κατὰ τὸν Δαβὶδ γράφονται, καὶ τῶν θείων κριμάτων τὴν ἄβυσσον. ταύτης δὲ τὰ μὲν ἔξω διὰ τὸ γράμμα εὐληπτότερα, τὰ δὲ ἔσω, διὰ τὸ Πνεῦμα δυστέκμαρτα, τὰς δὲ ἑπτὰ σφραγῖδας, ἣ τὴν τελείαν τῆς βίβλου ἀσφάλειαν καὶ πᾶσιν ἄγνωστον· ἣ τὰς οἰκονομίας τοῦ ἐρευνῶντος τὰ βάθη τοῦ Θεοῦ Πνεύματος, ἃς λῦσαι πάσας, οὐδεμία κτιστὴ φύσις δύναται. βίβλος δὲ καὶ ἡ προφητεία νοεῖται, ἣν αὐτὸς ὁ Χριστὸς ἐν τῷ κατὰ Λοῦκαν Εὐαγγελίῳ πεπληρῶσθαι ἔφη· ἧς τὰ ἑξῆς ἐπ’ ἐσχάτων πληρωθήσονται τῶν χρόνων, εἰ καὶ νῦν ἡμῖν ἄγνωστα.
αὐτοῦ τὴν ἀσάφειαν λύσαντος. ἔκλαιον δέ, φησιν ὁ Εὐαγγελιστῆς, ὡς εἰς ἀγνωσίαν πεσούσης τῆς καθαρωτάτης τῶν ἀγγελικῶν οὐσιῶν τάξεως. καὶ ἰδοὺ εἷς τῶν πρεσβυτέρων, εἰ καὶ Ἀγγέλοις φησὶν ἡ βίβλος ἀκατάληπτος, ἀλλ’ οὐ τῷ Θεῷ τῷ διὰ τοὺς ἀνθρώπους ἐνανθρωπήσαντι, ὃς ῥίζα Δαβὶδ, ὡς κτίστης διὰ
θεότητα, εἰ καὶ ἐκ ῥίζης αὐτοῦ διὰ τὴν ἀνθρωπότητα.
ὡς ἐσφραγισμένον ἀληθῶς μετὰ τὴν ἐκ νεκρῶν ἔγερσιν.
ἡ τῶν ἀγαθῶν ἔργων εὐωδία, καὶ ἡ καθαρὰ προσευχὴ προσέρχεται. διὰ τούτου δὲ δείκνυται τοὺς πρεσβυτέρους εἶαι τοὺς ἐν τῇ παλαιᾷ τε καὶ νέᾳ Θεῷ εὐαρεστήσαντας, καὶ τὴν ὑπὲρ παντὸς τοῦ κόσμου τῷ σφαγιασθέντι ἀμνῷ τοῦ Θεοῦ καὶ ἀγοράσαντι ἡμᾶς εὐχαριστίαν προσάγοντας.
ὄντων φυσικοῖς λόγοις ὁ Θεὸς δοξάζεται ὡς πάντων γενεσιάρχης· καὶ ὁ τούτου μονογενὴς καὶ ὁμοούσιος Υἱὸς, ὃς τὴν καινότητα τῷ ἀνθρώπῳ καὶ τὴν δι’ αὐτὸν γεγενημένην κτίσιν χαριζόμενος, εἰ καὶ λαβεῖν τῶν ἐν οὐρανοῖς καὶ τῶν ἐπιγείων τὴν ἐξουσίαν ὡς ἄνθρωπος γέγραπται.
ὑπερέχουσι τάξεων, καὶ οἱ χαρακτηριστικοὶ τοῦ τῶν σωζομένων ἀνθρώπων πληρώματος τῆς τοῦ Θεοῦ ἀξιοῦνται ὑμνῳδίας τε καὶ προσκυνήσεως.
Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.