ἀμφότερα ἐν τῇ χειρὶ τοῦ Χριστοῦ εἰσιν, τῶν μὲν γὰρ ὡς δεσπότης κρατεῖ, τοῦ δὲ Πνεύματος ἐστὶ χορηγὸς ὡς ὁμοούσιος· ἐπιπλήττει δὲ τῇ Ἐκκλησίᾳ, ὡς ψιλὸν ὄνομα ζωῆς ἐχούσης πίστεως, νενεκρωμένη δὲ ἐξ ἀγαθῶν πράξεων.
φησι καὶ ἐν τῷ Εὐαγγελίῳ, “ ἐκλάμψειν τοὺς δικαίους ὡς τὸν “ ἥλιον ἐν τῆ βασιλείᾳ τῶν οὐρανῶν.”
πάσης προφητείας, τὸ Πνεῦμα τὸ Ἅγιον· δι’ οὗ οἱ θησαυροὶ τῆς γνώσεως ἀνοίγονται. καὶ τὴν μὲν πρώτην κατὰ τὸ ἀνθρώπινον δέχεται, τὴν δὲ δευτέραν ἔχει κατὰ τὸ ἄναρχον τῆς θεότητος. ἐπεὶ δὲ ἔν τισι τῶν ἀντιγράφων, ἀντὶ τοῦ Δαβὶδ, ᾅδου γέγραπται, διὰ τῆς τοῦ ἅδου κλειδὸς, ἡ ἐξουσία τῆς ζωῆς καὶ τοῦ θανάτου τῶ
Χριστῷ πρόσ’ μεμαρτύρηται. ἅγιος δὲ καὶ ἀληθινὸς, ὡς αὐτοαγιωσύνη, καὶ αὐτοουσιώδης ἀλήθεια.
τὰ ἔργα, τουτέστιν ἀποδέχομαι· καὶ θύραν ἐνώπιόν σου τοῦ διδασκαλικοῦ κηρύγματος ἤνοιξα, κλεισθῆναι διὰ πειρασμῶν μὴ δυνα- μένην, τῇ προθέσει γὰρ ἀρκοῦμαι, καὶ οὐκ ἀπαιτῶ τὰ ὑπὲρ δύναμιν.
Ἰουδαίων ἐπιστροφήν τε καὶ μετάνοιαν, οἳ προπεσοῦνται τοῖς πόσι σου, τὴν πρὸς ἐμὲ ἀγωγὴν καὶ τὸν ἐξ ἐμοῦ φωτισμὸν αἰτούμενοι, καὶ ἐν τῷ κρυπτῷ τῆς καρδίας καὶ ἐν τῷ φανερῷ λοιπὸν Ἰουδαΐςοντες.
κίνησιν. ἐλευθεροῦν τοὺς ζηλωτὰς αὐτῆς ὑπισχνεῖται, προαναρπαζομένους διὰ τῆς ἐντεῦθεν ἀναλύσεως, ἵνα μὴ πειρασθῶσιν ὕπερ ὁ δύνανται.
ἐκείνων φησὶν ὁ Κύριος ἐλεύσεσθαι, διὸ παρεγγυᾷ κρατῆσαι τὸν θησαυρὸν τῆς πίστεως ἄσυλον, ἵνα μὴ ἀπολέσῃ τὸν τῆς πίστεως στέφανον.
στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας καθίσταται, ἀκίνητον ἐν αὐτῇ τὴν βασιλείαν ἔχων κατὰ τὸν Ἀπόστολον. καὶ ἐπὶ τὴν καρδίαν φησὶ τοῦ τοιούτου στύλου χαράξω τὴν γνῶσιν τοῦ θείου ὀνόματος καὶ τῆς ἄνω Ἰερουσαλὴμ, ἵνα ἴδῃ τὰ ἐν αὐτῇ κάλλη τοῖς τοῦ Πνεύματος ὀνόμασι, καὶ τὸ καινὸν ὄνομα τὸ τοῖς ἁγίοις ἐν τῷ
μέλλοντι γνωριζόμενον. τῷ δὲ Θεῷ μου ἀνθρωπίνως περὶ τοῦ Πατρὸς εἴρηκεν, ὡς σὰρξ δι’ ἡμᾶς ἀτρέπτως γενόμενος. ἄνωθεν δὲ Ἰερουσαλὴμ καταβαίνει, ἐκ μὲν Ἀγγέλων ἀρξαμένης τῆς θείας γνώσεως, μέχρις ἡμῶν δὲ καταντησάσης, συναφθέντων ἀλλήλοις διὰ Χριστοῦ τῆς κεφαλῆς ἡμῶν.
προελόμενος μὴ ἀκριβῶς δὲ ζῶν, καταγνωστέος εἰκότως, ὡς ἐγγὺς ὣν τοῦ ἀποψυχθέντος.
μου εἰς αἰώνιον κόλασιν, ὅτι ταῖς ἀκάνθαις τοῦ πλούτου τὸν σπόρον τοῦ θείου λόγου συμμιγνύουσα, τὴν ἑαυτῆς ἐν τοῖς πνευματικοῖς ἀγνοεῖς πτωχείαν, καὶ τὴν τῶν νοητῶν σου ὀφθαλμῶν τύφλωσιν, καὶ τὴν ἐξ ἀγαθῶν πράξεων γύμνωσιν.
ἐξ ἁμαρτίας ἀμφιασθήσεται γύμνωσις. κολλύριον δέ ἐστιν ἡ ἀκτημοσύνη· εἰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς βλεπόντων, τουτους πάντως ἀνοίξει τὸ ἀδωροδόκητον.
κρούω, καὶ τοῖς ἀνοίγουσιν ἐπὶ τῇ ἑαυτῶν σωτηρίᾳ συνευφραίνομαι. τροφὴν γὰρ καὶ δεῖπνον ταύτην ἥγημαι· τρεφόμενος ἐν οἷς αὐτοὶ τρέφονται, καὶ τὸν λιμὸν τοῦ ἀκοῦσαι θείου λόγου, καὶ τὸ σκότος τῆς πλάνης φεύγουσιν.
Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.