τάξεων εἰς τὰς δευτέρας καταβαίνουσα, καὶ ἐκ τοῦ ἑνὸς προσώπου τῶν τετραμόρφων ζώων δηλαδὴ τῶν λεόντων τὴν πρώτην γεγενῆσθαι φωνὴν ἤκουσε κελευομένην τοῦ “ ἔρχου τῷ τὴν τυποῦντι Ἀγγέλῳ δι’ αἰνίγματος. τὸ ’δε πρῶτον ζῶον ὁ λέων ἐμφαίνειν μοι δοκεῖ τὸ βασιλικὸν τῶν Ἀποστόλων κατὰ δαιμόνων
φρόνημα, κατὰ τὸ a “ ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν.”
τρίτην εἰς τὰς μετὰ τοῦτο θεοσημείας, τὴν τετάρτην εἰς τὴν ἐπὶ Πιλάτου παράστασιν, τὴν πέμπτην εἰς τὸν σταυρὸν, τὴν ἕκτην εἰς τὴν ἐν μνήματι κατάθεσιν καὶ τοῦ ᾅδου σκύλευσιν, τὴν ἑρδόμην εἰς τὴν ἐκ νεκρῶν ἀνάστασιν.
δευτέρας νίκης τῆς μέχρι βιαίου θανάτου ὁμολογίας τοῦ δεσποτικοῦ ὀνόματος· διὸ γέγραπται “ ἐξῆλθε νικῶν, καὶ ἵνα νικήσῃ·” γὰρ νίκη ἡ τῶν ἐθνῶν ἐπιστροφή· δευτέρα ἡ τοῦ σώματος δι’ ἑαυτῆς ἑκούσιος μετὰ κολάσεως ἔξοδος.
μαρτύρων καὶ διδασκάλων συμπληρουμένην· ἐν ᾗ πλατυνομένου λοιπὸν τοῦ κηρύγματος ἡ τοῦ κόσμου ἐλύθη εἰρήνηb, καθ’ ἑαυτῆς μερισθείσης τῆς φύσεως, κατὰ τὸν εἰπόντα Χριστὸν, “ “ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τῆς γῆς, ἀλλὰ μάχαιραν,” δι’ ἧς μαρτυρικὰ σφάγια εἰς τὸ ἄνω θυσιαστήριον ἀνηνέχθησαν. ὁ δὲ πυρρὸςc
ἵππος, ἣ τῆς ἐκχύσεως τῶν αἱμάτων, ἣ τῆς πεπυρωμένης τῶν ὑπὲρ Χριστοῦ πασχόντων διαθέσεως σύμβολον ἦν· τὸ δὲ γεγράφθαι, δοθῆναι τῷ καθ’ ἡμέραν ἐπ’ αὐτὸν λαβεῖν τὴν εἰρήνην, τὴν πάνσοφον δείκνυσι τοῦ Θεοῦ συγχώρησιν, τοὺς πιστοὺς δούλους διὰ πειρασμῶν δοκιμάζουσα.
μέλανος ἵππου τὸ πένθος δηλοῦσθαι φαμὲν τὸ ἐπὶ τοῖς ἐκπεσοῦσι τῆς εἰς Χριστὸν πίστεως διὰ τὴν ὑπερβολὴν τῶν κολάσεων. τὸν 2 δὲ ζυγὸν δοκιμαστὴν εἶναι τῶν τε δι’ εὐκολίαν γνώμης ἣ κενοδοξίαν, τῶν τε διὰ σώματος ἀσθένειαν ἐκπεπτωκότων τῆς πίστεως. τὸν δὲ τοῦ σίτου χοίνικα τὸν δηναρίου ἄξιον, δηλοῦν τροπικῶς τοὺς νομίμως ἀθλήσαντας, καὶ τῆς δοθείσης θείας εἰκόνος ἀκριβεῖς φύλακας. τοὺς δὲ τρεῖς χοίνικας τῆς κριθῆς τοὺς κτηνοπρεπῶς
τοῖς διώκταις δι’ ἀνανδρίαν ὑποκύψαντας, ἀναλόγως δὲ μετανοήσαντας ὕστερον, καὶ τὴν ῥυπωθεῖσαν εἰκὸς δάκρυσιν ἀποπλύναντας. τὸ δὲ ἐντετάλθαι μὴ ἀδικῆσαι τὸν οἶνον καὶ τὸ ἔλαιον, τὸ μὴ ἀθετεῖσθαι τὴν δι’ ἐπιστροφῆς Χριστοῦ ἰατρείαν, ᾗ τὸν ἐμπεπτωκότα εἰς τοὺς λῃστὰς ἐθεράπευσεν, μήτε προαναρπαγῆναι θανάτῳ
τούτους, οἳ διὰ μακροθυμίας τὴν ἥτταν ἔμελλον ἀναμαχήσασθαι.
δύναται, εἰς τὴν τῶν εὐσεβῶν ἐκδίκησιν, καὶ τῶν δυσσεβῶν τιμωρίαν, εἰ μὴ ταύταις βελτιωθέντες ἐπιστρέψουσι. τοῦ εἱρμοῦ δὲ τῶν προεκτεθέντων καὶ τὰ παρόντα ἔχεται. ὡς γάρ φασιν τινὲς, ἐν τῇ τῶν διωγμῶν ἀκμῇ ἐπὶ Μαξιμίνου Ῥωμαίων βασιλεύοντος, ὑπὸ μὲν λιμοῦ καὶ λοιμοῦ ἄπειρα πλήθη διεφθείροντο, ὡς ταφῇ μὴ
δύνασθαι παραδίδοσθαι· καὶ τοι Χριστιανῶν τότε φιλοτίμως περὶ τὰς κηδίας ἠσχολημένων, καὶ τοὺς πεπλανημένους πρὸς τὴν ἀληθῆ ἐπίγνωσιν ἐναγόντων· ὑπὸ δὲ Ἀρμενίων ἐπαναστάντων Ῥωμαίοις, οὐκ ὀλίγους ἀνῃρῆσθαι ῥομφαίᾳ, καὶ ὑπὸ κυνῶν ἀνηλῶσθαι τὰ τῶν θανόντων σώματα, ὡς λοιπὸν τοὺς λειπομένους εἰς κυνοκτονίαν τραπῆναι,
δεδιότες μὴ καὶ αὐτοὶ θανόντες, ζῶντας τούτους τάφους κτήσωνται. εἰκὸς δὲ τοῖς κυσὶ καὶ ἀγρίους θῆρας συμμετέχειν διὰ τὸ τῆς τροφῆς ἄφθονον.
παρωχηκυίαις οἰκονομίαις προσνεῖμαι βιάσεται, καὶ ταύτας εἰκότως τοῖς προτελειωθεῖσι προφήταις καὶ λοιποῖς ἁγίοις ἐφαρμόσει τῆς θείας καταβοῶσι μακροθυμίας, ἐφ’ οἷς μέχρι σταυροῦ παρὰ Ἰουδαίων ὑβριζόμενος ἀνέχεται. εἰ δέ τις ὡς μελλόντων πρόρρησιν ταῦτα ἐκλάβοι τοῖς διὰ Χριστὸν σφαγιασθεῖεν τὴν τοιαύτην πρέπειν κατὰ τῶν διωκτῶν οἰήσεται καταβόησιν· ἐφ’ ᾧτ’ τοὺς ἐν αὐτῇ ἀξίους ἐπιστρέψαι, τῶν δὲ ἀπειθῶν τῇ παγκοσμίῳ συντελείᾳ ἐκκόψαι τὴν ἀσέβειαν. εἰ γὰρ καὶ ἤδη τότε, καθὼς εἴρηται, οἱ δυσσεβεῖς θείας ὀργῆς ἐπειράθησαν, ἀλλ’ οὐδὲν ἧττον τὰ τούτων
λείψανα ἐπιστρεπτικῶν ἢ κολαστικῶν μαστίγων ἐδέοντο.
τὴν ἐπανθοῦσαν αὐτοῖς τῶν ἀρετῶν ἐμφαίνουσι λαμπρότητα, ἣν ἠμφιεσμένοι εἰσὶν, καὶ μήπω τὰς ἐπαγγελίας ἐκομίσαντο. τῇ γοῦν ἐλπίδι τούτων, ὥσπερ νοερῶς ἐνοπτρίζονται πάσης ἀπηλλαγμένοι παχύτητος, εἰκότως εὐφραίνονται τοῖς κόλποις Ἀβραὰμ ἐναναπαυόμενοι. πολλοῖς γὰρ τῶν ἁγίων τοῦτο εἴρηται, χώρους
ἀξίους εἰληφέναι τῶν τῆς ἀρετῆς ἐργατῶν ἕκαστον, δι’ ὧν καὶ περὶ τῆς μελλούσης αὐτοῖς δόξης τεκμαίρονται.
τοῖς διωγμοῖς χρόνων, εἰς τὸν καιρὸν τὸν πρὸ τῆς ψευδοχρίστου ἀφίξεως· ἐν ᾧ τοσαύτας προεφητεύθη θλίψεις ἔσεσθαι, ἴσως πρὸς τὸ ἐμμελετῶντας ταύταις τοὺς ἀνθρώπους, μὴ ἀπειπεῖν πρὸς τὰς ἐπαγομένας ἐκ τοῦ Ἀντιχρίστου κολάσεις, οἵας οὐδέποτε γεγενημένας ἔγνωμεν· σεισμὸν μέντοι τὴν τῶν πραγμάτων μετάθεσιν
πολλαχοῦ τῆς γραφῆς εὑρίσκομεν. τὸ δὲ μέλαν τοῦ ἡλίου καὶ τῆς σελήνης τὸ ἀφεγγὲς καὶ αἱματῶδες, τὸ τοῖς παρὰ τῆς θείας ὀργῆς καταλειφθεῖσιν ἀφώτιστον ἐνδείκνυται. τὸ δὲ πεσεῖν τοὺς ἀστέρας, καθὼς καὶ ἤδη περὶ τῶν ὑπὸ Ἀντιόχου ἀπαντηθέντων γέγραπται, τὸ καὶ τοὺς δοκοῦντας εἶναι φωστῆρας ἐν κόσμῳ
πίπτειν, τοῖς γινομένοις ἐποκλάζοντας, ὡς φησὶν ὁ Κύριος, πλανηθῆναι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτοὺς, διὰ τὸ τῆς θλίψεως μέγεθος. ἴσως γὰρ διὰ τοῦτο καὶ ἡ συκῆ εἰς παράδειγμα λαμβάνεται, ὡς τοὺς ἀτελεῖς καρποὺς, καὶ μήπω a πεπανθέντας τῷ τῶν πειρασμῶν καύσωνι καὶ γλυκανθέντας τῇ χάριτι, ἐν τῷ ὑπὸ τοῦ διαβολικοῦ ἀνέμου τινάσσεσθαι καταβάλλουσα. δισσῶς γὰρ ταύτην ἐπί τε καλῷ καὶ κακῷ ἐκλαμβάνειν οἴδαμεν, ἔκ τε τῆς ξηρανθείσης ὑπὸ Χριστοῦ, καὶ τῆς φερομένης ἐν τῷ ᾄσματι. εἰ δὲ αἰσθητῶς ταῦτα
τοῦ Χριστοῦ κριτοῦ μετὰ δόξης ἐρχομένου συμβήσεται, αὐτὸς ἃν εἰδείη ὁ τοὺς ἀποκρύφους ἔχων θησαυροὺς τῆς σοφίας καὶ τῆς γνώσεως.
ῥᾶς Χριστοῦ παρουσίας αἰνίττεται· ἀψοφητὶ γὰρ ἐν ἀκαριαίῳ ἡ βίβλος ἀνοίγεται· ἢ ὅτι καὶ αἱ οὐράνιαι δυνάμεις τοῖς ἐκπίπτουσι τῆς πίστεως ἐπαλγοῦσαι, οἷον εἱλιγμόν τινα διὰ συμπάθειαν καὶ λύπην ἕξουσιν. διὰ τούτων δὲ καὶ ἕτερον σημαίνεται, τὸ μὴ ἀφανισμὸν τὸν οὐρανὸν ὑφίστασθαι, ἀλλ’ οἷον εἱλιγμόν τινα καὶ
ἀλλαγὴν ἐπὶ τὸ βέλτιον. ἡγούμεθα δὲ τῇ ἀρχαίᾳ συνηθείᾳ χρήσασθαι τὸν Ἀπόστολον· εἱλιταρίοις γὰρ Ἑβραῖοι ἀντὶ τῶν πά ἡμῖν βίβλων ἐκέχρηντο, ὡν ἡ ἀνείλησις οὐκ ἀφανισμὸν ἀλλὰ τῶν γεγραμμένων φανέρωσιν ἀπεργάζεται, ὡς καὶ τοῦ οὐρανίου σώματος ἡ ἀνάπτυξις, τῶν ἀποκειμένων τοῖς ἁγίοις ἀγαθῶν τὴν ἀποκάλυψιν
δείκνυσιν.
Οὐεσπασιανοῦ καὶ Τίτου τοῖς Χριστοκτόνοις Ἰουδαίοις συμβέβηκεν. ἐπὶ τέλει δὲ μεθ’ ὑπερβολῆς πλειόνος παντὶ τῷ κόσμῳ ἐν τῇ τοῦ Ἀντιχρίστου ἐπιδημίᾳ ἐπελεύσεται· ἐν ᾗ οἱ κατ’ ἐξοχὴν εἴτε ἐκκλησιαστικῆς εὐταξίας, εἴτε κοσμικῆς δυναστείας ὑπάρχοντες, ὄρη τροπικῶς ὀνομαζόμενοι, αἱ τε τῶν πιστῶν ἐκκλησίαι
μεταφορικῶς νῆσοι καλούμεναι, ἐκ τῶν τόπων αὐτῶν φεύξονται, τόπον ἐκ τόπων ἀμείβοντες διὰ τὸν ψευδόχριστον. οἱ δὲ τῆς γῆς 3 βασιλεῖς, τουτέστιν οἱ ταύτην ἐξουσιάζοντες, καὶ μηδὲν ἐν οὐρανοῖς κεκτημένοι, σὺν πᾶσι μεγιστᾶσι καὶ πλουσίοις ἐν τοῖς κάτω, καὶ δούλοις τῶν κάτω, καὶ ἐλευθέροις τῆς Χριστοῦ δουλείας, ὑπὸ τῶν σπηλαίων καὶ πετρῶν καὶ ὀρέων καλυφθῆναι εὔξονται, ἣ πειρασθῆναι τῆς θείας ὀργῆς, ἤτοι τὰς ἐν τῇ τοῦ Ἀντιχρίστου
παρουσίᾳ κατὰ συγχώρησιν ἀπὸ λιμοῦ καὶ ἑτέρων πληγῶν μάστι- γας· ἣ καὶ ἐπὶ ταῖς προσδοκωμέναις μετὰ τὴν ἀνάστασιν ἀπεράντοις κολάσεσιν, ὅτε καὶ μᾶλλον ἡ θεία ὀργὴ δικαίως ὡς κλίβανος ἐκκαυθήσεται, τοὺς τῷ θεμελίῳ τῆς πίστεως ἐποικοδομοῦντας ξύλα καὶ χόρτον καὶ καλάμην, ὡς τροφὴν πυρὸς καταναλίσκουσα.
Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.