μῆνας, σημαντικοὺς τῆς τοῦ χρόνου βραχύτητος, ὧν κρατοῦσι τὰ τῆς νέας διαθήκης μυστήρια, μέχρι τῆς δευτέρας Χριστοῦ παρουσίας ὑπέλαβον. ἄλλοι δὲ ναὸν Θεοῦ ζῶντος, τὴν Ἐκκλησίαν φασὶ προσαγορεύεσθαι, ἐν ᾗ θυσίας λογικὰς τῷ Θεῷ προσφέρομεν· αὐλὴν δὲ ἐξωτέραν, τὴν τῶν ἀπίστων ἐθνῶν ἣ Ἰουδαίων συναγωγὴν,
ὡς ἀναξίαν ὑπ’ Ἀγγέλου μετρηθῆναι διὰ τὴν ἀσέβειαν. τοὺς γὰρ παρανόμους ἀγνοεῖν λέγεται ὁ Θεός. τὸ δὲ πατεῖσθαι τὴν ἁγίαν πόλιν, εἴτε τὴν νέαν Ἱερουσαλὴμ, εἴτε τὴν καθολικὴν Ἐκκλησίαν μῆνας μβ ὑπὸ τῶν ἐθνῶν, σημαίνειν οἰμαι ἐν τῇ παρουσίᾳ τοῦ Ἀντιχρίστου, γg ἔτη τοὺς πιστοὺς καὶ δοκίμους πατεῖσθαι καὶ
διώκεσθαι.
τὸ σκυθρωπὸν καὶ πένθους ἄξιον ἐπὶ τοῖς ἀπατωμένοις ἐμφαίνοντας, καὶ τοὺς τότε εὑρισκομένους τῆς πλάνης τοῦ Ἀντιχρίστου ἀπάγοντας.
Θεὸς, τῇ παραθέσει τῆς ἀληθείας καὶ τοῦ φωτὸς τὸ ψεῦδος καὶ τὸ σκότος ἀπελέγξοντας· καὶ τοὺς μὲν πεπλανημένους ἐπιστρέψοντας, διά τε φόβου διδασκαλικοῦ, διά τε μαστίγων παιδευτικῶν, ἀνομβρίας καὶ πυρὸς καὶ τῆς τῶν στοιχείων μεταποιήσεως, καὶ τῶν ὁμοίων· τὸν δὲ πλάνον παραδειγματίσοντας, καὶ μηδὲν μήτε ὑπ’ ἐκείνου μήτε
ὑφ’ ἑτέρου πεισομένους ἄχρι τοῦ τῆς οἰκείας προφητείας πέρατος.
ἀνελεῖ αὐτοὺς κατὰ θείαν συγχώρησιν, καὶ ἄταφα αὐτῶν καταλήψει τὰ σώματα ἐν αὐτῇ τῇ Ἰερουσαλὴμ, δηλαδὴ τῇ πάλαι κατεστραμμένῃ, ἐν ἡ καὶ ὁ Κύριος πέπονθεν· ταύτῃ ὡς ἔοικεν καθιστῶν τὰ βασίλεια κατὰ μίμησιν Δαβὶδ, οὗ Ἰησοῦς ὁ Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν κατὰ σάρκα γεγέννηται. ἵνα κἀν
τούτῳ ἑαυτὸν εἶναι τὸν Χριστὸν πιστώσηται, πληροῦντα τὸ προφητικὸν λόγιον, τὸ φάσκον, “ ἀναστήσω τὴν σκηνὴν Δαβὶδ “ πεπτωκυῖαν, καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω· πλανώμενοι Ἰουδαῖοι, εἰς τὴν ἐκείνου παρουσίαν ἐκλαμβάνουσιν.
ὡς τῶν λοιπῶν σωθησομένων· αἱ γὰρ ἑπτὰ χιλιάδες ἀναιρούμεναι, τοὺς τῷ ἑβδοματικῷ τοῦ παρόντος βίου χρόνῳ προστετηκότας, καὶ τὴν ὀγδόην τῆς ἀναστάσεως μὴ ἀναμένοντας, σημαίνειν φαίνονται οὓς καὶ ἀποκτανθῆναι ἐπάναγκες, τὸν ἐν γεέννῃ δεύτερον θάνατον τὴν αἰώνιον κόλασιν, ἢ τυχὸν ἑπτακισχίλιοι ἔσονται οἱ
ἐξ Ἰουδαίων τῷ Ἀντιχρίστῳ πειθόμενοι.
ὡς ἂν προσφάτῳ καὶ ξένῃ διδαχῇ μακροθυμήσας, ἐπὶ τέλει τὴν δίκην ἐπήγαγε.
Καὶ ἦλθεν ἡ ὀργή σου. Καιρὸν τῶν νεκρῶν φησὶ, τὸν καιρὸν τῆς τῶν νεκρῶν ἀναστά- σεως, ἐν ᾧ ἑκάστῳ κατάλληλα δοθήσεται τὰ ἐπίχειρα· διὰ δὲ
τῶν προφητῶν καὶ ἁγίων καὶ τῶν φοβουμένων τὸν Θεὸν, τὰ τρία εἰκὸς νοεῖσθαι τάγματα τῶν ἐν ἑκατὸν καρποφορούντων καὶ ἐν ξ καὶ λ, τῶν Ἀποστόλων ὁμολογουμένως τῆς πρώτης τευξομένων λήξεως, καὶ τῆς ἐπὶ ιβ θρόνων ἱδρύσεως· μικροὺς δὲ καὶ μεγάλους, εἴτε τοὺς ἧττον ἁγίους καὶ τοὺς μᾶλλον τούτων ὑπερέχοντας,
εἴτε μικροὺς ὡς ἐξουθενημένους τοὺς ἁμαρτωλοὺς, μεγάλους δὲ τοὺς δικαίους φασὶν εἰρῆσθαι.
τῆς γεέννης κολαστήρια, ἐν τῷ σεισμῷ τῆς τῶν παρόντων μεταθέσεως.
Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.