ἀπολαμβάνων καὶ ἔχων καὶ κρατῶν βλάβην ἀντίποινον τῆς ἐμῆς λύμης. A.
ὅ ἐστι τυφλώσεως. M. λαμβάνων καὶ ἀφαιρούμενος ἀντέκτισιν τῆς ἐμῆς βλάβης καὶ τυφλώσεως. B. θηρῶν: τῶν γυναικῶν φησι. B. rec. τιθέμενος: εἰς ἀνταπόδοσιν. B.
αὐτὰς τιμωρούμενος ἀνθʼ ὧν εἰς ἐμὲ τοιαῦτα ἐτεχνάσαντο. Gu. λώβαν: βλάβην. Gr. ὕβριν. Fl. 10.
ἢ ἀναπλήρωσιν, οἷον ἀντὶ παιδὸς ἔχω τὸν δεῖνα. Gr.
λοιπαῖς αἰχμαλώτοις γυναιξὶ Βάκχας. τὸ δὲ ὅλον, ποῖ φέρομαι καταλιπὼν τὰ τέκνα μου τοῖς Βάκχαις καὶ τοῖς κυσὶ τροφὴν καὶ τοῖς ὄρεσι ῥίμμα; ὑπενόει γὰρ ὡς μετὰ τὴν αὐτοῦ ἐξέλευσιν ῥίψουσιν αὐτὰ ἐν ὄρει. ἡ δὲ σύνταξις οὕτω, ποῖ φέρομαι λιπὼν τὰ τέκνα μου τοῖς Βάκχαις διαμοιρᾶσαι, ἤγουν διασπαράξαι μεληδὸν καὶ τοῖς
κυσὶ πάλιν καταλιπὼν τὸν ἀπὸ σφαγῆς φόνον, ἤγουν αὐτὰ τὰ οἰκεῖα τέκνα, δαῖτα ἀνήμερον; καταλιμπάνω δὲ αὐτὰ καὶ ἐκβολὴν, ἤγουν ῥίμμα, ὀρείαν, δηλονότι εἰς τὸ ὄρος, ῥιφῆναι. ἀπὸ κοινοῦ δὲ τὸ καταλιμπάνω. A.
κινήσεως λαμβάνεται, διὰ τῆς οι διφθόγγου γράφεται, ὅτε δὲ ἐπὶ στάσεως, διὰ τοῦ η. καὶ δῆλον ἀπὸ τοῦ πᾷ στῶ. εὕρηται δὲ καὶ ἐπὶ κινήσεως καὶ διὰ τοῦ η, καὶ δῆλον ἐκ τοῦ πᾷ βῶ, καὶ πᾷ κέλσω. Ι. ποῖ φέρομαι ποῦ ἄγομαι, τὰ ἐμὰ τέκνα μεμονωμένα λιπὼν ταῖς Βάκχαις τοῦ Ἅιδου, ὥστε διασπαράξαι καὶ διαμοιρᾶσαι μεληδὸν, 253 καὶ τοῖς κυσὶ δαῖτα ἐσφαγμένην, φονίαν, ἀνήμερον, καὶ ἐκβολὴν ῥίψιν ὀρεινήν. ὑπενόει γὰρ αὐτὰς ῥῖψαι τοῖς κυσὶ μετὰ τὸ σφάξαι τοὺς παῖδας αὐτὴν φονικὴν καὶ ἀπάνθρωπον εὐωχίαν καὶ ὀρεινὴν ἀποβολήν. I. Ἄλλως. ποῖ φέρομαι τὰ ἐμὰ τέκνα μεμονωμένα λιπὼν ταῖς Βάκχαις τοῦ Ἅιδου, ἤγουν ταῖς μαινομέναις ἐπὶ φόνοις καὶ
ὑπουργίᾳ τοῦ Ἅιδου, ὥστε διαμοιρᾶσαι, καὶ τοῖς κυσὶ δαῖτα σφακτὰν, ἤτοι ἐσφαγμένην, φονίαν, ἀνήμερον, καὶ ἐκβολὴν ὀρείαν. Ι. ἐπειδήπερ, ἡνίκα διεμερίσαντο αὐτὰ, ἔμελλον ῥίψειν τοῖς κυσὶ βρώματα, διὰ τοῦτο πρῶτον εἶπε διαμοιρᾶσαι, εἶτα ἐπάγει τὸ σφακτὰν κυσί τε φονίαν, δεικνὺς τὸν διαμερισμὸν οὐδὲν ἄλλο ἐσόμενον ἢ τοῖς
κυσὶ ῥίψιν καἰ δαῖτα. τὸ δὲ ἀνήμερον καὶ τὸ ὀρεινὰν λέγει διὰ τὸ τὰ ἐν ὄρει ὄντα ἄγρια θηρία οὕτω διαμερίζειν, ἅ ἂν τῶν ζώων θηράσωσιν. Gu. l.
καὶ ἐμαίνοντο περὶ τὴν ἑορτὴν, λέγει καὶ ταύτας Βάκχας. ὅτι δὲ οὐκ εἰς γέλωτα τὰ τούτων καὶ ἡδονὴν, λέγει τοῦ Ἅιδου, ταῖς μαινομέναις ἐπὶ φόνοις καὶ ὑπουργίᾳ τοῦ Ἅιδου. Gr. ταῖς τοῦ Διονύσου μαινομέναις. M. ταῖς μανικαῖς γυναιξί. Fl. 59. αἱ Βάκχαι τοῦ Διονύσου ἐνθουσιῶσαι περιεπάτουν ὡς μαινόμεναι, καὶ τὸν προστυχόντα
ἐκείναις ἐκράτουν καὶ ἐκόλαζον. ἴσως δὲ καὶ ἠλευθεροῦτο. αἱ δὲ αἰχμαλωτίδες γυναῖκες Βάκχαι εἰσὶ τοῦ Ἅιδου θανατοῦντες εὐθύς. Fl. 59. Βάκχαις Ἅιδου εἶκε διὰ τὰς Τρῳάδας, διὰ τὸ εἶναι αὐτὰς φονικὰς καὶ ἀπηνεῖς. ἤσαν γὰρ καὶ ἕτεραι Βάκχαι, ἀλλὰ ᾄδουσαι ἐπὶ καλῷ καὶ ἐπὶ τέρψει τῶν ἀνθρώπων. Καὶ ἄλλως. διὰ τὸ εἶναι
αὐτὰς αἰτίας θανάτου πικροῦ τῶν τέκνων αὐτοῦ καὶ ἀπωλείας καὶ 254 εἰσαγωγῆς Ἅιδου παρὰ καιρόν. Fl. 33. ταῖς Τρῳάσι. B. διαμοιρᾶσαι: διασπαράξαι μεληδόν. B. M. Fl. 33. Gr. κατατεμεῖν. Gr.
(λέγει δὲ τὸν τόπον ἔνθα ἐσφαγμένα τὰ τούτου τέκνα κατέκειτο) ὀφείλων ταῦτα φυλάξαι πρὸς τὸ μὴ ὑπὸ τῶν Τρῳάδων ῥιφῆναι κυσὶν, ὡς ναῦς τὸ ἄρμενον συστρέφων καὶ συστέλλων, δηλαδὴ τῶν ὀφθαλμῶν στερηθείς· ὅπερ γάρ ἐστι τῇ νηὶ τὸ ἱστίον, τοῦτο τῷ σώματι ὁ ὀφθαλμός. A.B.I.
καὶ σχοινίοις τὸ λινόκροκον φᾶρος, ἤτοι λαῖφος. Gu. I. τὸ δὲ πᾷ βῶ πρὸς τὸ ἐσσυθεὶς συναπτέον· τὸ δὲ στέλλων μετὰ ταῦτα λέγει. οἱ δὲ λέγοντες λινόκροκον φᾶρος τὸν ὀφθαλμὸν, καὶ οὐ τὸ λαῖφος, ἄρʼ ἔχει τίς ἂν εἰπεῖν ὡς οὐ μάλιστα πάντων οἵδε ἀμαθεῖς; Ι.
ὀλέθριον καλεῖ, ἀπὸ τοῦ τῶν τέκνων πάθους τὴν προσηγορίαν αὐτῷ θείς. Gu. I.
καὶ κακωτικός. I.
ἐπὶ τῆς τιμωρίας. Fl. 33. ἐπιτίμιον ἡ τιμωρία, ἐπιτιμία δὲ ἡ τιμή. Fl. 59.
χαλεπὰ ἐπάθομεν. οἴμοι ἕνεκεν τῆς ἐμῆς βλάβης. εἰς ποῖον μέρος πορευθῶ : εἰς τὸν αἰθέρα ἀναπτάμενος τὸν ὑψηλὸν ἀΐξω, εἰς τὸ ἐν ὕψει κείμενον οἴκημα, ἔνθα ὁ Ὠρίων ἢ ὁ Σείριος ἀφίησιν ἀπὸ τῶν ὀφθαλμῶν λαμπηδόνας πυρὸς φλογέας: ἢ ἀίξω ὁ τάλας εἰς τὸν πορθμὸν τὸν μελανοχρῶτα τοῦ Ἅιδου. I.
πολέμου. Fl. 33.
τοὺς δόρατα πολεμικὰ καὶ λόγχας φέροντας, ἤγουν τοὺς στρατιώτας. M. Fl. 25.
Gu.
εἰς ποῖον μέρος ἵνα τράπωμαι. εἰς ποῖον μέρος πορευθῶ. Gr. ἀτραπὸς λέγεται κυρίως τὸ παρὰ τῆς ὁδοῦ ἐκφερόμενον. Fl. 25.
εἶδος ἄστρου, ἢ ὁ Σείριος αὐγάζουσιν, ἢ πρὸς Αἴθην μελανοχρῶτα ὁρμήσω, ὅ ἐστι τὸν σκοτασμόν. Fl. 33.
ὧν ὑπὸ σκορπίου δηχθεὶς ἀνῃρέθη, ὅτι Ἀρτέμιδος ἐπεθύμησε·) τοῦ δὲ Σειρίου ὡς καυστικοῦ· διακαὴς γὰρ ἦν καὶ αὐτὸς τῷ πάθει, καὶ δυσχεραίνων ἀπαραμύθητα καὶ ἀπολέσθαι ζητῶν. Gu. I. Ὠρίων ἀπὸ τοῦ οὔρου γίνεται· λέγεται γὰρ ὅτι οἱ θεοὶ οὐρήσαντες ἐπάνωθεν βοὸς δέρματος, ἐξέφυσεν αὐτὸς, καὶ ὡς ἀπὸ τοῦ οὔρου ἐκλήθη Ὠρίων·
διὸ καὶ ψιλοῦται Ὠρίων. λέγεται τὸ παρὰ τοῖς κοινοῖς λεγόμενον 258 ἀροτρόπουν, συγκείμενον ἀπὸ ἄστρων ἑπτά. Σείριος δὲ λέγεται ὁ κύων Ι. Σείριος: ὁ μὲν Ἡσίοδος Σείριον τὸν Ἥλιόν φησιν, οὕτος δὲ Σείριον ὀνομάζει ἀκολούθως καὶ ὁμοίως Ὁμήρῳ τὸν ὑπὸ τὸ γένειον τοῦ κυνὸς ἀστέρα, ἕτερον ὄντα ἀστέρα. ὅλον δὲ τὸ ἄστρον κύων
λέγεται, ὅπερ ἐκ πολλῶν ἀστέρων σύγκειται. ὁ δὲ ὑπὸ τὸ γένειον τοῦ κυνὸς ἀστὴρ Σείριος λέγεται. A. Fl. 10. 33. ἐπὶ τούτῳ δὲ, φησὶ Πολυμήστωρ, τὸν ἀστέρα ἀνέλθω ἀναπετασθεὶς ἢ εἰς τὸν αἰθέρα τοιαῦτα δὲ οἱ δυσανασχετοῦντες καὶ μὴ δυνάμενοι ὑπὸ ἐν θλίψεσι φθέγγονται. σημείωσαι δὲ ὅτι δοκεῖ ὁ Σείριος οὗτος ἀστὴρ λαμπρότερον
συνὼν τῷ κυνί. A.
ἐγὼ δέ φημι διὰ τὴν Ἀχερουσιάδα λίμνην τοῦτο λέγεσθαι. καὶ μαρτυρεῖ τὸ προηγούμενον ὡς οὐδὲν ἄλλο δηλοῖ τὸ ἐς Ἀΐδα πορθμὸν ἀλλ’ ἢ τὸν πορθμὸν τὸν εἰς τὸν τόπον τοῦ Ἅιδου φέροντα. Gu. I. διαφέρει πορθμὸς καὶ ἰσθμός. ἰσθμὸς μὲν γὰρ τόπος χέρσος μέσος δύο θαλασσῶν, πορθμὸς δὲ θάλασσα μέσον ξηρᾶς γῆς. Fl. 33. ᾄξω:
ὁρμήσω, πορευθῶ. Fl. 6. 9. 21. 50. 59.
τουτέστιν, ὁ κακοῖς συνὼν ἀφορήτοις συγγνωστέος ἐστὶν ἀποθανών. τοῦτο δὲ εἶπεν ὁ χορὸς διὰ τὸν Πολυμήστορα, στερηθέντα τῶν τέκνων καὶ τυφλωθέντα, καὶ τὰ μέγιστα δυσχεραίνοντα καὶ ἀπολεγόμενον τὸ ζῆν, ἐξ ὧν αὐτὸς ἄνωθεν πρὸ τοῦ χοροῦ ἐδήλωσεν, εἰς αἰθέρα ἢ εἰς Ἅιθην ὁρμῆσαι βουλόμενος. Gu. I. συγγνωστὸν πρᾶγμα ὑπάρχει,
ὅταν τις ἄνθρωπος ἐξαπαλλάξοι καὶ ἐλευθερωθείη τὰ κακὰ πάθη τῆς ταλαίνης ζωῆς τὰ κρείσσονα καὶ τὰ ἐπικρατέστερα ὑπάρχοντα, ἢ καὶ παρὸ φέρειν καὶ ὑπομένειν αὐτὰ, ἤγουν κρεῖττον ἔνι, ἵνα ἀποθάνῃ τις παρὸ ἵνα φέρῃ καὶ ὑπομένῃ τὰ κακὰ πάθη, ἅπερ οὐδὲν δύναται ἐκεῖνος καὶ βαστάζει εὐκόλως. λέγει δὲ τοῦτο διὰ τὸν
Πολυμήστορα, ὅτι κρεῖττον ἔνι ἵνα ἀποθάνῃ παντελῶς παρὸ ἵνα βαστάζῃ τὴν τύφλωσιν καὶ τὴν σφαγὴν τῶν τέκνων αὐτοῦ. Fl. 59. συγγνώμης ἐστὶν ἄξιος ἀπαλλαγῆναι τῆς ζωῆς τὸν παθόντα δεινὰ κρείττονα, ὅ ἐστι μείζονα, παρὰ τὴν οἰκείαν δύναμιν. τοῦτο δὲ εἴρηκε διὰ τὴν Ἑκάβην, ἐπεὶ καὶ κρεῖττον ἦν αὐτῇ τῆς ζωῆς ἀπαλλαγῆναι
παρὸ παθεῖν τοιαῦτα δεινὰ καὶ πέρα δεινῶν. Fl. 33. εἰρωνευόμενος ὁ χορὸς ταῦτά φησι πρὸς τὸν Πολυμήστορα. Gr. συγγνώσθ’: συγγνώμης ἄξιον. κουφίζεται γὰρ κατὰ τοὺς ποιητὰς καὶ τὸ ον ὡς καὶ τὰ δίφθογγα. Gr.
ὡς πνέω πνοὴ, οὕτω καὶ ζέω ζοὴ χρείᾳ τοῦ μέτρου. Fl. 2. 25.
ἐβόησεν· εἰ δὲ μὴ ᾔδειμεν ὅτι ἐπορθήθη ἡ Ἴλιος, ἐφοβήθημεν ἂν νομίζοντες ἔφοδον τῶν Τρωϊκῶν στρατῶν. A. ἀκούσας τῆς Πολυμήστορος κραυγῆς ὀ Ἀγαμέμνων παραγίνεται πρὸς τὴν σκηνὴν τῆς Ἑκάβης, ἔνθα ὁ Πολυμήστωρ ἐτυφλώθη, λέγων ταῦτα· ἐγῶ τῆς κραυγῆς ἀκούσας ἦλθον ἐνταῦθα· οὐ γὰρ σιωπῶν ἐφώνησεν. Fl. 33.
καὶ ὁ Ἀγαμέμνων καθʼ ὑπόκρισιν ταῦτά φησιν. Gr.
ἠχώ. Gu. λέλακʼ : ἤχησεν. Gr. ἐφώνησεν. Gu.
παρέχουσα. Gr. ποιοῦσα, ἐμβάλλουσα. Gu. θόρυβον: ταραγμόν. Gr. ταραχὴν καὶ ἔκπληξιν. Gu.
ἐποίησε τὸ ὄμμα τυφλὸν, τὰς κόρας τῶν ὀφθαλμῶν αἱματηρὰς ποιήσας: καὶ τούσδε τοὺς παῖδας τίς ἔκτεινεν; ὄντως μέγαν θυμὸν ἐκέκτητο ἐπὶ σὲ καὶ τοὺς σοὺς παῖδας, ὅστις ἄρα ὑπῆρχεν. Ι.
μὴ φωραθεὶς ὅτι προωμίλησεν αὐτῷ, καὶ διὰ τοῦτο ἐρωτῷ τὸν Πολυμήστορα τίς σε ἀπώλεσε ; A.
λέγει· εἰώθασι γὰρ οἱ ἄνθρωποι μείζονα τὰ παρόντα τῶν μὴ παρόντων κακῶν ἡγεῖσθαι. Cant. Gr. ἤγουν ἐπέκεινα ἀπωλείας εἰργάσατό με διὰ τὸ ζῆν με τυφλόν. Gu.
σὺ τόδε, ὡς λέγει, τὸ ἔργον ἐποίησας, σὺ τὴν τόλμαν, ὦ Ἑκάβη, τήνδε ἐτόλμησας τὴν ὑπερβολικήν; Ι.
10. 33.
τῶν θεῶν σε παρακαλῶ, ἄφες με ἐπαγαγεῖν αὐτῇ τὴν μαινομένην χεῖρα. l.
I. τὸ βάρβαρον: τὴν ἄλογον ὁρμήν. B. τὸ θυμικόν. M. πολλάκις ἀντὶ προσηγορικοῦ ὀνόματος θηλυκοῦ μονογενοῦς τίθεται οὐδέτερον, οἷον τὸ σοφὸν τοῦ δεῖνος ἀντὶ τοῦ ἡ σοφία, τὸ αὐτεξούσιον, ἤγουν ἡ αὐτεξουσιότης, τὸ βάρβαρον ἀντὶ τοῦ ἡ βαρβαρότης. I. τὸ θυμῶδες. Gr. τὴν βαρβαρότητα, τὸ ἄγριον, τὸ θυμικὸν, τὸ θρασὺ
καὶ μανικὸν, ὃ ἔχουσι βάρβαροι. Gu.
διακείμενος οὐ μόνον οὐκ ἀμύνει αὐτῷ φανεὶς, ἀλλὰ καὶ ἐπιτιμᾷ ὡς δῆθεν ἀτακτοῦντι, καὶ μετὰ τὴν τοιαύτην συμφορὰν ἐξέτασιν καὶ 263 κρίσιν ποιεῖται· ὁ Πολυμήστωρ δὲ ἀγνοῶν ὡς φίλον ἀληθῆ ἐπικαλεῖται τοῦτον. Gr.
ἐν τοῖς ἐμοῖς δόμοις, ὑποψίαν ἔχων τῆς Τρωϊκῆς κρατήσεως. τοῦτον τὸν Πολύδωρον ἐφόνευσα. ἀντὶ τίνος δὲ αἰτίας ἐφόνευσα αὐτὸν ἄκουσον. (προκατάστασις τὸ σχῆμα.) ἔδεισα ἵνα μὴ ὁ παῖς καταλειφθεὶς σὸς ἐχθρὸς συνάξῃ τὴν Τροίαν καὶ συνοικίσῃ ἐκ δευτέρου, οἱ δὲ Ἀχαιοὶ μαθόντες τινὰ ἀπὸ τῶν υἱῶν τοῦ Πριάμου ζῶντα
κινήσειαν πάλιν ναυτικὸν εἰς τὴν γῆν τῶν Τρώων, καὶ μετὰ ταῦτα ἀφανίζοιεν ταῦτα τὰ χωρία τῆς Θράκης, λείας ἀπελαύνοντες, τοῖς δὲ γείτοσιν ἡμῖν τῶν Τρώων ὑπάρξειε κακὸν, ἐν ᾧ κακῷ ἀρτίως ἐπάσχομεν. ἡ Ἑκάβη δὲ μαθοῦσα τὸν θάνατον τοῦ παιδὸς τοιῷδε δόλῳ ἤγαγεν ἐμὲ, ὡς λέξουσα τοὺς θησαυροὺς τοῦ χρυσοῦ τῶν υἱῶν τοῦ
Πριάμου κεκρυμμένους ἐν τῇ Τροίᾳ. ἐμὲ δὲ μόνον σὺν τοῖς τέκνοις εἰς τοὺς οἴκους εἰσφέρει, ὅπως μὴ ἄλλος τις ἄνθρωπος γνοίη τάδε. ἐκάθισα δὲ ἐν μέσῳ τῆς κλίνης, κλίνας τὸ γόνυ. πολλαὶ δὲ χεῖρες (ἤγουν γυναῖκες, ἀπὸ μέρους τὸ πᾶν, ὡς τὸ “τοίην γὰρ κεφαλήν” ἀντὶ τοῦ ἄνδρα) πολλαὶ δὲ κόραι Τρώων παρθένοι ἐκάθηντο, αἱ μὲν
ἀπὸ τῆς ἀριστερᾶς, αἱ δὲ ἀπὸ τῆς δεξιᾶς, καθὰ ποιοῦσιν εἰς φίλους, κρατοῦσαι τὸ ὕφασμα (ἀπὸ γὰρ τοῦ ποιοῦντος, τῆς κερκίδος, τὸ ποιούμενον ὠνόμασε) τῆς Μακεδονικῆς χειρός ἐπήνουν, ὑπὸ τὸ φῶς τοῦ ἡλίου θεώμεναι τάδε τὰ ἱμάτια. ἄλλαι δὲ τὸ Θρᾳκικὸν ἀκόντιον θεωροῦσαι, (τοῦτο γὰρ εἶπε κάμακα) μεμονωμένον ἐποίησαν τοῦ διπλοῦ
ἐνδύματος, τοῦ ἀκοντίου καὶ τοῦ ὑφάσματος. Ι.
264 μόνον εἰς τὸ νεώτατος ἀπὸ τῶν ἑτέρων υἱῶν τοῦ Πριάμου, ἀλλὰ προσέθηκε τὸ παῖς. Fl. 56.
Gr. τὸν λαὸν τῆς Τροίας. Gu. ἀθροίσῃ: περισυνάξῃ. Gu. κατοικίσῃ : κατῳκισμένην ποιήσῃ. Gu.
Gu.
Gu. I. θανάσιμον: τὰ ἐπίθετα ἢ ἕτερόν τι δηλοῦσι τῶν ὀνομάτων ἐφʼ ὧν λέγονται, ἢ εἰ τὴν αὐτὴν αὐτοῖς ἔχουσι σημασίαν, πρὸς ἀντιδιαστολὴν ἑτέρου σημαινομένου λέγεται, ἢ ἑτέραν τινὰ αἰτίαν ἔχει καθʼ ἣν λέγεται, ἐνταῦθα δὲ τὸ θανάσιμος ἐπιθετικῶς λεγόμενον οὔτε ἕτερόν τι σημαίνει ἢ ὁ θάνατος ἐσήμαινεν οὕτε ταυτὸ σημαῖνον αὐτῷ
πρὸς ἀντιδιαστολὴν ἑτέρου σημαινομένου λέγεται· οὐ γὰρ ἔστι ποτὲ θάνατος μὴ θάνατον ἐμποιῶν, οὕτε ἄλλην τινὰ αἰτίαν ἔχει καθʼ ἣν 265 λέγεται. ὥστε ἀρκοῦντος τοῦ θανάτου τῷ λόγῳ, τὸ θανάσιμος περιττῶς λέγεται κατὰ ποιητικὴν ἄδειαν. Gr. I.
καὶ καθεσθέντος προσῆλθον αὐτῷ αἰ εἶχον συμβολὴν μετὰ τῆς Ἑκάβης αὐτὸν τυφλῶσαι αἰχμαλωτίδες, καὶ αἱ μὲν ἐξ ἀριστερᾶς αὐτοῦ ἐκάθισαν, αἱ δὲ ἐκ δεξιῶν ὥσπερ παρὰ φίλων Τρώων κόραι, καὶ τοὺς αὐτοῦ πέπλους εἰληφυῖαι καὶ αἴρουσαι πρὸς τὰς τοῦ ἡλίου αὐγὰς ἐπῄνουν αὐτοὺς, τοῦτο μὲν ὡς λαμπροὺς, τοῦτο δὲ ὡς ἐπιστημόνως
κατεσκευασμένους. πᾶς γὰρ ὁ μέλλων ἀκριβῶς σκοπῆσαι πέπλον εἰ καλός ἐστι πρὸς τὰς τοῦ ἡλίου ἀκτῖνας τοῦτον ὁρᾷ, καὶ αὖται δὲ πάστριαι οὖσαι ἐθαύμαζον αὐτόν. τοῦτο δὲ ἐποίουν ὅπως συλλήψονται αὐτοῦ τὰς χεῖρας. καὶ αἱ μὲν ἐποίουν οὕτως, ἄλλαι δὲ τὸ ἀκόντιον αὐτοῦ ἐθαύμαζον καὶ ἑτέρα τῇ ἑτέρᾳ τοῦτο παρεχόμεναι εἰσήγαγον
καὶ αὐτὸ εἰς τὴν ἔσωθεν σκηνήν. τοῦτο δὲ ἐποίουν ὅπως ἔρημος γενόμενος παντὸς ξίφους συντόμως κατεργασθῇ. διηγεῖται δὲ ταῦτα ὁ Πολυμήστωρ τὸν δόλον αὐτῶν ἐκφαίνων καὶ πῶς αὐτὸν ἠπάτησεν. A. πολλαὶ δὲ χεῖρες: κόραι λέγω Τρώων, ἤγουν νέαι καὶ παρθένοι, ἐκάθηντο, αἱ μὲν ἐξ ἀριστερᾶς, αἱ δʼ ἔνθεν, ἤγουν ἀπὸ τῆς δεξιᾶς, ὡς
δὴ παρὰ φίλῳ, καὶ ἔχουσαι ἤγουν κρατοῦσαι τὴν κερκίδα, ἀντὶ τοῦ ὕφασμα τῆς Ἠδωνικῆς χερὸς ἀντὶ τοῦ τῆς Μακεδονικῆς χειρὸς, ἐπῄνουν λεύσσουσαι ὑπὸ τὰς αὐγὰς, ἤγουν ὑπὸ τὸ φῶς, τούσδε τοὺς πέπλους. Gr. I. τὸ χεῖρες καὶ τὸ κόραι ἐκ παραλλήλου. Gu. I. ἀντὶ 266 τοῦ γυναῖκες, ἀπὸ μέρους τὸ πᾶν, ὡς τὸ “τοίην γὰρ κεφαλήν” ἀντὶ τοῦ τοιοῦτον ἄνδρα. B. M. Fl. 10. 33.
ὡς δὴ θάκουν καὶ ἐκαθέζοντο παρʼ ἐμοὶ τῷ φίλῳ αἱ κόραι τῶν Τρώων ἔχουσαι τὴν κερκίδα τῆς Ἠδωνῆς χερὸς, ἤγουν τῆς Ἠδωνικῆς καὶ τῆς Μακεδονικῆς· μετὰ γὰρ τῶν κερκίδων ὑφαίνουσι τὰ πέπλα. συγκόπτεται τὸ Ἠδωνικῆς καὶ γίνεται Ἠδωνῆς. τοιοῦτον δέ ἐστιν ὡς τὸ ῥητορευόμενος ἀντὶ τοῦ ῥητορικῶς. Fl. 59. κερκίδʼ : κερκὶς
ἡ τῆς πίτυος κορυφὴ ἢ αἰγείρου. καὶ εἶδος ὄρνιθος. B. rec. ἀντὶ τοῦ ὕφασμα. Gr. τὸ ὕφασμα, ἱμάτιον, πέπλον. Gu. ἀντὶ τοῦ τὸ γινόμενον ἐκ τῆς Ἠδωνικῆς, ὅ ἐστι Θρᾳκικῆς, χειρὸς ἱμάτιον. ἀπὸ δὲ τοῦ ποιοῦντος τὸ ποιούμενον ὠνόμασεν. ὤφειλε γὰρ εἰπεῖν ἱμάτιον καὶ εἶπε κερκίδα. ἐκ γὰρ τῆς κερκίδος κάμνεται τὸ ἱμάτιον.
τὸ δὲ Ἠδωνῆς ἀντίπτωσίς ἐστιν ἀντὶ τοῦ Ἠδωνίδος χερός. A.B. Ἄλλως. κερκίδας Θρᾳκικὰς κατέχουσαι· Ἠδωνοὶ γὰρ οἱ Θρᾷκες. B. τὸ ὕφασμα ἐνταῦθα, ἀπὸ τοῦ ποιοῦντος τὸ ποιούμενον· κερκὶς γὰρ κυρίως ὁ ἄτρακτος, ἐν ᾧ ὑφαίνουσιν. Gu. I. εἷμα ἢ σιδηροῦν. Fl. 10. Ἠδωνῆς: ἀντὶ τοῦ Μακεδονικῆς. Gr. Θρμκικῆς· μέρος γὰρ ἡ
Μακεδονία τῆς Θράκης. Gu.
διστόμου, ἐπὶ δὲ τῆς χλανίδος διπλῆς. Fl. 10. 21. δίπτυχον στόλισμα 267 τὴν διπαλτίαν φησί. τὸ γὰρ παλαιὸν οἱ πολεμοῦντες δύο παλτὰ ἐβάσταζον, τὸ μὲν ἓν μικρὸν, ὃ καὶ πόρρωθεν ῥιπτοῦντες ἠκόντιζον τοὺς ἐναντίους, τὸ δὲ ἕτερον μεῖζον. ἢ δίπτυχιν στόλισμά φησι τὸ δόρυ διὰ τὸ τὰ Θρᾳκικὰ ἀκόντια δίστομα εἶναι καὶ ἄνω καὶ κάτω σιδήρους ἔχειν, τὸ μὲν κάτω, ἵνα πήγνυται ἐπὶ τῆς γῆς, τὸ δὲ
ἄνω, ἵνα τιτρώσκῃ. A. Ἄλλως. γράφεται καὶ στοχίσματος, ἵνʼ ᾖ τῶν λογχῶν. εἰ δὲ στολίσματος, τοῦ ἱματίου λέγει, οὐκέτι δὲ ὅλως γράφεται τὸ “ἄλλαι δὲ κάμακα Θρῃκίαν θεώμεναι,” ἀλλὰ πρὸς τὸ “ᾔνουν θʼ ὑπʼ αὐγάς” τὸ “γυμνόν μʼ ἔθηκαν διπτύχου στολίσματος,” ἵνα λείπῃ ὁ καί ἀντὶ τοῦ καὶ γυμνόν. A.M. Fl. 21. καὶ ἄλλως.
διπτύχου στολίσματος: ἢ διπτύχου στολίσματός φησι τῆς χλανίδος καὶ τοῦ ἀκοντίου, παρ᾿ ὅσον καὶ αὐτὸ πρὸς ἄμυναν καὶ φυλακὴν τοῦ σώματος ἐβάσταζεν. Ὅμηρος “δώσω δʼ ὀξὺν ἄκοντα κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν.” Ἄλλως. ἐπὶ μὲν τοῦ δόρατος διστόμου, ἐπὶ δὲ τῆς χλανίδος λεπτῆς, ἢ ὅ φησιν Ὅμηρος δίπλακα. B. διπτύχου δὲ τινὲς
τῆς διπαλτίας, ἀλλ᾿ οὐκ ἐᾷ τὸ κάμακα ἑνικόν. A.B.M. Fl. 21. Καὶ ἄλλως. στολίσματος: καὶ ἀλλαχοῦ “οὐκ ἀγκυλωτοῖς Θεσσαλῶν στοχίσμασιν.” ἐὰν δὲ στοχίσματα, λείπει ὁ καί, καὶ ἡ σύνταξις πρὸς τὸ “ᾔνουν θʼ ὑπʼ αὐγάς.” M. Fl. 21.
μητέρες, τὰ ἐμὰ παιδία λαβοῦσαι, ὡς εὐειδῆ ὄντα, ἐξεθαύμαζον ἄλλη τῇ ἄλλῃ ἀνὰ μέρος ἀποδιδοῦσαι, ὅπως ἐμοῦ τοῦ πατρὸς πορρωτάτω γένοιντο καὶ εὐχερέστατα αὐταῖς εἴη πρὸς ἀναίρεσιν τὰ ἐμὰ τέκνα. B.M.I. ὅσαι δὲ τῶν γυναικῶν τὰ ἐμὰ τέκνα ὁρῶσαι ἐδόκουν ἐκπλήττεσθαι ἐν χεροῖν ἔπαλλον, ἤγουν ἔτυπτον, ἵνα ἀπογένωνται τοῦ
πατρός. Fl. 33.
πατρὸς γένοιντο. M. ἵνα γένοιτο πόρρω, μακρὰν ἐμοῦ τοῦ πατρός. Fl. 59. 76. διχῶς τοῦτο, ἢ ὅτι ἐν ταῖς διαδοχαῖς γένοιτο βελτίονες τοῦ πατρὸς ἐμοῦ, ἢ ὅτι ἵνα γένωσι μακρὰν τοῦ πατρὸς τοῦ σφάξαι αὐτούς. Fl. 21. πορρωτάτω ἢ βελτίονα. Fl. 10.
διαδιδοῦσαι. ἀλλακτικῶς λαμβάνουσαι. Gu. μεταδιδοῦσαι. Fl. 10. ὡς εὐχερέστατα αὐταῖς. φησὶ πρὸς ἀναίρεσιν. Fl. 10. ἀνταλλαττόμενοι. ἐδίδου ἡ μία πρὸς τὴν ἑτέραν. Fl. 59.
λαβοῦσαι ξίφη ἐκ τῶν ἱματίων. καλῶς δὲ πρῶτον ἀπέκτειναν τοὺς παῖδας, ἵνα θεωρῶν ὁ πατὴρ πλέον ἀνιῷτο. A.B.I.
ἀπὸ τῆς κόμης ἐκεῖναι ἐκράτουν, εἰ δὲ ἐκίνουν τὰς χεῖρας, ὑπὸ τοῦ πλήθους τῶν γυναικῶν κωλυόμενος οὐδὲν ἐτελείουν ὁ ἄθλιος. τὸ 269 ἔσχατον δὲ βλάβος τοῦ βλάβους πλέον ὑπῆρχεν· ἐποίησαν χαλεπὰ, περόνας λαβοῦσαι αἱ γυναῖκες κεντοῦσι τὰς ἀθλίας κόρας τῶν ἐμῶν ὀφθαλμῶν, καὶ αἱματηρὰς ποιοῦσιν, εἶτα κατὰ τοὺς οἴκους φυγάδες γενόμεναι ἐπορεύθησαν. ἐκπηδήσας δʼ ἐγὼ καθάπερ θὴρ ἐδίωκον τὰς φονικὰς κύνας, ἐξετάζων καὶ ἐρευνῶν πάντα τὸν τοῖχον, καθὰ κυνηγός,
κρούων, τύπτων. τοιαῦτα ἔπαθον σοῦ χάριν σπουδάζων καὶ τὸν ἐχθρόν σου φονεύσας, ὦ Ἀγάμεμνον. ἵνα δὲ μὴ εἰς πολὺ ἐκτεταμένους ἐξαπλῶ τοὺς λόγους, ἐάν τις τῶν παλαιῶν ἐβλασφήμησε τὰς γυναῖκας, ἢ ἀρτίως ἐστί τις λέγων κακῶς, ἢ ἀπόκειται λέγειν, ταῦτα πάντʼ ἐγὼ συναθροίσας καὶ συντόμως συλλαβὼν εἴπω· οὕτε γὰρ θάλασσα οὕτε
γῆ ἀνατρέφει τοιόνδε γένος. ὁ δὲ διόλου συντυχὼν τῷ γένει τῶν γυναικῶν ὃ λέγω γινώσκει καλῶς. I.
Ἀττικόν. B.
γλώσσας τῶν κομβοθηλειῶν φασί· νῦν δὲ καταχρηστικῶς τὰς βελόνας λέγει. Gu. περόνας, σουβλία. Fl. 59. μαχαιρίδια ἢ κομβία. πόρπη κυρίως τὰ περονίδια τὰ τοῖς θηλυκοῖς ἐντιθέμενα τοῖς μαντείοις, 270 καταχρηστικῶς δὲ πᾶν τὸ διαπεῖρον καὶ διαπερονῶν. Fl. 33. τὰς ταλαιπώρους κόρας: τὸ ἑξῆς, ἐμῶν γὰρ ὀμμάτων τὰς ταλαιπώρους κόρας κεντοῦσιν. B. M.
τὰς Τρῳάδας γυναῖκας. A.
Gu.
γενόμενος, ὁ πεῖραν αὐτῶν εἰληφώς. Gu. ὅστις ἐστὶν ὁ ξυντυχήσας, ἐκεῖνος γινώσκει πῶς ἐστί. ὡς ἐξ ἀμάξης ἐδεξάμην ὕβρεις τοῦ λόγου. Fl. 33. ἐπίσταται: γινώσκει τὰ παῤ ἑαυτῶν. Fl. 59. ταύτας. Gu.
ταῖς καλαῖς ἑαυτὸν, ἐπὶ δὲ τῶν κακῶν τὸ πεφύκαμεν, τὸ μέτριον ἐνταῦθα ἔδειξεν. Gu. I. καὶ τὸ πολλαὶ ἱκανὸν ἦν καὶ μόνον τετελεσμένον ποιεῖν τὸν λόγον. νῦν δὲ ἐπάγει καὶ τὸ αἱ μέν, καὶ ποιεῖ τὸν λόγον ὡς ἀπʼ ἄλλης ἀρχῆς, ἵνʼ οἰκειότερον ἀποδοθῇ πρὸς αὐτὸ τὸ αἱ δέ. Gr. Ι. μηδὲν καὶ μηδαμῶς ἐπαίρου κατὰ τῶν γυναικῶν, ὦ
Πολυμῆστορ, μηδὲ τοῖς σαυτοῦ κακοῖς, ἤγουν ἕνεκα τῶν σῶν κακῶν ἑνώσας πᾶν, τὸ πᾶν, γένος τὸ θῆλυ ὧδε καὶ οὕτως μέμψῃ καὶ μέμψεσαι. ἀφʼ ἡμῶν γὰρ πολλαί εἰσιν ἐπαινεταὶ, ἄλλαι δὲ οὐκ ἐπαινεταί. ὁ δὲ Πολυμήστωρ θυμούμενος κοινῷ λόγῳ πάσας γυναῖκας οὐκ ἀγαθὰς καλεῖ. καὶ ὅρα τῆς Ἑκάβης τὴν φρόνησιν· οὐκ εἰσῆξεν ἑαυτὴν
τῷ ἀριθμῷ τῶν ἐπιφθόνων καὶ ζηλωτῶν γυναικῶν, εἰς δὲ τὸν ἀριθμὸν τῶν κακῶν εἰσῆξεν αὐτήν. Fl. 59.
κοινῶς τὸ γυναικεῖον ἅπαν φῦλον μεμφόμενον. A. ἀναισχύντως λέγε, ἐξάγου τῶν καθεστηκότων. Gu.
αἱ δὲ καταταττόμεθα μὴ οὖσαι φαῦλαι εἰς ἀριθμὸν τῶν φαύλων. M. πεφύκαμεν: ὑπάρχομεν, ἐσμέν. Fl. 59. λέγουσιν ἐνταῦθα ὅτι ὁ Εὐριπίδης ὑβρίζει τὰς γυναῖκας, τῷ φαινομένῳ μὲν διὰ τοῦ Πολυ- 272 μήστορος· καὶ ἐκείνου γὰρ ἡ γυνὴ ἐμοιχεύθη· καὶ εὑρὼν ἀρτίως ἀφορμὴν λέγει. Fl. 59.
πλέον τῶν πράξεων· ἅλ’ εἴτε ἀγαθὰ ἔπραξεν ὁ ἄνθρωπος, ἀγαθὰ ἔπρεπε λέγειν, εἴτε πάλιν ἔδρασε φαῦλα, ἔδει τοὺς λόγους ὑπάρχειν ἀσθενεῖς, καὶ μὴ δύνασθαι τὰ ἄδικα εὐλογοποιεῖν ποτέ. σοφοὶ μὲν οὖν ὑπάρχουσιν οἱ τάδε ἀκριβῶς μεμαθηκότες ῥήτορες, οἱ δυνάμενοι τὸ δίκαιον σοφίσασθαι ἐν ῥητορικῇ, ἀλλʼ οὐ δύνανται μέχρι τέλους
ὑπάρχειν σοφοὶ, ὡς τῆς ἀληθείας ἐν ὑστέρῳ φαινομένης. (ὡς καὶ Ἡσίοδός φησι “δίκη δʼ ὑπὲρ ὕβριος ἴσχει, ἐς τέλος ἐξελθοῦσα .”) κακῶς δὲ διεφθάρησαν, καὶ οὔπω οὐδεὶς ἐς τόδε ἐξέφυγε. Ι.
πραγμάτων, ἤγουν οὐκ ἔπρεπε τοὺς ἀνθρώπους λέγειν ἄλλα καὶ ποιεῖν ἄλλα. καὶ ὁ Πολυμήστωρ τῷ φαινομένῳ μὲν, κατεπείγοντος αὐτὸν τοῦ κακοῦ, λέγει, ὅτι διὰ τὴν τοῦ Ἀγαμέμνονος χάριν ἐφόνευσε τὸν Πολύδωρον, τὸ δὲ ἀληθὲς διὰ τὸν χρυσόν. Fl. 59.
ἐχρῆν γὰρ, φησὶν, ὑψηλοτέραν εἶναι τὴν γλῶσσαν τῶν πράξεων, ἀλλὰ ταῖς πράξεσι συμφωνεῖν. A.
οἱ τάδʼ ἠκριβωκότες: ἀκριβῶς μεμαθηκότες. Gr. τεχνασάμενοι, εὑρόντες. Gu. ἀκριβῶς ποιοῦντες, ἤγουν τὸ ψεύδεσθαι. Fl. 21. 273 μετʼ ἀκριβείας ἐπιστάμενοι πάντα, ἤγουν οἱ λέγοντες ἄλλα καὶ πράττοντες ἕτερα. Fl. 59. τάδε: τὰ ἄδικα δίκαια λέγειν, τὸ ποιεῖν τὰ κακὰ καλά. Gu.
δύνανται τελέως οἱ ῥήτορες ποιῆσαι τὸ δίκαιον ὁμολογουμένως ἄδικον. Gu. διὰ τέλους: μέχρι τέλους. B. κατὰ τὴν ψυχήν. Fl. 10. εἶναι σόφοι: ὑπάρχειν πονηροί. Fl. 59. νικῷ δηλονότι ἡ ἀλήθεια. Fl. 21. πανοῦργοι. B.
ἐξήλυξέ πω: καὶ οὔπω οὐδεὶς ἐξέφυγεν. Gr. τὸ μὴ δοῦναι δίκην. τὴν κατάγνωσιν. Gu. καὶ οὔπω οὐδεὶς ἐξέφυγε τοῦτο δηλονότι τὸ μὴ νικηθῆναι παρὰ τῆς ἀληθείας. Fl. 21.
ἐλεύσομαι, καὶ διὰ λόγων ἀποκρινοῦμαι. πῶς λέγεις τοὺς Ἕλληνας διπλοῦ πόνου ἀπαλλάσσων καὶ ἐλευθερῶν χάριν τοῦ Ἀγαμέμνονος τὸν ἐμὸν υἱὸν πεφονευκέναι; ἀλλ’, ὦ κακότροπε, ἐν πρωτολογίᾳ μὲν οὐδέποτε τὸ βάρβαρον γένος γένοιτʼ ἂν προσφιλὲς τοῖς Ἕλλησιν, οὐδὲ δυνηθείη ἂν γενέσθαι. τίνα δὲ χάριν σπουδάζων γενέσθαι σοι, πρόθυμος
ὑπῆρχες πρὸς τὸ βοηθῆσαι τούτοις ; ἆρα ἐπιγαμβρεύσων καὶ μέλλων συνάπτεσθαι αὐτοῖς εἰς γάμον τινά; ἢ ὑπάρχων τινὸς συγγενὴς, ἢ τίνα ἀφορμὴν ἔχων; ἢ ἔμελλον, πάλιν πλεύσαντες, ἀφανίσαι τὰ γεννήματα τῆς σῆς γῆς; τίνα νομίζεις πείσειν τάδε; εἰ θέλεις εἰπεῖν τὴν ἀλήθειαν, ὁ χρυσὸς ἐφόνευσε τὸν ἐμὸν υἱὸν, καὶ ἡ
αἰσχροκέρδεια ἡ σὴ, ἡ τοῦ σοῦ κέρδους ἐπιθυμία. I.
τὰ τόξα σου. Fl. 33. τὸ σόν: ὁ πρὸς σὲ λόγος. Gu. ὧδ᾿; οὕτως. Gr. ὡς ἔφην. Gu. φροιμίοις ἔχει: ἐν προοιμίοις διάκειται. Gr. ἤγουν ἐν τῇ ἀρχῇ τῶν λόγων, σὓς μέλλω εἰπεῖν. Gu.
τοὺς Ἀχαιοὺς πόνου ἐλευθερῶν διπλοῦ ἀντὶ τοῦ δευτέρου. Gr. ἀντίστροφον ἀντὶ τοῦ τοὺς Ἀχαιοὺς πόνου διπλοῦ. Gu. ὃς φῆς τοὺς Ἕλληνας διπλοῦ πόνου ἀπαλλάσσων τὸν ἐμὸν υἱὸν πεφονευκέναι. B. διπλοῦν: ἀντὶ τοῦ δευτέρου. Fl. 6. 9. 17. 21. 50. 59. 76.
καὶ κατὰ τὴν ἀρχὴν οὔποτε καὶ οὐδαμῶς γένοιτο ἂν τὸ βάρβαρον γένος φίλον καὶ προσφιλέστατον τοῖς Ἕλλησιν, ἤγουν ὁ Ἀγαμέμνων Ἕλλην, σὺ βάρβαρος, πῶς μέλλετε φιλιωθῆναι; σεμνύνεται δὲ τὸ γένος τῶν Ἑλλήνων, ὡς προτιμότερον πάντων τῶν βαρβάρων. Fl. 59. πρῶτον: ἐν πρωτολογίᾳ, ἤγουν κατὰ πρώτην εἰσβολὴν τοῦ λόγου μου
τοῦτό σοι λέγω. Gu.
Ἑλλήνων. A. B. M. Fl. 10.
φονεῦσαι τὸν υἱόν μου ; Fl. 59. λείπει τό χαρίσασθαι αὐτούς. Fl. 10.
τάδε: εἰς. Gu.
εἶπερ ἤθελες χάριν ποιῆσαι τῷ Ἀγαμέμνονι, ἔχων καὶ ἀνατρέφων ἐν τοῖς σοῖς οἴκοις τὸν παῖδα, οὐκ ἔκτεινας τότε. ἢ ζῶντα αὐτὸν οὐκ ἔφερες τοῖς Ἕλλησιν, ἀλλʼ ὅτε οὐκέτι ὑπήρχομεν ἐν εὐτυχίᾳ ἐν τῷ ζῆν, ἡ δὲ Τροία ἐσημαίνετο ὑπὸ τοῦ καπνοῦ, καὶ ἦν φανερὰ καιομένη ὑπὸ τῶν πολεμίων, ἐφόνευσας τὸν παῖδα τὸν φίλον, ἐπὶ τὴν οἰκίαν
ἐλθόντα τὴν σήν. πρὸς δὲ τούτοις ἄκουσον, ἵνα φαῦλος φανῆς. ἔπρεπεν, εἵπερ ὑπῆρχες φίλος τοῖς Ἕλλησι, τὸν χρυσὸν, ὃν λέγεις ἔχειν ἐν τοῖς δόμοις οὐ σὸν, ἀλλὰ τούτου, φέροντα δοῦναι τοῖς πενομένοις Ἀχαιοῖς, καὶ χρόνον πολὺν ἀπὸ τῆς πατρικῆς γῆς ἀποξενιτευθεῖσιν. Ι.
τοῖς γραμματικοῖς μεταφορὰ, παρὰ δὲ τοῖς ῥήτορσι τροπή. Gu.
φάει: τῷ ζῆ. B. ἐν εὐτυχίᾳ, ἐν φωτί. Gu. ζωῇ. Fl. 33.
λαμβάνοντες γὰρ ἔξωθεν τὸ ἑαυτὸ τοῦτο συνάγομεν. ἢ οὕτω· εἰποῦσα γὰρ ἡ Ἑκάβη τὸ “ἡνίχʼ ἡμεῖς οὐκέτʼ ἦμεν ἐν φάειʼ ἐπήγαγεν ἐφεξῆς τὸ “καπνῷ δʼ ἐσήμηνʼ ἄστυ πολεμίων ὕπο,” τουτέστι τὸ ἡμᾶς μηκέτι εἶναι ἐν φάει ἐσήμηνε καὶ ἔδειξε τὸ ἄστυ ἐν τῷ καπνῷ ὑπὸ τῶν πολεμίων· ὧν γὰρ ὁ πόλις πυρὶ πωραδέδοται, τούτων καὶ ἡ
εὐτυχία δήλη ἐντεῦθέν ἐστιν εἰς οὐδὲν χωρήσασα. Gu. φανερὰ ἦν ἡ Τροία καιομένη ὑπὸ τῶν πολεμίων. M.
ταῦτα. A.B.I. ἰστέον ὅτι ἐνταῦθα ἡ Ἑκάβη διαβάλλει τὸν Πολυμήστορα· οὐ γὰρ ἐμνημόνευσεν οὗτος τούτου, ὅτε περὶ τοῦ πῶς ἀπέκτεινε Πολύδωρον ἀπελογεῖτο. εὕρῃς δὲ καὶ ἕτερα τοιαῦτα παρά τε Σοφοκλεῖ καὶ τοῖς ἄλλοις. μὴ λάβῃς δὲ εἰς τὸ τοῦδε χάριν ἔξωθεν, ἀλλʼ ὥσπερ φαμὲν τὸ τοὺς εὐεργέτας ἀμείβεσθαι ἀρίστου ἀνδρὸς
ἔχομεν, οὕτω κἀνταῦθα νοεῖν δὲῖ. εἰ δὲ μὴ τὸ τοῦδε διὰ τὸν Ἀγαμέμνονα νοήσεις, ὡς ἅπαντες λέγουσιν, ἀλλὰ διὰ τὸν Πολύδωρον, οὐκ ἂν δόξη ἡ Ἑκάβη διαβάλλουσα· ἐρομένης γὰρ τοῦτον πρόσθεν αὐτῆς “ χρυ- 277 σὸς δὲ σῶς, ὃν ἦλθεν ἐκ Τροίας ἔχων,” ἀπεκρίνατο οὗτος, σῶς, καὶ πάλιν, ὀναίμην τοῦ παρόντος, ὦ γύναι. πρὸς οὖν τούτους τοὺς λόγους φησὶ νῦν αὐτὸ τοῦτο. Gu. ἀλλὰ τοῦδʼ ἔχειν: οὐκ εἶπεν. M.
νῦν ἀντὶ τοῦ ἐνδεέσι, πένης τε ὁ χειρῶναξ. A. rec.
ὑπάρχουσι, τὰ καλὰ δὲ πράγματα ἐξ ἑαυτῶν ἔχει τοὺς φίλους. εἰ δὲ ἔνδειαν εἶχες χρημάτων, ὁ δὲ Πολύδωρος ἔζη, πλοῦτος ἄν σοι μέγας ὑπῆρχεν ὁ ἐμὸς παῖς. Ι.
ἐξελέσθαι τῆς χειρός. Gu. ἐκβαλεῖν, ἐλευθερῶσαι τοῦτον τὸν χρυσόν. Fl. 33. 59.
τοῦτο δὲ ἀπὸ τοῦ κρατῶ τὸ ἐξουσιάζω. Gu. καρτερεῖς δὲ ἰσχυρίζρ ἔχων αὐτὸν ἀκμὴν ἐν τοῖς δόμοις. Fl. 59.
γὰρ οἱ ἀγαθοὶ φίλοι εἰσὶ σαφέστατοι, ἤγουν ὅτε περικυκλώσωσί τινα τὰ κακὰ, τότε δεῖται τῆς παρὰ τῶν φίλων βοηθείας, ὅτε δὲ εὐτυχῆ, πάντες φίλοι εἰσὶ τοῦ εὐτυχοῦντος. Fl. 59.
εἶχες ἂν δόξαν ἀγαθήν. A.B. φυλάξας. σώζω τὸ φυλάσσω καὶ τὸ ῥύομαι. Gu. καλόν: μέγα. Fl. 33.
τὰ τροφεῖά σοι ἀποτιννύντι. A. καθʼ αὑτὰ καὶ οἴκοθεν καὶ αὐθορμητικῶς. Gu. τὰ γὰρ καλὰ πράγματα αὐτὰ ἐξ αὐτῶν ἔχει τοὺς φίλους. B. Gu.
δίκαιον δράσεις εὖ, ἤγουν εὐεργετήσεις οἷστισιν ἔπρεπεν ἡ σὴ εὐποιία δηλονότι. αὐτὸν δέ σε φήσομεν χαιρέκακον εἶναι. τοὺς δεσπότας δὲ οὐ λοιδορῶ. ἐπιδιόρθωσις τοῦτο. I.
ὠφέλεια. Gr. σοῦ τυφλωθέντος καὶ μὴ δυναμένου χρῆσθαι τῷ πλούτῳ. Gu. ἐστερήθης δὲ καὶ τῆς ὠφελείας· ἐπεὶ τί ὠφέλειαν ἔμελλεν εὑρεῖν ἀπὸ τοῦ χρυσοῦ τυφλὸς ὤν; Fl. 59.
τοὺς θεούς. Gu. πιστόν: ἀσφαλῆ, ἤγουν οἷς προσῆκεν ἂν ἡ σὴ εὐποιία. Gr. Fl. 6. 9. 17. 21. 50. 59. 76. ἐκείνοις, ἤγουν τοῖς φίλοις. Gu. οἷς ἐχρῆν: οἷς εὔλογόν ἐστι. B. πρέπει πράττειν τοῖς εὐσεβέσιν ἀνδράσιν. Gu. σε δρᾶσαι καλῶς. Fl. 33.
σὲ δὲ, Ἀγαμέμνων, εἴπωμεν καταλιπεῖν αὐτὸν τὸν Πολυμήστορα χαίρειν τοῖς κακοῖς τοιοῦτον ὄντα, ἐξ ἤθους νοοῦντες τὸ καταλιπεῖν. A. αὐτὸν δέ σε φήσομεν προσκεῖσθαι τοῖς κακοῖς. Gr. Fl. 6. 9. 21. 56. 59. 76. ἤγουν εἴπομεν εἶναι χαιρέκακον. Florr.
κακούς. Fl. 59. ἐπαρκοῦντα τούτῳ δηλονότι. Fl. 21. 56.
εἰς ἀληθὲς, ἐκεῖνον δὲ ὡς κατάδικον χρωματιζόμενον, καὶ τάχα διὰ τὴν τοῦ Ἀγαμέμνονος χάριν φονεῦσαι τὸν Πολύδωρον, λέγει ὡς καὶ ὅτι τὰ χρηστὰ πράγματα ἤγουν τὰ ἀγαθὰ ἔργα ἐνδίδωσι καὶ παρέχουσιν ἀεὶ καὶ πάντοτε τοῖς βροτοῖς ἀφορμὰς χρηστῶν καὶ ἀγαθῶν λόγων. ἡ γὰρ Ἑκάβη δικαίως τὸν Πολυμήστορα φονεύσασα ἀπολογεῖται
καὶ δικαίως καὶ ὀρθῶς, καὶ φαίνεται τὸ δίκαιον ταύτης· ὁ δὲ Πολυμήστωρ ἀδίκως τὸν υἱὸν φονεύσας αὐτῆς ἀπολογεῖται καὶ ἀδίκως καὶ προσχηματισμένως, καὶ φαίνεται κατάδικος. Fl. 59. σημείωσαι ὅτι ἐνταῦθα ἐκπληκτικόν ἐστι τὸ φεῦ καὶ οὐκ ἐξ ἀνάγκης θρηνῶδες. κεῖται δὲ φανερῶς ἐπὶ θαύματος. Gu. ὡς τὰ χρηστά: ὁ ἀγαθὸν πράξας
ἢ δι᾿ ἔργου, ἢ διὰ λόγου ἐνδίδωσιν ἀεὶ τοῖς ἀνθρώποις ἀφορμὰς τῶν πρὸς αὐτὸν ἐπαίνων. Gu.
καὶ γὰρ ἀτιμίαν ἐπάγει λαβόντα ἐμὲ εἰς χεῖρας ταύτην τὴν ὑπόθεσιν ἀποδιῶξαι. ὅπως δὲ γνῷς, ἐμοὶ φαίνῃ οὕτε διʼ ἐμὴν χάριν, οὔτε χάριν τῶν Ἑλλήνων φονεῦσαι τὸν Πολύδωρον, ἀλλὰ δοκεῖς ὅτι ἔκτεινας, ἵνα τὸν χρυσὸν κατέχῃς ἐν τοῖς σοῖς δόμοις. λέγεις δὲ ἑαυτῷ συμφέροντα, ἐν δυστυχίαις ὑπάρχων. ἴσως δὲ παρʼ ὑμῖν τοῖς βαρβοροῖς
εὔκολόν ἐστι τὸ κτείνειν ξένους· ἡμῖν δὲ τοῖς Ἕλλησι τὸ ξενοκτονεῖν αἰσχρόν. πῶς οὖν ἐγὼ κρίνας σὲ μὴ ἀδικεῖν, ἐκφύγω τὴν μέμψιν; οὐκ ἂν δυναίμην τοῦτο ποιῆσαι. ἀλλʼ ἐπειδὴ τὰ μὴ καλὰ ποιεῖν ἐτόλμησας, ὑπόμενε καὶ τὰ μὴ φιλούμενα ὑπὸ σοῦ. Ι.
κρίνειν τὰ ἀλλότρια κακά· ὅμως δὲ ἀνάγκη ὑπάρχει ποιῆσαι τοῦτο· καὶ γὰρ λαβόντα ἐμὲ εἰς τὰς χεῖρας πρᾶγμα, ἤγουν τὴν κρίσιν αὐτὴν τῶν ἀμφοτέρων, τὸ ἀπώσασθαι καὶ ἀποδιῶξαι τόδε καὶ τοῦτο, ἤγουν τὸ μὴ κρίνειν αὐτοὺς, ἐπεὶ ἀνεδεξάμην τοῦτο, αἰσχύνην καὶ ὄνειδος φέρει. Fl. 59.
Gu. γνωρίσῃς. Fl. 33. 59.
Ι. ἐπὶ πάθους ἐνταῦθα, ἤγουν ὑπόμεινον καὶ τὰ μὴ φιλούμενα ὑπὸ σοῦ. Gr. Fl. 6. 9. 17. 21. 56. 59. 76. ἤγουν τὰ μὴ προσφιλέστατά σοι· οὐ γὰρ φίλον ἦν ἐκείνῳ ἡ τύφλωσις αὐτοῦ καὶ ὁ τῶν παίδων φόνος. Fl. 59.
τοῖς ἐλάττοσιν, ἤτοι τοῖς κακοῖς, τιμωρίαν. Ι. ἡσσώμενος: τὸ ἡσσώμενος δούλης γυναικὸς ἢ τῆς Ἑκάβης νοητέον, ἢ τῆς Κασάνδρας. καὶ περὶ μὲν τοῦ πρώτου οὐδὲν δεῖ μηκύνειν ὡς προφανοῦς· εἰ δὲ πρὸς τὴν Κασάνδραν ἐκφέρομεν, οὕτω συντακτέον· οἴμοι, ὡς ἔοικεν, ἡσσώμενος δούλης γυναικὸς, δώσω δίκην. ἐκείνη γάρ ἐστιν ἡ αἰτία τοῦ
συμμαχῆσαι μὲν τῇ Ἑκάβῃ τὸν Ἀγαμέμνονα, ἐμοῦ δὲ καταψηφίσασθαι. ἀγνοήσαντες δέ τινες τὸ λεπτὸν τῆς ἐννοίας ἐσολοίκισαν φάσκοντες πρὸς τὸν Ἀγαμέμνονα τὸ ἡσσώμενος, ἀλλʼ οὐ πρὸς τὸν Πολυμήστορα λέγεσθαι, ἐκφέροντες οὕτω, ἡσσώμενος, ὦ Ἀγάμεμνον, δούλης γυναικὸς σὺ τῆς Κασάνδρας, ὑφέξω ἐγὼ δίκην. κρεῖττον δὲ
πρὸς τὴν Ἑκάβην τὸ δούλης γυναικὸς λέγεσθαι. Gu. Ι. ὑπὸ γυναικός. B.
ἐβοήθησεν ὁ Ἀγαμέμνων τὴν Ἑκάβην. Fl. 59.
ἐμὲ ἕνεκα τοῦ παιδὸς τοῦ παρὰ σοῦ φονευθέντος; τὸ δὲ διφθογγογραφούμενον δαί προτιθεμένου τοῦ τί πάντοτε διφθογγίζεται. Fl. 59.
καὶ κολάζουσαν σέ; I.
οὐ τάχ᾿, ἡνίκ ἄν σε ποντία νοτὶς, ἤγουν ἀλλʼ οὐ χαρήσῃ τάχα, ὅταν σὲ ἡ ποντία νοτίς, καὶ ἕστη τοῦ λόγου· οὐ γὰρ ἐπλήρου τὸν αὐτοῦ λόγον, καὶ διὰ μέσου φησὶν κάβη, τί γάρ με ποιήσει ἡ νοτίς; ἆρά με ἀγάγῃ εἰς τὴν Ἑλληνίδα γῆν; καί φησι Πολυμήστωρ ὡς οὐκ ἔστι τοῦτο, ἀλλʼ οὐ χαρήσῃ, ὅταν σε κρύψῃ ἡ ποντιὰ νοτὶς, δηλονότι ἡ θάλασσα, πεσοῦσαν ἐκ
καρχησίων. μυθεύεται γὰρ ὡς εἰς κυνὸς εἶδος μεταβληθεῖσα Ἑκάβη καὶ ἀνελθοῦσα ἐν τῷ ἀνωτάτῳ τοῦ ἱστοῦ, ἤτοι τοῦ κέρατος, ἔρριψεν αὑτὴν εἰς τὴν θάλασσαν καὶ ἀπεπνίγη. ταῦτα δὲ προμαντεύεται ὁ Πολυμήστωρ ὡς δὴ λυπήσων αὐτὴν, καὶ πάλιν φησὶν Ἑκάβη, παρὰ τίνος ῥιφῶ, τυγχάνουσα τούτων τῶν βιαίων ἁλμάτων; καί φησιν ὁ
Πολυμήστωρ, αὐτὴ ἐν τῷ ποδί σου ἐμβήσῃ, ἤγουν ἔλθῃς, εἰς τὸ ἄκρον τοῦ ἱστοῦ. καὶ πάλιν φησὶν ἡ κάβη, ἀνέλθω, ἀλλὰ πτερὰ φύσασα ἐν τοῖς νώτοις ἢ ἐν ἄλλῳ τινὶ τρόπῳ. καί φησι Πολυμήστωρ, οὐχ οὕτως, ἤγουν οὐχὶ πτεροφυήσεις, ἀλλὰ κύων γενήσῃ πυρσώδη καὶ ἠγριωμένα βλέμματα ἔχουσα ὡς ὁ κύων. A.
ἀπὸ τοῦ ἱστοῦ τῆς νεὼς, καὶ λιθοβολήσαντες ἐκείνην ἐποίησαν κολωνὸν, ὕστερον δὲ τοὺς λίθους ἀπὸ ταύτης ἐκβαλόντες εὗρον ἐκείνην σκύλλαν ἔχουσαν ὀφθαλμοὺς ὡς πυρός. Fl. 59. Ι. μὲν οὖν: μᾶλλον μὲν οὖν. Gr. Fl. 6. 9. 17. 21. 50. 59. 76. καρχησίων: τῶν ἀνωτάτω τοῦ ἱστοῦ ἤτοι τοῦ κέρατος τροχαλίων. B. τῶν καταρτίων.
B. rec. ἱστῶν, ἐκ τῶν ὑψηλοτέρων μερῶν τῆς νηὸς, τῶν καταρτίων. Gu. καρχήσια τὰ ἄκρα τοῦ ἱστοῦ τοῦ κέρατος τῶν πλοίων, τῶν κεραταρίων τροχαλίων τοῦ ἱστοῦ. M. Fl. 21. καρχήσία τὰ καλλωπίσματα τῆς νηός. Fl. 59.
πηδημάτων. I.
ἁλλόμενος δρᾷ ἑκουσίως, ἀλλʼ ὑπό τινος ἑτέρου ἀναγκαζόμενος πράττει. Gu. I.
282 εἰς τὴν Ἔφεσον ἐγένετο λοιμικὸν νόσημα, ὥστε φθείρεσθαι τοὺς ἀνθρώπους. εὑρισκομένου δὲ ἐκεῖσε τοῦ Ἀπολλωνίου μάντεως ὄντος, ἀπῆλθον εἰς ἐκεῖνον λύσιν ζητοῦντες τοῦ λοιμοῦ. ὁ δὲ μετʼ αὐτῶν ἀπελθὼν εἰς τὸ ἱπποδρόμιον εὗρεν ἄνδρα γέροντα ἐν τῇ ὁδῷ καθεζόμενον.
ἐπιτάττοντος οὖν τοῦ Ἀπολλωνίου λιθάσαι τοῦτον ἐλίθασαν. πρὸ τούτου δὲ ἐδείκνυον ὀφθαλμοὺς πυροειδεῖς καὶ ὄψεις πολλὰς πυρίνους. ἐπὶ τὴν αὔριον δὲ πάλιν προσάξει τοῦ μάντεως ἤγειραν τοὺς λίθους ἀπὸ τούτου καὶ εὑρέθη κύων. ἔπαυσε τὸ λοιμικὸν νόσημα. Fl. 59. πύρσʼ : πυρωπά. B. δέργματα: ὀφθαλμοὺς, βλέμματα. Gr. ὄμματα.
B. Gu. ὀφθαλμούς· ἐξ οὗ καὶ δράκων, ἐκ τοῦ δέρκω τὸ βλέπω. Fl. 10.
ἐν Ἀλκήστιδι “οὐδέ τι φάρμακον Θρῄσσαις ἐν σανίσιν, τὰς Ὀρφεία κατέγραψε γῆρυς.” ὅτι δὲ καὶ Διόνυσος μάντις καὶ ἐν Βάκχαις φησὶ “μάντις δʼ ὁ δαίμων ὅδε· τὸ γὰρ βακχεύσιμον καὶ τὸ μανιῶδες μαντικὴν πολλὴν ἔχει.” A.B.M.I.
κακῶν ὧν ἔχεις I.
λέγων, θανοῦσα. ἔφη καὶ Πυθαγόρας, καὶ μετʼ ἐκεῖνον Πλάτων, ὡς αἱ τῶν ἀθλίως βεβιωκότων ψυχαὶ ἀποθανόντων εἰς ἄλογα ζῶα εἰσέρχονται καὶ λίθους καὶ ξύλα καὶ φυτὰ, ἵνα ἐν τῇ πρὸς ταῦτα διατριβῇ δίκην ὑποσχοῦσαι πρέπουσαν ὧν ἥμαρτον εἰς τὴν ἀρχαίαν ἐπανέλθοιεν τάξιν. ὅθεν καὶ Πυθαγόρας ποτὲ ἀκούσας ὄνον ὀγκώμενον ἔφη, ὡς
φίλου μου ψυχή ἐστιν αὕτη ἡ ἐν τῷ ὄνῳ, καὶ διὰ τοῦτο ἐπέγνω με. Gu. I. θανοῦσα ἢ ζῶσα. μετὰ θάνατον δὲ ἀμειφθήσομαι εἰς κύνα, ἢ ζῶσα ἐν τοιούτῳ εἴδει κυνείῳ τὸν ἐπικεκλωσμένον χρόνον τῆς ζωῆς ἐξανύσω καὶ ἐπιζήσομαι, ὅ ἐστι μετὰ θάνατον ἐξαλλαγήσομαι καὶ ἀμειφθήσομαι εἰς κύνειον εἶδος, ἢ ζῶσα, ὥστε τὸν ἐπίλοιπον χρόνον
τῆς ζωῆς μου κύων οὖσα ἐπιζῆσαι. A. Fl. 59. Ἄλλως. τοῦτο ὅσοι πρὸς τὸ κύων γενήσομαι συναρμόττουσιν οὕτως λέγουσι, θανοῦσα δὲ ἐνθάδε, ἤτοι ἐν τῷ τοιούτῳ κυνείῳ εἴδει, ἀπαλλάξω μου τὴν ζωὴν, ἢ ζῶσα πάλιν μεταστραφήσομαι εἰς εἶδος ἀνθρώπου, ἔξωθεν ὑπακούοντες τὸ μεταλλαχθήσομαι εἰς εἶδος ἀνθρώπειον, ἵνʼ τὸ λεγόμενον τοιοῦτον
ὅτι κύων ἀποθανοῦμαι, ἢ πάλιν ἄνθρωπος γενήσομαι. ὅσοι δὲ πρὸς τὸ ἡνίκʼ ἄν σε ἡ ποντία νοτὶς κρύψῃ πάλιν, οὕτως εἶπον, ὅτι ἐνθάδε τεθνήξομαι, ἤτοι πεσοῦσα εἰς θάλασσαν ἐκεῖ ἀποθανοῦμαι, ἢ ζῶσα πάλιν τὸν εἱμαρμένον μου βίον ἐκπληρώσω A. θανοῦσα ἐκπλήσω τὸν βίον εἰς τὸ θαλάττιον ὕδωρ καὶ μεταμειφθήσομαι εἰς τὸ κυνικὸν σχῆμα.
Fl. 76. ὁ νοῦς, θανοῦσα δʼ ἐνθάδε ἐκπλήσω τὸν βίον, ὁ ἐστι ζῶσα εἰς τέλος τοῦ εἱμαρμένου μοι βίου προκόψω; B. M. ἐνθάδε δὲ θανοῦσα ἐκπλήσω τὸν βίον, ἢ ζῶσα εἰς τέλος τοῦ εἱμαρμένου προκόψω, τουτέστι μετὰ θάνατον ἀμειφθήσομαι εἰς κύνα, ἢ ἐν τῷ κυνείῳ ἐθέλω πληρώσειν τὴν ζωήν μου, ἢ ζῶσα πάλιν θέλω μεταμορφωθῆναι
εἰς ἄνθρωπον. ἐνθάδε ἐν τῇ μορφῇ τοῦ κυνὸς ζῶσα ἐκπληρώσω ἢ 284 θανοῦσα, τουτέστιν ἀπαλλαγήσομαι τοῦ κύων εἶναι, ἢ σὺν αὐτῷ ἀποθανοῦμαι δηλονότι σὺν τῇ μορφῇ τοῦ κυνός. Fl. 6.
γενήσῃ κύων. Gu.
τῆς Ἑκάβης τάφος, τότε γινώσκουσιν ὡς εἰς ξηράν εἰσιν. A. ἐπῳδὸν καὶ ἐπώνυμον τῆς ἐμῆς μορφῆς, ἢ τί ἄλλο ἐρεῖς, Ἄλλως. ἐπώνυμον τῆς κυνικῆς μορφῆς, ἢ ἄλλο τι τῆς ἀνθρωπίνης, ἣν ἔχω, λέξεις; Ι.
σῆμα καὶ μνημεῖον τῆς ταλαίνης κυνὸς, τέκμαρ καὶ σημεῖον τοῖς ναύταις. Ἄλλως. κυνὸς ἀθλίας τοῖς ναύταις τεκμήριον. l. περὶ τοῦ κυνὸς σήματος καὶ Ἀσκληπιάδης φησὶν ὅτι κυνὸς καλοῦσι δυσμόρου σῆμα. B.I.
σοῦ παρʼ ἐμοῦ. I.
στικτέον εἰς τὸ ἀπέπτυσα. Gu. στίξον εἰς τὸ ἀπέπτυσα, ἤγουν ἀπεφρόντισα· εἶτα αὐτῷ σοι δίδωμι τοῦτο ἔχειν. ἤγουν ἀπέπτυσα τῶν παίδων καὶ τοῦ πλούτου καὶ πάντων, ἔπειτα ταῦτα σοὶ δίδωμι ἔχειν, ἤγουν αἱ μαντεῖαι σου ἐν σοὶ, οὐδὲ φροντίζω τῶν μαντειῶν σου. ἢ τὸ ἀπέπτυσα καταφρονῶ τῆς μαντείας σου. Fl. 59. οὐ πείθομαί
σοι. Fl. 10.
ἀναιρεθήσεσθαι. φοβουμένη γὰρ αὐτὸν ἡ Κλυταιμνήστρα μὴ τὴν πρὸς Αἴγισθον αὐτῆς μοιχείαν καταμαθών αὐτὴν μετʼ Αἰγίσθου τιμωρήσεται τοιόνδε βουλεύει· ἱμάτιον κατασκευάζει μὴ ἔχον διεξόδους μήτε κεφαλῆς μήτε χειρῶν, ἐν ᾧ περιβαλοῦσα αὐτὸν λελουμένον ἀπέκτεινεν, ὡς ἐν τῇ ἀρχῇ τοῦ δευτέρου δράματος ἱστόρηται. διὰ
τοῦτο γὰρ καὶ Πολυμήστωρ λέγει πρὸς αὐτὸν “κίειν᾿, ὡς ἐν Ἄργει φόνια λουτρά σʼ ἀναμένει.” Gu. I. οἰκουρός: φύλαξ οἴκου, ἤγουν κατοικοῦσα ἐν τῷ οἴκῳ. Gu. πικρά: βαρεῖα, ἀλγεινή. Gr.
μήπω: μηδαμῶς. Fl. 59. πω: ἀργόν. μανείη: εἴθε. Gu. τοσόνδε: ὡς ἀποκτεῖναι τὴν ἐμὴν θυγατέρα. Gu.
“δειπνίσσας ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ” ἀνθʼ ὧν ἔδει μετὰ τοὺς πόνους ἀπολαύσεως τυχεῖν, τοῦτον ὡς βοῦν ἀπέκτεινεν ἡ Κλυταιμνήστρα, 286 ταιμνήστρα, προσέθηκαν ὅτι καὶ πελέκει ἀνῃρέθη. διὸ σημειωτέον ἐνταῦθα τὸ “καὐτόν γε τοῦτον πέλεκυν ἐξάρασʼ ἄνω.” A.B.M.I.
εἰώθαμεν καλεῖν τοὺς τυχόντας. Fl. 59. κακῶν: ἤγουν κολάσεων. Gu. Fl. 17. 56. 76.
καλῶς πλεύσαιμεν, καὶ καλῶς τὰ ἐν τοῖς οἴκοις ἔχοντα ἴδοιμεν, ἐλευθερωθέντες τῶν θλίψεων. καλῶς δὲ ἐπεύχεται, ἐπειδὴ ἄτοπα παρὰ τοῦ Πολυμήστορος ἤκουσεν. I.
τοῦ ἡδεῖα τίθεται, οἷον πνοὴ ἡδεῖα, καὶ πνέει τὸ ῥόδον ἡδύ. πλὴν ἡ πνοὴ, εἰ καὶ σῶμα, ἀλλʼ οὖν οὐχ ὁρᾶται καθʼ ἑαυτήν· ὁρᾶται δὲ ἑτέρως σώμασι. Fl. 10. 25. ἐπεύχεται, ἐπειδὴ ἄτοπα ἤκουσε παρὰ τοῦ Πολυμήστορος. φησὶ γὰρ καὶ πρὸς τὴν Ἑκάβην, σὺ δὲ στείχουσα θάπτε καλῶς τοὺς παῖδας καὶ εὐκατασκευάστως, καὶ πρός τὸν
χορόν φησιν, ἵνα εὐπροσώπως ἀναχωρήσῃ. Fl. 10. 25. ἱκετηρίους λόγους ποιεῖται ὁ Ἀγαμέμνων ἐπειδὴ ἄτοπα παρὰ Πολυμήστορος ἤκουσεν. Gu.
ἤκουσεν. A.B.M. ἐπιτηδείους παραπέμπειν. Gr. Fl. 6. 9. 17. 21. 33. 56. 59. 76. ἀγωγοὺς, εὐφόρους. Gu.
Fl. 33.
εῖς ἔντος, καὶ τὸ προστακτικὸν ἔθι, κατὰ συγκοπὴν ἴμεν, τὸ δεύτερον ἴτε. Fl. 25.
δηλονότι, ἡ δουλεία τῶν δεσποτῶν. Fl. 59. ἕλκει ἡμᾶς. Fl. 33.
Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma). Scholia in Euripidem. ed. Wilhelm Dindorf. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.