“ συνηγμένοι ἐν τῷ ἐμῷ ὀνόματι, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.”
’τον μὲν κόπον καὶ τὴν ὕπερ τῆς πίστεως ὑπομονὴν καὶ τὴν πρὸς τοὺς κακοὺς ἀλλοτρίωσιν αὐτῆς ἐπῄνεσεν, ὅτι τε μὴ παντὶ πιστεύσασα πνεύματι, ἐπείρασε τοὺς ψευδαποστόλους· καὶ γνοῦσα ψευδεῖς αὐτοὺς, ἀπεπέμψατο. πρὸς δὲ τούτοις ὅτι τὰ ἔργα τῶν αἰσχροεργῶν Νικολαϊτῶν μεμίσηκεν· ἐμέμψατο δὲ ὅτι τὴν πρὸς
τοὺς πλησίον ἀγάπην καὶ εὐποιίαν ἐχλίανεν, πρὸς ἣν αὐτὴν διὰ τῶν ἑξῆς ἀνεκαλέσατο, δι’ ὧν φησι, τὰ πρῶτα ἔργα ποίησον.
τῶν ὑπουργούντων αὐτοῖς πονηρῶν ἀνθρώπων καθίσταται. τινὲς δὲ τὴν τῆς λυχνίας κίνησιν, τὸν ἀρχιερατικὸν τῆς Ἐφέσου θρόνον ὡς ἐν τῇ βασιλίδι μετατεθέντα ἐνόησαν. τὰ δὲ ἔργα τῶν Νικολαϊτῶν ὅπως εἰσὶ τῷ Θεῷ μισητὰ, ἐντυχών τις τῇ βδελυρᾷ αὐτῶν αἱρέσει γνώσεται.
“ ἀντεχομένοις αὐτῆς,” καὶ ὁ παρὼν Ἀπόστολος ἑτέρωθι περὶ τοῦ Χριστοῦ λέγων “αὐτός ἐστί,” φησιν, “ὁ Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος.”
ζωὴν τὴν αἰώνιον.
ἔχων τὸν θησαυρὸν κεκρυμμένον ἐν τῷ ὀστράκῳ τῆς καρδίας σου.
ἐξομολόγησις ἑρμηνεύεται.
ἀμάραντον.
τῆς ἐκείνου ὑπομονῆς, τῆς τῶν πεπλανημένων ὠμότητος ἐμνημονευσεν.
αἰσχροποιοὺς Νικολαΐτας, ἐπισπαρέντας τῷ σίτῳ πονηρὰ ζιζάνια· διὸ καὶ τοῦ Βαλαὰμ ἐμνημόνευσε, φήσας, ὃς ἐδίδασκεν ἐν τῷ Βαλαὰμ τὸν Βαλάκ. δηλοῖ δὲ διὰ τούτων τὸν νοητὸν Βαλαὰμ τὸν διάβολον ἐν τῶ αἰσθητῷ τὸν Βαλὰκ διδάξαι τὸ κατὰ τῶν Ισραηλιτῶν σκάνδαλον, πορνείαν καὶ εἰδωλολατρίαν· τῇ γὰρ
ἐκείνης ἡδονῇ εἰς ταύτην τῷ Βεελφεγὼρ τελεσθέντες κατεκυλίσθησαν.
τεύξονται· λήψονται δὲ καὶ ψῆφον λευκὴν, τουτέστι νικῶσαν, τῆς δεξιᾶς μοίρας ἀξιούμενοι, καὶ ὄνομα καινὸν τῇ παρούσῃ ζωῇ ἀγνοούμενον· ὀφθαλμὸς γὰρ οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ νοῦς οὐ κατέλαβεν τὰ ἀγαθὰ τὰ μέλλοντα· καὶ τὸ καινὸν ὄνομα, ὃ οἱ ἅγιοι κληρονομήσουσιν.
διακονίαν τὸ εὐλαβὲς ὑμῶν καὶ ὑπομονητικὸν ἀποδέχομαι, ἀλλὰ δικαίως ὑμῖν ἐπιμέμφομαι, ὅτι τὴν τῶν Νικολαϊτῶν αἵρεσιν, τὴν τροπικῶς ὠνόμασ’ μένην Ἰεζάβελ διὰ τὴν δυσσέβειαν καὶ ἀσέλγειαν, ἀφήκατε παρρησιάζεσθαι, ὥστε τοῖς δούλοις μου δι’ ἁπλότητα γνώμης παρέχειν σκάνδαλον, καὶ ἕλκειν αὐτοὺς εἰς εἰδωλόθυτα,
οἷς καλῶς ἀπετάξαντο. ταύτην δὲ ἐπιστομίζειν ὀφείλετε, ὅτι καὶ προφῆτις εἶναι ὑποκρίνεται, ὑπὸ πονηροῦ ἐνεργουμένη πνεύματος.
καλῶς τούτῳ οὐκ ἐχρήσατο.
μετανοίας πρὸς αὐτὸν ἐπιστρέψουσιν.
οὐ ζητῶ παρ’ ὑμῶν τὴν διὰ λόγων μάχην, ἀλλὰ τὴν φυλακὴν τῆς διδαχῆς, ἣν παρελάβετε, ἄχρις ἃν ὑμᾶς ἐντεῦθεν προσλήψομαι.
τῶν ἀπίστων κρίσιν αἰνίττεται, δι’ ἧς οἱ πεπλανημένοι, ὡς ἐν ῥάβδῳ ποιμαινόμενοι συντριβήσονται, ὑπὸ τῶν ἐν αὐτοῖς τῷ Χριστῷ πιστευσάντων κρινόμενοι, κατὰ τὸ εἰρημένον, “ἄνδρες “ Νινευΐται ἀναστήσονται καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην.” δὲ, “ ὡς κἀγὼ εἴληφα παρὰ τοῦ Πατρός μου,” τὴν τῆς σαρκὸς πρόσληψιν.
τῆς πρώτης ἀνατολῆς τοῦ ἡλίου τῆς δικαιοσύνης, ὁ γε τῆς δευτέρας, μεθ’ ὡν ἕξειν τὸ μέρος τοὺς νικητὰς τοῦ διαβόλου πιστεύομεν. νοεῖται δὲ καὶ ἡ τῆς μελλούσης ἡμέρας ἀνατολὴ, ᾗ τὸ σκότος τοῦ παρόντος βίου καλυφθήσεται. καὶ ὁ ταύτην δὲ εὐαγγελιζόμενος Ἄγγελος. προπορεύεται γὰρ αὕτη τοῦ τῆς δικαιψσύνης
ἡλίου ἐπιφανησομένου τοῖς ἁγίοις, καὶ τὴν ἀχλὺν τοῦ παρόντος βίου διασκεδάσαντος.
Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.