Ἀντιχρίστου ἐπελεύσει γενήσεται· οὐκ ἐν τῇ μερικῇ γῇ τῆς Ἰουδαίας, ἀλλ’ ἐν πάσῃ, ἦν ἐπὶ τῶν τεσσάρων γωνιῶν ἑστάναι τοὺς Ἀγγέλους διέξεισιν, ὡς πληροῦντας διακονίας τὰς θεόθεν αὐτοῖς ἐγκεχειρισμένας, ἡμῖν δὲ ἀγνώστους. ἡ δὲ τῶν ἀνέμων ἐποχὴ, προδήλως λύσιν τῆς εὐταξίας τῆς κτίσεως καὶ τὸ τῶν κακῶν ἐμφαίνει
φαίνει ἀδιάδραστον· δι’ ἀνέμων γὰρ καὶ τὰ τῆς γῆς φυτὰ τρέφονται, καὶ πλεῖται ἡ θάλασσα.
πρὸς τὸ μὴ συναπολέσθαι δικαίους ἀδίκοις, διὰ τὸ κεκρυμμένον τῆς τῶν ἁγίων ἀρετῆς, καὶ τοῖς Ἀγγέλοις ἄγνωστον· τοῦτο κἀνταῦθα τῷ Ἀποστόλῳ δείκνυται· ὑπερτέρας ἁγίας δυνάμεως τοῖς τιμωροῖς Ἀγγέλοις ἐγκελευομένης μηδὲν δράσαι εἰς τοὺς πλημμελήσαντας, πρὶν διὰ τοῦ σφραγισθέντος διακριθέντας ἐπιγνώσει τῆς
ἀληθείας θεραπευθέντας. τοῦτο δὲ μερικῶς πάλαι γεγένηται τῶν τῷ Χριστῷ πεπιστευκότων τὴν τῆς Ἱερουσαλὴμ ὑπὸ Ῥωμαίων ἐκπεφευγότων πόρθησιν, εἰς πολλὰς τελούντων μυριάδας· ἀλλ’ οὖν ὡς εἴρηται ἐν τῷ καιρῷ τῆς τοῦ Ἀντιχρίστου ἐπελεύσεως μάλιστα γενήσεται, τῆς σφραγῖδος τοῦ ζωοποιοῦ σταυροῦ διειργούσης τῶν ἀπίστων τοὺς πιστοὺς, πεπαρρησιασμένως τὴν τοῦ Χριστοῦ σημείωσιν ἐνώπιον τῶν ἀσεβῶν φέροντας.
κοινωνεῖ ἐπὶ ταῖς μάστιξιν, ὥσπερ καὶ δοξαζομένοις τοῖς ἁγίοις συμφαιδρυνθήσεται. διὰ τούτων δὲ μανθάνομεν καὶ τοὺς ἐναρέτους δεῖσθαι δυναμωθῆναι δι’ ἀγγελικῆς βοηθείας πρὸ τῆς τῶν πειρασμῶν ἐπαγωγῆς, τῇ δεδομένῃ ἡμῖν σφραγῖδι τοῦ Πνεύματος, κατὰ τοσοῦτον ἐπιδεικνυμένη τὴν οἰκείαν δύναμιν, καθόσον ἃν
αὐτῇ ἐργασίαν παρασχώμεθα· τῶν λοιπῶν μενόντων ἀβοηθήτων παρ’ οἰκείων, τοῦ μὴ βοηθῆναι θέλημα.
ἀξιούμενοι τῆς ἐκ δεξιῶν τοῦ Χριστοῦ στάσεως. ἐκ φυλῆς Νεφθαλείμ ἱρ’ χιλιάδες. Νεφθαλεὶμ προσευχὴ, δι’ ἧς χαρακτηρίφονται οἱ διὰ προσευχῆς ἀδιαλείπτου τῷ Θεῷ κολλώμενοι ἐκ φυλῆς Μανασσῆ ἱρ’ χιλιάδες. Μανασσῆ ἐπιλησμονὴ, τουτέστιν οἱ τῶν ὄπισθεν ἐπιλανθανόμενοι, καὶ τῶν πατρῴων οἴκων διὰ τὸν
θεῖον ἔρωτα. ἐκ φυλῆς Συμεὼν ιβ΄ χιλιάδες. Συμεὼν ὑπακοὴ, δηλαδὴ οἱ δι’ ὑπακοῆς τῶν θείων ἐντολῶν δικαιούμενοι. ἐκ φυλῆς Λευΐ, ιβ΄ χιλιάδες. Λευΐ, προσειλημμένος, δι’ οὗ νοοῦνται οἱ διὰ πολιτείας ἱεροπρεποῦς ὑπὸ Χριστοῦ προσειλημμένοι. ὄγδοος δὲ ὁ Λευΐ τέτακται, ὡς κατὰ τὴν ὀγδόην ἡμέραν τὴν ἀνάστασιν τῆς
ἀληθοῦς ἱερωσύνης ἀναδεικνύμενος. ἐκ φυλῆς Ἰσάχαρ ιβ΄ χιλιάδες. Ἰσάχαρ, μισθὸς, τουτέστιν οἱ τῶν ἐκ Θεοῦ μισθῶν ἕνεκεν ἐναρέτως πολιτευόμενοι. ἐκ φυλῆς Ζαβουλῶν ιβ΄ χιλιάδες. Ζαβουλὼν κατοικητήριον δυνάμεως, ἣ εὐωδία, δι’ οὗ νοοῦνται, οἱ τῆ ἐνοικήσει τοῦ Χριστοῦ κατὰ τῶν παθῶν δυναμωθέντες καὶ εὐωδία
αὐτῷ γενόμενοι.
σωζόμενοι. “ὅτε γάρ,” φησι, ” “ τὸ πλήρωμα τότε πᾶς Ἰσραὴλ σωθήσεται. οὐδέτερον ἀπαράδεκτον. ἡ δὲ ακριβεια τῆς ἐξ ἑκάστης φυλῆς ἰσότητος ἐμφαίνειν δοκεῖ τὸν πολυπλασιασμὸν τοῦ ἀποστολικοῦ σπόρου, δωδεκάκις δώδεκα διπλασιαζομένου ἐπὶ τὸν τέλειον τῆς χιλιάδος ἀριθμὸν, καὶ οὕτω τὰς
ῥηθείσας χιλιάδας ἀποτελοῦντος.
ἑκάστη προσαρμόσαι διάνοιαν, ὡς ἐν τοῖς παραπλησίοις παρατεθήσεται. τὸν δὲ Ἰωσὴφ ἀντὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ Ἐφραὶμ τέθεικεν. ἁρμόδιος δὲ τούτοις ὁ λεχθεὶς ἀριθμὸς, ὡς εἴρηται, διά τε τοὺς πάλαι Ἑβραίων ιβ΄ φυλάρχους, διά τε τοὺς ἀντ’ αὐτῶν καταστάντας ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν Ἀποστόλους, δι’ ὧν οἱ ἐν
τῇ διασπορᾷ τῆς γῆς Ἰουδαῖοι ἐπ’ ἐσχάτων τῶν χρόνων σώζονται.
οἰκείοις σώμασι διὰ τὴν ἐν τόπῳ περιγραφὴν αὐτοῖς ἐμφανιφόμενοι, εἴτε καθ’ ἕτερον τρόπον ὡς τὸ τριχῇ διαστατὸν μὴ ἔχοντες, ὅπερ σωμάτων ἴδιον, οὐκ ἐν τῇ οἰκείᾳ φύσει φαινόμενοι, ἀλλὰ κατὰ τὸ δοκοῦν τῷ Θεῷ τυποῦ μένοι καὶ σχηματιζόμενοι. κύκλῳ μέντοι τῶν Χερουβὶμ καὶ τῶν πρεσβυτέρων ἑστῶτες ἐμφανίζουσι
διὰ τῆς στάσεως τὸ τῆς τιμῆς μέγεθος, ᾗ δοξάζονται οἱ διὰ τοῦ ἀριθμοῦ τῶν πρεσβυτέρων δηλούμενοι· ὑφ’ ὧν πάντων ἡ εὐχαριστία τῷ Θεῷ ἐπὶ ταῖς θεοπρεπέσιν αὐτοῦ εἰς τὴν αὐτοῦ κτίσιν οἰκονομίαις ὑπὲρ ἡμῶν ἀναπεμφθήσεται.
νοεῖται τὰ ἀπόκρυφα καὶ βαθέα τῆς γνώσεως μυστήρια, ἡμέρα δὲ τὰ σαφῆ τε καὶ εὔληπτα. ναὸς δὲ τοῦ Θεοῦ, πᾶσα μὲν ἡ ἀνακαινιζομένη κτίσις διὰ τοῦ Πνεύματος, μάλιστα δὲ οἱ τὸν ἀρραβῶνα τοῦ Πνεύματος σῶον καὶ ἄσβεστον φυλάξαντες, οἷς ἐνοικήσειν καὶ ἐμπεριπατήσειν ἐπήγγελται.
του καιροῦ τῶν ἀγώνων παρωχηκότος.
ἀύλους ποιμανθήσονται, δηλουμένας διὰ τοῦ ὕδατος, τὰς καὶ ἤδη τὴν ἄφθονον χύσιν τοῦ Πνεύματος χαρακτηρισαμένας. τοῦ Κυρίου εἰπόντος περὶ τοῦ εἰλικρινῶς πρὸς αὐτὸν πιστεύοντος, ὅτι “ποτα- “ μοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, ᾧ οἱ ἄγιοι τότε δαψιλῶς ποτιζόμενοι, ἐν ἀγαλλιάσει καὶ εὐφροσύνῃ ἀπεράντῳ
ἔσονται, τῆς μερικῆς γνώσεως καταργουμένης, τὴν τελείαν κτώμεμενοις, καὶ τὴν τροπὴν μετὰ τῆς φθορᾶς ἐκδυόμενοι.
Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.