ἑπτὰ Ἀγγέλων σημαίνων ἀναστέλλεσθαι, μεθ’ ἃς τὴν μέλλουσαν τῶν ἁγίων διαγωγὴν διὰ τῆς ὑελίνης θαλάσσης αἰνίττεται.
ἁγίων λαμπρότητα, ἣν ταῖς τῆς ἀρετῆς μαρμαρυγαῖς ἐκλάμψουσι. τὸ δὲ μεμίχθαι ἐκεῖ πῦρ εἰκὸς, διὰ τὸ τὴν θείαν γνῶσιν καὶ τὴν τοῦ ζωοποιοῦ Πνεύματος χάριν διὰ τοῦ πυρὸς σημαίνεσθαι. ἢ 1 διὰ τοῦ πυρὸς τὴν πάντων δοκιμασίαν καὶ διάκρισιν αἰνίττεται, ὅπερ τοῖς καθαροῖς καὶ ἀκιβδήλοις οὐ λυμανεῖται, διακοπτόμενον ἀμιγῶς εἰς διαφόρους ἐνεργείας· καὶ τοῦ μὲν καυστικοῦ τοῖς ἁμαρτωλοῖς, τοῦ δὲ φωτιστικοῦ τοῖς δικαίοις κατανεμηθησομένου· τὰς δὲ κιθάρας ἐμφαίνειν τὴν τῶν καλῶν νέκρωσιν, καὶ τὴν ἐμμελῆ
ζωὴν ἐν συμφωνίᾳ τῶν ἀρετῶν κρουομένην τοῦ πληκτρωτοῦ θείου Πνεύματος. καὶ ἐκ μὲν τῆς Μώσεως ᾠδῆς τῶν ἐν νόμῳ πρὸ τῆς χάριτος δικαιωθέντων τὴν ὑμνῳδίαν Θεῷ ἀναπεμπομένην μανθάνομεν· νομεν· ἐκ δὲ τῆς τοῦ ἀρνίου ᾠδῆς τῶν μετὰ τὴν Χριστοῦ παρουσίαν ὁσίως πολιτευσαμένων τὴν ἀκατάπαυστον εὐχαριστίαν.
φύσεως αὐτῶν καθαρότητα, καὶ τὴν πρὸς τὸν ἀκρογωνιαῖον λίθον Χριστὸν ἐγγύτητα, καὶ τῶν ἀρετῶν τὴν λαμπρότητα· ἐζωσμένους δὲ τὰ στήθη χρυσὸν, διὰ τὸ τῆς φύσεως δυνατόν τε καὶ καθαρὸν καὶ τίμιον, καὶ τὸ ἐν ταῖς διακονίαις ἀνεμπόδιστον.
πρέποντος διαμαρτήσεται· φιλάνθρωπος γὰρ ὣν ὁ Θεὸς πρὸς τὸ σμικρυνθῆναι αὐτὰς ἐν τῷ μέλλοντι ἀτελευτήτους κολάσεις, καὶ ἐν τῇ παρούσῃ ζωῇ τοῖς ἀξίοις ἐπαχθῆναι συγχωρήσει· διά τε Ἑνὼχ καὶ Ἠλιοῦ τῶν προφητῶν τιμωρητικὰς μάστιγας, διά τε τῆς τῶν στοιχείων καινοτομίας, διά τε τῶν ἐν πολέμων συμπιπτόντων
ἀλγεινῶν, πρὸς μετρίαν γοῦν τῶν ἡμαρτημένων ἔκτισιν.
Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.