COD. COISL. 224. FoL. 334 r.
φησὶν, ἀνθρωπινώτερον μᾶλλον περὶ αὐτοῦ τὸν λόγον ποιούμενος. ἐπείπερ ἐν τῷ Εὐαγγελίῳ τοῖς ὑψηλοῖς καὶ θεοπρεπέσιν ὑπὲρ πάντα ἐνδιέτριψε. κἀνταῦθα δὲ διὰ τοῦ διακονοῦντος Ἀγγέλου καὶ τοῦ τῶν μανθανόντων δούλων ὀνόματος, τὸ τῆς θεότητος τοῦ Χριστοῦ ἐμφαίνει μέγεθος· αὐτοῦ γὰρ δοῦλα τὰ σύμπαντα. τὸ
δὲ ἐν τάχει γενέσθαι σημαίνει, τὸ τινὰ μὲν τῶν παρὰ πόδας γενέσθαι τῆς περὶ αὐτῶν προρρήσεως, καὶ τὰ ἐπὶ συντελείᾳ δὲ μὴ βραδύνειν. “ διότι χίλια ἔτη παρὰ Θεῷ, ὡς ἡμέρα ἡ “ ἥτις διῆλθεν.”
τέρα· καὶ δῆλον ἐκ τοῦ εἰρῆσθαι “ἄτινά εἰσιν, καὶ ἃ χρὴ γενέσθαι. ταῦτα δέ ἐστιν παραστατικὰ τοῦ ἐνεστῶτος χρόνου καὶ τοῦ μέλλοντος.
ἐγγὺς γὰρ ὁ παρὼν καιρὸς, δι’ οὗ τοῦ μακαρισμοῦ τυχεῖν ἔξεστιν, καὶ πᾶσιν εἰς ἐργασίαν προκείμενος, ὥς φησιν ὁ Κύριος· ἐργάζεσθε ἕως ἡμέρα ἐστι. καὶ ἕτερος, ἐγγὺς ὁ καιρὸς ὁ τῆς τῶν ἐπάθλων διανομῆς, διὰ τὴν τοῦ παρόντος βίου σμικρότητα, συγκρίσει τοῦ μέλλοντος.
ἐκκλησιῶν μέμνηται, αἷς φησι, “ χάρις ὑμῖν καὶ εἰρήνη’’ τῆς τρισυποστάτου θεότητος. διὰ μὲν γὰρ τοῦ ὁ ὣν, ὁ Πατὴρ δηλονότι, ὁ χρηματίσας τῷ Μωυσῆ, “ ἐγώ εἰμι ὁ ὤν· διὰ δὲ ὁ ἦν, ὁ Χριστὸς, ὃς ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν· διὰ δὲ τοῦ ὁ ἐρχόμενος, ὁ Παράκλητος, ὁ ἀεὶ ἐπιφοιτῶν τοῖς τῆς Ἐκκλησίας
τέκνοις διὰ τοῦ ἁγίου βάπτ’ βαπτίσματος, τελεωτέρως δὲ καὶ τρανωτέρως ἐν τῷ μέλλοντι.
θεαρχικωτάτῃ καὶ βασιλίδι τριάδι, ἀλλ’ ὡς δούλους σὺν αὐτῇ μνημονευομένους. ἴσως δὲ ἑτέρως τοῦτο νοηθήσεται, διὰ μὲν τοῦ ὁ ὣν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος τοῦ Πατρὸς σημαινομένου, τοῦ περιέχοντος ἐν ἑαυτῷ πάντων τῶν ὄντων τήν τε ἀρχὴν καὶ τὰ μέσα καὶ τὰ τελευταῖα. διὰ δὲ τῶν ἑπτὰ πνευμάτων, τῶν ἐνεργειῶν
τοῦ ζωοποιοῦ Πνεύματος· διὰ δὲ τοῦ ἑπομένου Χριστοῦ τοῦ Θεοῦ, τοῦ δι’ ἡμᾶς ἀνθρώπου γενομένου. πολλαχοῦ γὰρ ἀδιαφόρως ἑκάστη θεικὴ ὑπόστασις τῷ Ἀποστόλῳ προτάττεται καὶ ὑποτάττεται. ὡς δὲ τῷ θεολόγῳ Γρηγορίῳ δοκεῖ, εἰς τὸν Χριστὸν ἐξείληπται τὸ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος.
ἡμᾶς “ βασίλειον ἱεράτευμα,’’ ἀντὶ ἀλόγων θυσιῶν, “ “ ’σαν, τὴν λογικὴν θυσίαν τῷ Πατρὶ
διὰ τῶν νεφελῶν, νοερῶν δυνάμεων· ἐρχόμενον δὲ αὐτὸν μετὰ δόξης, πᾶς μὲν ὀφθαλμὸς ὄψεται, οἱ δὲ ἐκκεντήσαντες καὶ πᾶσαι αἱ τῆς γῆς φυλαὶ, αἱ τῇ ἀπιστίᾳ ἐμμείνασαι, κόψονται. τὸ δὲ ναὶ ἀμὴν, ἀντὶ τοῦ πάντως, τὸν αὐτὸν νοῦν τῆ Ἑλληνίδι καὶ Ἑβραί·δι γλώσσῃ ἐσήμανε. τὸ γὰρ ἀμὴν, ἑρμηνεύεται, γένοιτο.
τρισὶ, πλὴν τῶν ἰδιωτήτων, ἤγουν σχέσεων, καὶ τῆς τοῦ Λόγου ἐνανθρωπήσεως. καὶ δῆλον ἐξ ὧν τὸν τρισάγιον τῶν Σεραφὶμ ὕμνον, ἐν μὲν τῷ Εὐαγγελίῳ εἰς τὸν Υἱὸν μανθάνομεν λέγεσθαι, ἐν δὲ τῇ δημηγορίᾳ Παύλου ἐν ταῖς Πράξεσιν εἰς τὸ Πνεῦμα τὸ Ἅγιον. ἐν δὲ τῇ τῶν μυστηρίων προσφορᾷ, εἰς τὸν Πατέρα, πρὸς
ὃν τὴν τοιαύτην εὐχὴν εἰθίσμεθα ποιεῖν.
διὰ γὰρ τὴν μαρτυρίαν Ἰησοῦ, Πάτμον οἰκεῖν τὴν νῆσον καταδικασθεὶς, ἀπαγγέλλω τὰ ἑωραμένα ἐν αὐτῇ μυστήρια.
ἀνάστασιν, φωνῆς ἤκουσε σάλπιγγι ἐοικυίας, διὰ τὸ μεγαλόφωνον δηλούσης τὸ τοῦ Θεοῦ ἄναρχόν τε καὶ ἀτελεύτητον, διὰ τοῦ Α καὶ τοῦ Ω δηλούμενον, ἐξ ἧς ἐντέταλται τὰ κραθέντα ταῖς ἑπτὰ ἐκκλησίαις διαπέμψασθαι, διὰ τὸν προλεχθέντα ἑβδοματικὸν ἀριθμὸν, τὸν εἰς τὸν σαββατισμὸν καταντῶντα τοῦ αἰῶνος τοῦ
μέλλοντος.
λυχνίας, ἃς παρακατιὼν τὰς ἐκκλησίας ἐννόησε, καὶ ἐν μέσῳ αὐτῶν τὸν Χριστὸν, ὁμοῖον ἀνθρώπῳ, διὰ τὸ καὶ Θεὸν αὐτὸν εἶναι καὶ οὐ ψιλὸν ἄνθρωπον, ἐνδεδυμένον ποδήρη, ὡς ἀρχιερέα τῶν ἄνω, κατὰ τάξιν Μελχισεδὲκ, ζώνην καὶ χρυσῆν περιεζωσμένον, οὐκ ἐν τῇ ὀσφύι, ὥσπερ οἱ λοιποὶ ἄνθρωποι πρὸς ἐποχὴν τῶν ἡδονῶν·
ταύταις γὰρ ἡ θεία σὰρξ ἀνεπίβατος, ἀλλ’ ἐν στήθει πρὸς τοῖς μαζοῖς, ὅπως καὶ τὸ ἄσχετον τῆς δικαίας καὶ θείας ὀργῆς φιλανθρωπίᾳ συνέχηται, καὶ ἡ τὰς δύο διαθήκας, ἤγουν τοὺς δεσποτικοὺς μαζοὺς ζωννύουσα δειχθῇ ἀλήθεια· δι’ ὧν οἱ πιστοὶ τρέφονται. χρυσῆ δὲ ἡ ζώνη διὰ τὸ τίμιον καὶ καθαρὸν καὶ ἀκίβδηλον.
λευκαὶ δὲ αἱ τῆς κεφαλῆς τρίχες ὡσεὶ ἔριον ἢ ὡς χιών. εἰ γὰρ καὶ πρόσφατος δι’ ἡμᾶς, ἀλλ’ ἀρχαῖος, μᾶλλον δὲ προαιώνιος· τούτου γὰρ ἡ λευκὴ θρὶξ σύμβολον. οἱ δὲ ὀφθαλμοὶ ὡς φλὸξ πυρὸς, τοὺς μὲν ἁγίους φωτίζοντες, τοὺς δὲ βεβήλους φλογίζοντες. τοὺς δὲ πόδας τὴν μετὰ σαρκὸς οἰκονομίαν δεῖ νοεῖν. οἱ πόδες γὰρ
αὐτοῦ τῇ θεότητι ἐπιβάντες, τὴν ἡμετέραν σωτηρίαν κατειργάσαντο. πόδες δὲ καὶ οἱ θεμέλιοι τῆς Ἐκκλησίας. ὅμοιοι δὲ χαλκολιβάνῳ, ὅν φασιν οἱ ἰατροὶ εὐώδη εὐώδη θυμιώμενον, τὸν παρ’ αὐτοῖς καλούμενον ἄρρενα λίβανον, χαλκοῦ μὲν τῆς ἀνθρωπίνης, λιβάνου δὲ τῆς θείας νοουμένης φύσεως, δι’ ὧν δείκνυται καὶ τὸ
εὐῶδες τῆς πίστεως, καὶ τὸ ἀσύγχυτον τῆς ἑνώσεως. ἣ του χαλκοῦ δηλοῦντος τὸ τοῦ κηρύγματος εὔηχον, τοῦ δὲ λιβάνου, τὴν τῶν ἐθνῶν ἐπιστροφήν. ὅθεν ἡ νύμφη ἔρχεσθαι κελεύεται. πόδες δὲ τοῦ Χριστοῦ καὶ οἱ Ἀπόστολοι, τῇ καμίνῳ τῶν πειρασμῶν πυρωθέντες.
1
τὸ δὲ πρόσωπον αὐτοῦ φαίνειν ὡς ὁ ἥλιος λέγων, οὐκ αἰσθητὴ, τὴν αἴγλην φησὶν, ἀλλὰ νοητήν· ἥλιος γάρ ἐστι δικαιοσύνης τῇ οἰκείᾳ δυνάμει καὶ ἐξουσίᾳ καταυγάζων. οὐ καθὼς ὁ αἰσθητὸς ἥλιος ἅτε κτίσμα, θεοσδότῳ δὲ δυνάμει, καὶ θείῳ προστάγματι.
ὡς νεκρὸς.
ἔχω ἐξουσίαν τοῦ ᾅδου καὶ τοῦ θανάτου, τουτέστι τοῦ σωματικοῦ καὶ ψυχικοῦ θανάτου.
τὸν αὐτοῦ πλουτοῦντες φωτισμὸν, ὡς τὴν νύκτα τοῦ παρόντος βίου καταλάμποντες· λυχνίαι δὲ αἱ ἐκκλησίαι ὀνομάζονται· εἰκότως, ὡς τοὺς φωστῆρας ἔχουσαι, τοὺς λόγον ζωῆς ἐπέχοντας. χρυσοῖ δὲ οἵτε λύχνοι καὶ αἱ λυχνίαι, διὰ τὸ τίμιον καὶ ἀκίβδηλον τῆς ἐν αὐτοῖς πίστεως. τούτων δὲ ἑκάστῃ, Ἄγγελος φύλαξ ἐφέστηκεν,
καθώς φησιν ὁ Κύριος. οὓς τροπικῶς ἀστέρας διὰ τὸ φωτεινὸν καὶ καθαρὸν τῆς φύσεως ὠνόμασεν.
Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.