ταῖς κατὰ τούτων παιδείαις ἣ κολάσεως δεομένων ἀνθρώπων μάστιξιν.
τὸ δὲ ἡμιώριον, τὸ τοῦ καιροῦ ἐμφαίνει βραχὺ, ἐν ᾧ τῶν πληγῶν ἐπαγομένων, καὶ τῶν ἐπὶ γῆς συντελουμένων, ἡ τοῦ Χριστοῦ βασιλεία φανήσεται.
ὁρώμενα, εἴτε θυσιαστήριον, εἴτε ἕτερόν τι, ἀλλὰ ἀόρατα καὶ νοητὰ τυγχάνουσιν. ἐπὶ τούτου τοίνυν στὰς ὁ Ἄγγελος, καὶ τὸν λιβανωτὸν, δηλαδὴ τὸ τὸν λίβανον δεχόμενον θυμιατήριον κρατῶν, τὰς εὐχὰς τῶν ἁγίων ὡς θυμιάματα τῷ Θεῷ προσέφερεν, δι’ ὧν ᾐτοῦντο διὰ τῆς παγκοσμίου συντελείας, ταῖς μὲν τιμωρητικαῖς
μάστιξιν τῶν δυσσεβῶν καὶ παρανόμων ἐλαττῶσαι τὴν ἐν τῷ μέλλοντι κόλασιν· τῇ δὲ οἰκείᾳ παρουσίᾳ τοὺς μισθοὺς διανεῖμαι τοῖς κοπιάσασι· τοῦτο δὲ ἐκ τῶν ἑξῆς δείκνυται.
καὶ ἁγία συνέστηκε δύναμις, καὶ· αἱ μαρτυρικαὶ θυσίαι προσκομίζονται· οὗ ἦν τύπος τὸ ἐν τῇ σκηνῇ θυσιαστήριον. τὰ δὲ θυμιάματα, αἱ προσευχαὶ τῶν ἁγίων ὡς εὐώδεις τῷ Θεῷ καταλέλεκται. ἐνώπιον δὲ τοῦ Χριστοῦ τοῦ θρόνου δηλαδὴ τῶν ὑπερτάτων ἁγίων δυνάμεων εἴρηκεν, διὰ τὴν χύσιν τῆς ἐν αὐτοῖς ἐμπύρου
θείας ἀγάπης, καὶ τῆς ἀκραιφνοῦς σοφίας τε καὶ γνώσεως, ὅπερ ἐμφαίνει ἡ ἑρμηνεία τῶν ὀνομάτων τῶν τῷ Θεῷ πλησιαζουσῶν ὑπερτάτων δυνάμεων.
τῶν μὲν τὰς δεήσεις ἀνάγων, τῶν δὲ τὸν ἱλασμὸν κατάγων, τοὺς δὲ τῶν ἁμαρτανόντων ἐπιστρέφων, ἢ λόγῳ ἢ παιδείαις αὐστηροαὐστηροτέραις.
φόβητρα. Ἄγγελοι δὲ τούτοις διακονοῦνται, ὡς ἰατροὶ συμπαθεῖς, καυτῆρσι καὶ τομαῖς τοὺς τὴν δεινοτάτην τῆς ἁμαρτίας νόσον ἀσθενοῦντας θεραπεύοντες, ἢ τό γε μετριώτερον τοῖς ῥᾳθυμοτέροις τὴν μέλλουσαν ἐπικουφίζοντες κόλασιν, εἰ ὁπωσοῦν εὐχαρίστως ἐνέγκωσιν.
ἀλλὰ τὴν πλείονα, τὰς πρὸ τῆς συντελείας μᾶλλον ταῦτα πληγὰς ἐμφαίνειν νομίζουσι· καὶ τὴν μὲν χάλαζαν δηλοῦν τὸ οὐρανόθεν ἥκειν κατὰ δίκαιον κρίμα τὰς τοιαύτας μάστιγας· τὸ δὲ πῦρ σὺν τῷ αἵματι, τὰς ἐκ βαρβαρικῶν χειρῶν γινομένας πυρπολήσεις τε καὶ ἀνδροκτασίας, τοῦ πολέμου, οὐ τοὺς ἀνθρώπους μόνον, ἀλλὰ καὶ
τὰ τῆς γῆς ἐκφόρια πάντα καταναλίσκοντος.
πρὸς τοῦτο κατεφαίνετο· πλείονες γὰρ τῶν σωζομένων οἱ κολαζόκολαζόμενοί, ὡς φησὶν ὁ Κύριος. κατὰ μέν τοι ἀναγωγὴν οὐδὲν ἀπεικὸς τὸν παρόντα βίον τροπικῶς ὠνομασμένον θάλασσαν, ταῦτα ὑφίστασθαι, καὶ τῶν ἐν αὐτῷ τὸ τρίτον ταῖς πληγαῖς συντελεῖσθαι, διὰ τὴν τῶν θείων κριμάτων ἄβυσσον, ἢ τοὺς μὲν παρὰ πόδας κολάζει, τοῖς δὲ μακροθυμεῖ, πρὸς ἐπιστροφὴν καὶ μετάνοιαν. ὄρος δὲ μέγα ἡγούμεθα νοεῖσθαι τὸν διάβολον, πυρὶ τοῦ καθ’ ὑμῶν θυμοῦ καιόμενον, τῇ δὲ γεέννῃ τηρηθησόμενον, ἐν τῷ καιρῷ
αὐτοῦ συγχωρήσεως. τὸ τρίτον τῶν ἐν θαλάσσῃ νήσων τε καὶ πλοίων καἰ νηκτῶν διαφθερεῖ, ὥσπερ πάλαι ἐπὶ τοῦ Ἰὼβ πεποίηκεν. εἰ δὲ καὶ τοῖς ἐν θαλάσσῃ τοῦ βίου δι’ ἔργων ἣ λόγων τὴν τριάδα βλασφημοῦσιν ὁ ψυχικὸς ἐπάγεται θάνατος, οὐδὲν ξένον οὐδὲ τοῦ σκοποῦ ἀπεμφαῖνον.
δὲ ἀστέρα δηλοῦν, ἣ οὐρανόθεν τοῖς ἀνθρώποις ταῦτα ἐπέρχεσθαι, ἣ τὸν διάβολον διὰ τούτου σημαίνεσθαι· οὗτος γὰρ ἀνατροπὴν θολερὰν καὶ πικρὰν δι’ ἡδονῆς ποτίζων τοὺς ἀνθρώπους, καὶ διὰ ταύτης συγχωρούμενος τὰς τιμωρητικὰς αὐτοῖς ἐπάγειν ἐνταῦθα μάστιγας, οὐ πᾶσι, τῷ δὲ τρίτῳ μέρει διὰ τὴν τοῦ Θεοῦ μακροθυμίαν,
καὶ τὸ μὴ ἀπιστεῖσθαι τὴν ἐν τῷ μέλλοντι ἀνταπόδοσιν τοῖς ἀνυπομονήτοις θανάτου ψυχικοῦ καθίσταται αἴτιος· ὅτι δὲ πικρὰ συμβήσεται τοῖς πρὸ τῆς συντελείας εὑρισκομένοις, προλαβὼν ὁ Κύπιος ἐπιστώσατο.
ἐπάγει τὴν κάκωσιν, ἀλλὰ τὸ τρίτον τοῦ χρονικοῦ διαστήματος καὶ συγχωρῶν τοὺς πεπληγότας ἀλγύνεσθαι, λεληθότως τούτους 1 παρακαλεῖ κατὰ τὸ πλέον μέρος τὸ λειπόμενον· τίς γὰρ οἴσει τὸ ποτήριον τῆς θείας ὀργῆς ἀκήρατον;
πλημμελήσαντας· πολλῷ δὲ πλέον τοὺς μὴ ταῖς μάστιξι πρὸς ἐπιστροφὴν βλέποντας, οἷς καὶ μάλιστα τὸ οὐαὶ ἁρμόζει, ὡς ἐπὶ γῆς οἰκοῦσιν καὶ φρονοῦσι τὰ γήινα. τοῖς γὰρ ἐν οὐρανῷ ἔχουσι τὸ πολίτευμα, ἀφορμὴ τὰ δυσχερῆ στεφάνων καὶ βραβείων γίνονται.
Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.