τὰς πράξεις περιέχειν φαίνεται, οἷον τῶν ἐν γῇ λῃστευόντων, ἣ ἑτέρως ἀνοσιουργούντων, καὶ τῶν ἐν θαλάσσῃ πειρατευόντων, ὧν τὴν κόλασιν αἰνίττεται, τοὺς πόδας ἐκτείνων ἔπι τε τῆς γῆς ἐπί τε τῆς θαλάσσης ὁ Ἄγγελος.
τούτους εἷναι δευτερεύοντας, καὶ ἐκεῖθεν τὴν ἀφορμὴν τοῦ προφητεύειν λαμβάνοντας.
ἐκ τῆς οὐρανίου φωνῆς ὁ Εὐαγγελιστὴς ἔμαθεν, τῇ μὲν διανοίᾳ τὰς φωνὰς ἐνσημήνασθαι, τὴν δὲ τελείαν κατάληψιν, καὶ τὴν τρανὴν τούτου διασάφησιν τοῖς τελευταίοις χρόνοις ταμιεύεσθαι· ἐσφραγισμένους γὰρ καὶ ἐμπεφραγμένους τοὺς τοιούτους λόγους, καὶ ὁ Δανιὴλ ἐδιδάσκετο.
μετρούμενον, ἀλλὰ ζωὴ αἰώνιος, ἀριθμὸν χρονικὸν ὑπερβαίνουσα. 1 ἣ χρόνος μακρὸς οὐκ ἔσται μετὰ τὰς ἓξ φωνὰς τοῦ Ἀγγέλου τοῦ πληρωθῆναι τὰ προφητευθέντα.
σάλπιγγος, τὰ ἐκ τῶν ἁγίων προφητῶν εἰρημένα πρὸ τῆς συντελείας συμβήσεσθαι πέρας δέχεσθαι. εὐαγγελισμὸς δὲ ἡ τούτων ἐκπλήρωσις, διὰ τὴν ἡτοιμασμένην τοῖς ἁγίοις ἀνάπαυσιν.
ἐγκελεύεσθαι φαίνεται, διὰ τῆς βίβλου τὴν γνῶσιν τῶν χρησμοδοτηθέντων ὑποδέξασθαι.
τροφῶν χωρητικὴν, τῇ συμπαθείᾳ τῶν τὰς θεηλάτους κατὰ θεῖον κρίμα δεχομένας μάστιγας. νοεῖται δὲ καὶ ἑτέρως. ἐπείπερ ἅγιος ὢν, τῇ πείρᾳ τῶν πράξεων οὐκ ἐγεύσατο, διὰ τῆς τοῦ βιβλίου καταπόσεως, τοῦ τὰς πράξεις τῶν ἀνοσιουργῶν περιέχοντος· τὸ ἐν ἀρχαῖς τῆς ἁμαρτίας γλυκὺ, πικρὸν δὲ μετὰ τὴν πρᾶξιν διὰ τὴν
ἀμοιβὴν διδάσκεται.
κλαιόντων κλαίουσι.
μέχρι συντελείας προφητεύειν τὰ μέλλοντα τοῖς ἀναγινώσκουσιν, ἣ τὸ μήπω τοῦτον θανάτου γεύσασθαι. ἐπὶ τέλει δὲ ἐλεύσεσθαι τῆς ἀπάτης τοῦ Ἀντιχρίστου τὴν παραδοχὴν κωλύσονται.
ἀγαθῶν γινωσκόμενοι, κατὰ τὸ, “ ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ.”
Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.