περιτίθησιν, ὥσπερ ἐν τῇ προτεραίᾳ τοῦ υἱοῦ ὀπτασίᾳ, ἀλλὰ τιμίοις αὐτὸς λίθοις ἀπεικάζει· τῆς μὲν ἰάσπιδος σημαινούσης ὡς χλοερᾶς τὸ ἀειθαλὲς ὁμοῦ καὶ φερέσβιον καὶ τροφὴν χορηγὸν τῆς θείας φύσεως, διὰ τὸ πᾶν σπέρμα χλοηφορεῖν, πρὸς τούτοις δὲ καὶ τὸ φοβερὸν τοῖς ὑπεναντίοις. φασὶ γὰρ τὴν ἴασπιν φοβερὰν
εἶναι θηρίοις καὶ φάσμασι a. μετὰ τοῦτο δὲ καὶ τὸ θεραπευτικὸν τῶν ἐπιδεχομένων τὴν ψυχικὴν ἴασιν. φασὶ γὰρ τοῦτον τὸν λίθον ἰατρεύειν οἰδήματά τε καὶ τὰς ἀπὸ σιδήρου πληγὰς ἐπιχριόμενον. ἡ δὲ ἴρις σμαραγδίζουσα τὸ ποικίλον καὶ ἀνθοῦν ἐν ἀρεταῖς τῶν ἀγγελικῶν ἐμφαίνει τάξεων.
ιβ πρεσβυτέρων, τοὺς ἐν τῇ παλαιᾷ διαλάμψαντας· διὰ δὲ τῶν ἑτέρων ιβ, τοὺς ἐν τῇ νέᾳ διαπρέψαντας, κἀκείνων γὰρ ιβ φύλαρ- 1 λαρχοι, καὶ τῶν ἐν τῇ νέᾳ ιβ Ἀποστόλων προηγήσαντο, οἷς καθίσαι ἐπὶ ιβ θρόνων ὁ Κύριος ἐπηγγείλατο. τάχα δὲ τὰ λευκὰ ἱμάτια τοῦ λαμπροῦ βίου, καὶ τῆς ἀλήκτου ἑορτῆς καὶ εὐφροσύνης σύμβολα. οἱ δὲ στέφανοι τῆς νίκης, ἣν πρὸς τοὺς πονηροὺς δαίμονας κατώρθωσαν ἀνδρισάμενοι.
χαρακτηρίζει ἀτάραχον. τάχα δὲ διὰ ταύτης δηλοῦται τὰ οὐράνια νοητὰ ἀνεφίκτοις ἡμῖν ὕδασι κατὰ τὸν ψαλμῳδὸν στεγαζόμενα. εἰ δέ τισι κρυσταλλοειδὴς ἡ τοῦ οὐρανοῦ φύσις νενόμισται, σκοπεῖν χρὴ, εἰ μὴ ἡ οὐσία τοῦ θεοστιβοῦς ἐκεί.νου ἐδάφους διὰ τούτων σημαίνεται, τὸ στίλβον ὁμοῦ καὶ διαυγὲς ἔχουσα.
τῶν ἔμπροσθεν θεόθεν τὴν γνῶσιν ἐναυγάζονται.
ἐν θαλάσσῃ τὴν δεσποτείαν, ἣ τὰς δ ἀρετὰς καὶ τὰ δ Εὐαγγέλια. τοῦ μὲν λέοντος δηλοῦντος τὴν ἀνδρίαν καὶ τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον, διὰ τὸ τῆς προαιωνίου βασιλείας τούτου σημαντικόν. τοῦ δὲ μόσχου τὴν δικαιοσύνην καὶ τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον ὡς νομικῶς καὶ ἱερατικῶς τὸν Χριστὸν γενεαλογήσαντος. τοῦ δὲ ἀετοῦ τὴν σωφροσύνην, ταύτην γὰρ ἔχειν μαρτυρεῖται τὸ ζῶον καὶ τὸ κατὰ Μάρκον Εὐαγγέλιον, ὡς σύντομον καὶ ἀπὸ τοῦ προφητι- κοῦ πνεύματος ἀρξάμενον. τοῦ δὲ ἀνθρώπου τὴν φρόνησιν, καὶ τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον, ὡς φύσει καὶ οὐ νόμῳ κηρύξαντος
τὴν Χριστοῦ γέννησιν. ἴσως δὲ διὰ τούτων καὶ ἡ οἰκονομία τοῦ Χριστοῦ δηλοῦται διὰ τοῦ λέοντος, ὡς βασιλέως· διὰ τοῦ μόσχου ὡς ἱερέως, μᾶλλον δὲ ἱερείου· διὰ δὲ τοῦ ἀνθρώπου, ὡς δι’ ἡμᾶς ἀνδρωθέντος· διὰ δὲ τοῦ ἀετοῦ, ὡς χορηγοῦ τοῦ ζωοποιοῦ Πνεύματος τοῦ ἐπιπτάντος ἡμῖν ἄνωθεν.
αὐγὰς θείοις ζυγοῖς ἀνατείνονται.
δηλοῦν ἔφημεν.
Σὺ, φησὶ, δέσποτα, λέγοντες, τῶν στεφάνων τῆς νίκης αἴτιος καὶ χορηγὸς γέγονας· καὶ σοὶ παρὰ πάντων ὡς κτισμάτων ἡ εύχαριστία ὀφείλεται.
Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.