ἀπεργάζεσθαι. ἀκρίδας δὲ τοὺς σκώληκας, περὶ ὡν φησὶν ο Ἡσαΐας, “ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει.” τὸ δὲ μὴ τὴν τὸν χόρτον, ἀλλὰ τοὺς ἀνθρώπους βασανίζεσθαι, διὰ τὸ ἀπαλλάττεσθαι τῆς φθορᾶς ταῦτα· μῆνας δὲ πέντε τούτους βασανίζεσθαι, χρόνον τινὰ ὡρισμένον ἐπιτεταμένως τούτους κολάζεσθαι, μετὰ δὲ
τοῦτον ὑφειμένων μὲν, ἀλλ’ αἰωνίως. ἄλλοι δὲ τὸν μὲν ἀστέρα λέγουσιν θεῖον θεῖον Ἄγγελον, καὶ τοῦτον κατὰ συγχώρησιν θείαν, τοὺς καταδεδικασμένους ἐν τῆ ἀβύσσῳ πονηροὺς ἀνάγειν δαίμονας, οὓς ὁ Χριστὸς ἐνανθρωπήσας ἔδησεν, ὅπως πρὸ τῆς συντελείας τὰ οἰκεία ἐνεργήσαντας, ἀτελευτήτου τύχωσι κολάσεως. Καπνὸν δὲ
τὸν προηγούμενον τῶν πονηρῶν ἔργων ἐκ τῶν προσβολῶν αὐτῶν ζόφον, ὧν παραδεχθεισῶν, ἐξουσία τούτοις βασανίζειν τοὺς ἀνθρώπους δίδοται. ἡ δὲ τοῦ ἡλίου καὶ τῶν ἀστέρων σκότωσις, τὴν τῶν ἀπολαυόντων ἀνθρώπων τοῦ φωτὸς δηλοῖ ψυχικὴν τύφλωσιν, ἣ τὴν ἐπὶ τοῖς δυσχερέσι διάθεσιν· σκότος γὰρ τοῖς ἐν ὀδύναις τὸ φῶς
νενόμισται.
χρόνου μικρὸν, “ εἰ γὰρ μὴ ἐκολοβώθησαν,’ φησὶν ὁ Κύριος, “ “ ἡμέραι ἐκεῖναι, οὐκ ἃν ἐσώθη πᾶσα σάρξ· ἣ χρόνον τινὰ διὰ τὰς πέντε αἰσθήσεις, δι’ ὧν ἡ ἁμαρτία τοῖς ἀνθρώποις εἰσέρπει· ἢ καιρὸν ὡρισμένον, Θεῷ δὲ μόνῳ γνωστόν.
πρόξενον.
τὸ φοβερὸν καὶ καταπληκτικὸν, ἢ διὰ τὸ ταχὺ, ἢ διὰ τὸ κολαστικὸν τοῖς ἀξίοις ἐπάγειν τὴν ἐν γεέννῃ κόλασιν.
ἡμῶν νίκης φέροντας, οἵους ἡμεῖς ὅταν ἡττηθῶμεν τὴν κακὴν νίκην δι’ ἡδονῆς νικῶντες, στέφεσθαι νομίζομεν. τὰς δὲ τρίχας τῶν γυναικῶν σημαίνειν, τὸ ἡδυπαθὲς τῶν δαιμόνων καὶ πρὸς πορνείαν διεγερτικόν. τοὺς δὲ λεοντιαίους ὀδόντας, τὸ φονικὸν καὶ ἰοβόλον· τοὺς δὲ θώρακας τὸ σκληροκάρδιον.
τούτων, τὸν διάβολον νοεῖσθαι ἀκόλουθον, τὸν ἀληθῶς τοὺς αὐτῷ πειθομένους ἀπολλύοντα· πρὸς ὃν ὅπως ἄσπονδον ἀναλάβωμεν πόλεμον, ἀπειλεῖ ἡμῖν τὰς δύο οὐαὶ μετὰ ταῦτα ἐλεύσεσθαι.
καὶ Γαβριὴλ, καὶ Οὐριὴλf, καὶ Ῥαφαὴλ, τοὺς προδεδειγμένους τῇ εὐφροσύνῃ τῆς θείας θεωρίας, ἀπολύεσθαι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως μετὰ ἀναριθμήτων Ἀγγέλων εἰς τὴν τῶν ἀσεβῶν κατάκρισιν, δι’ ὧν τὸ τρίτον ἀφανίζεται.
τοῦ Χριστοῦ παρουσίᾳ, οὓς κατὰ θεῖον πρόσταγμα ἐκ τοῦ ὑπερουρανίου θυσιαστηρίου ἐξερχόμενος Ἄγγελος λύει, ἤτοι τὸν ἐν τῇ παλαιᾷ σκηνῇ ἀντίτυπον, ὑπὸ θείου Ἀγγέλου λύεσθαι· ὥστε ταράξαι τὰ ἔθνη, μὴ μόνον κατὰ Χριστιανῶν, ἀλλὰ καὶ κατ’ ἀλλήλων· ὡς ἃν οἱ δόκιμοι καὶ πιστοὶ φανεροὶ γένωνται, καὶ
μειζόνων ἀμοιβῶν καὶ τῶν ἄνω μόνων ἄξιοι. οἱ δὲ χοιρώδεις ἀσεβεῖς καὶ λίαν ἁμαρτωλοὶ καὶ ἀμετανόητοι ἐνδίκως ἐνταῦθα δι’ αὐτῶν κολαζόμενοι, ἡμερωτέρας τῆς καταδίκης ἐν τῇ κρίσει τύχωσιν. εἰ δὲ τῷ Εὐφράτῃ προσδέδενται, οὐδὲν ξένον. οἱ μὲν γὰρ εἰς τὴν ἄβυσσον, οἱ δὲ εἰς τοὺς χοίρους τότε, οἱ δὲ εἰς ἑτέρους τόπους
κατὰ τὸ παραστάνον h τῷ Θεῷ ἄχρι καιροῦ κατεδικάσθησαν. μετὰ δὲ τὸν παντελῆ αὐτῶν κατὰ ἀνθρώπων πόλεμον, ἄγονται αἰωνίως κολασθησόμενοι. ἴσως δὲ διὰ τῆς τοῦ Εὐφράτου μνήμης δηλοῦται, ἐκ τῶν μερῶν ἐκείνων ἐξιέναι τὸν Ἀντίχριστον. περὶ δὲ τοῦ πλήθους τῶν δαιμόνων ἀμφιβάλλειν οὐ χρή. πάντα γὰρ τὸν ἀέρα
πεπληρῶσθαι αὐτῶν ἔφασαν τινὲς τῶν ἁγίων.
αἱ δὲ κεφαλαὶ τῶν λεόντων τὸ φονικὸν αὐτῶν καὶ θηριῶδες αἰνίττεται. τὸ δὲ ἐκπορευόμενον πῦρ σὺν καπνῷ καὶ θείῳ ἐκ τοῦ στόματος αὐτῶν, δι’ οὗ τὸ τρίτον τῶν ἀνθρώπων ἀποκτείνεσθαι ἠπείληται, ἢ τὰς τῶν ἰοβόλων αὐτῶν προσβολῶν καὶ εἰσηγήσεων ἁμαρτίας τοὺς καρποὺς τῆς καρδίας φλογιζούσας αἰνίττεται, ἣ
τὰς ἐκ τῶν βαρβαρικῶν χειρῶν ἐπαγομένας πυρπολήσεις ταῖς πόλεσι καὶ αἱματεκχύσεις κατὰ θείαν συγχώρησιν, δι’ ὧν τὸ τρίτον μέρος τῶν ἀνθρώπων ἠφάνισται. καλῶς δὲ τὰς οὐρὰς αὐτῶν ὁμοίας φησὶν ὄφεσιν. τὰ γὰρ βέλη τῶν δαιμονικῶν ὑποσπορῶν ἰοβόλος ἁμαρτία καὶ ψυχικὸς θάνατος.
ἀμετανόητοι μεμενήκασι, μήτε εἰδωλολατρίᾳ μήτε τοῖς φόνοις καὶ ταῖς πορνείαις καὶ τοῖς κλέμμασιν αὐτῶν καὶ ταῖς γοητείαις ἀποταξάμενοι τοῖς αὐτοῖς ὑποκείσονται. δηλοῦται δὲ ἐκ τούτων παγκόσμιον τὴν ὀργὴν ἐπάγεσθαι. ποικίλη γὰρ πλάνη βακχεύει ἐν τοῖς μὴ ἐπεγνωκόσι τὴν ἀλήθειαν ἔθνεσι, τοῖς μὲν εἴδωλα
προσκυνοῦσι, τοῖς δὲ κτίσιν ἀντὶ τοῦ κτίσαντος, κἀν τὰ μάλιστα καὶ τοῖς τὸν Θεὸν ὁμολογοῦσιν εἰδέναι, ἀρνουμένοις δὲ δι’ ἔργων· καὶ τὴν μὲν μόρφωσιν τῆς εὐσεβείας περικειμένοις, τὴν δὲ δύναμιν αὐτῆς ἀρνουμένοις.
Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.