τέλειον τὸν καρπὸν τῆς τῶν σωζομένων πίστεως, ἣ τοὺς ἀπὸ τῆς νέας διαθήκης παρθένους, κατά τε τὸν ἔσω κατά τε τὸν ἔξω ἄνθρωπον σημαίνουσιν. ἐν γὰρ τοῖς παλαιοῖς σπάνιον τὸ τῆς παρθενίας κατόρθωμα παρὰ σφόδρα ὀλίγοις εὑρισκόμενον, ὅθεν ἑτέρας ταύτας πάρα τὰς πρότερον εἰρημένας οἰητέον τὰς ὀνομαστὶ ἐκ τῶν
φυλῶν τοῦ Ἰσραὴλ συναγομένας, αἷς παρθενίαν οὐ προσμεμαρτύρηκεν. τούτων δὲ πάντων τὰ μέτωπα τῷ φωτὶ τοῦ θείου προσώπου σφραγίζονται, δι’ οὗ τοῖς ὀλοθρευταῖς Ἀγγέλοις αἰδέσιμοι φαίνονται.
τῶν ἁγίων ἐξηχουμένῃ, ἣν τῆ νεκρώσει τῶν τοῦ σώματος ἐπιθυμιῶν κατώρθωσαν. ταύτην δέ, φησιν, ἕτερος μαθεῖν οὐ δύναται, πλὴν αὐτῶν, διότι τῷ μέτρῳ τῆς πολιτείας, καὶ ἡ γνῶσις συμπαρεκτανθήσεται· καθάπερ καὶ τοῖς ἀνθρώποις ἐν οἰκέταις, ἀναλόγως τῇ εὐνοίᾳ ἡ τῶν δεσποτικῶν μυστηρίων φανέρωσις δίδοται.
τὴν τοῖς πολλοῖς οὐ μόνον ἐν τῷ παρόντι βίῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι αἰῶνι ἄγνωστον. εἰ γὰρ καὶ τὸ τέλειον τῆς γνώσεως ἐλεύσεται τότε, καταργουμένης τῆς μερικῆς γνώσεως κατὰ τὸν Ἀπόστολον, ἀλλ’ ἀναλόγως τῇ ἐνταῦθα πολιτείᾳ τῶν ἁγίων, ἡ τῶν θείων μυστηρίων ἔσται φανέρωσις, “ πολλαὶ γὰρ μοναὶ παρὰ “ τῷ Πάτρι’ ὥσπερ καὶ διαφοραὶ κολάσεων.
διὰ τῆς μεσότητος ἀναγαγεῖν εἰς οὐρανοὺς τῇ οἰκείᾳ μεσιτείᾳ, τείᾳ, ὥστε ἑνωθῆναι τὸ τῆς Ἐκκλησίας σῶμα, Χριστῷ τῇ κεφαλῇ ἡμῶν· τὸ δὲ αἰώνιον Εὐαγγέλιον, τὸ ἐξ, αἰῶνος τοῦτο παρὰ Θεῷ προωρίσθαι. φησὶ δὲ τοῦτο, τὸν μὲν Θεὸν φοβεῖσθαι, μὴ δειλιᾷν δὲ τὸν Ἀντίχριστον, ἀποκτεῖναι τὴν ψυχὴν σὺν τῷ
σώματι μὴ δυνάμενον, ἀλλ’ εὐθύμως αὐτῷ ἀντιτάξασθαι πρὸς ὀλίγον κρατοῦντι, διὰ τὴν ἐγγύτητα τῆς κρίσεως, καὶ τῆς τῶν βεβιωμένων ἀνταποδόσεως.
τὴν βιωτικὴν ταραχὴν, ἢν ὅσῳ οὔπω προλέγει παύσεσθαι. οἶνον δὲ θυμοῦ, πορνείας καλεῖ, οὐ μόνον τὴν ἐξ εἰδωλολατρείας βακχείαν καὶ τῶν φρενῶν ἔκστασιν, ἀλλὰ καὶ τὴν ἐκ πάσης ἁμαρτίας μέθην καὶ παραφορὰν, καθ’ ἣν πάντες οἱ ἐκ τοῦ Θεοῦ πορνεύοντες ἐξολοθρευθήσονται. πίπτει δὲ ἡ τοιαύτη Βαβυλὼν τέλεον ἐν τῇ
ἀναδείξει τῆς ἄνω Ἰερουσαλὴμ ἀνασπωμένη πρόρριζος, τῶν τῆς ἀνομίας ἐργατῶν πεμπομενων εἰς τὸ πυρ’ τὸ αἰώνιον.
λόγῳ ἣ ἔργοις τοῦτον κηρύσσει Θεόν. τοῦτο γὰρ δηλοῦν δύναται τὸ ἐπὶ τοῦ μετώπου καὶ τῆς χειρὸς διδόμενον χάραγμα, καὶ αὐτὸς κοινωνήσει αὐτῷ τῆς τοῦ τιμωρητικοῦ ποτηρίου πόσεως, ἀκράτου μὲν καὶ ἀμιγοῦς θείων οἰκτιρμῶν, διὰ τὸ τῆς κρίσεως δίκαιον· κεκερασμένον δὲ ἐκ διαφόρων τιμωριῶν διὰ τὸ τῆς αὐθαιρέτου
κακίας πολυσχεδὲς καὶ πολύτροπον. καλῶς δὲ οἶνος θυμοῦ καλεῖται ἡ κόλασις, ἐπακολούθημα οὖσα τοῦ τῆς ἀσεβείας οἴνου τοῦ τοὺς πίνοντας μεθύσκοντος· δι’ ὧν γάρ τις ἁμαρτάνει, δι’ καὶ κολάζεται.
εἶναι, ὥσπερ τὴν τῶν δικαίων τρυφὴν, οὕτω καὶ τὴν τῶν ἁμαρτωλῶν κόλασιν.
ἀσεβεῖς προαγορεύει, ἀλλ’ ἣ πρὸς τὴν ἐν τῷ παρόντι χρόνῳ συνήθειαν, τῷ νυξὶ καὶ ἡμέραις ἀριθμουμένῳ, ἣ ἡμέρας, τῆς τῶν ἁγίων ζωῆς νοουμένης· νυκτὸς δὲ τῆς τῶν βεβήλων κολάσεως, ἧς τεύξονται οἱ τὰς διαβολικὰς πράξεις, καὶ τὰς κατὰ Χριστοῦ βλασφημίας τοῦ ἀποστάτου θηρὸς, δι’ ὧν πράττουσιν εἰκονίζοντες, καὶ τὸ
τούτου ὄνομα ταῖς ἑαυτῶν καρδίαις ὡς τίμιον ἐγχαράττοντες.
Χριστὸν πίστιν ἄσυλον φυλάττοντες.
Χριστῷ συμπάσχοντας. ἐκείνοις γὰρ ὄντως ἡ τοῦ σώματος ἔξοδος, κόπων ἀνάπαυσις· ἡ δὲ τῶν ἔργων ἀκολούθησις, στεφάνων ἀμαράντων καὶ βραβείων δόξης ὑπόθεσις, πολλῷ τῷ μέτρῳ ὑπερνικώντων τῶν ἐπάθλων τοὺς ἄθλους, οὓς πρὸς τὰς ἀοράτους δυνάμεις διήθλησαν.
διὰ τὸ παρ’ ἡμῖν τῆς ὕλης ταύτης τίμιον. τὸ δὲ δρέπανον συντελείας δηλωτικόν. θερισμὸν γὰρ τὴν τοῦ κόσμου συντέλειαν ἐκάλεσεν ὁ Σωτῆρ’ ἐν τοῖς Εὐαγγελίοις.
πασῶν τῶν ἐπουρανίων δυνάμεων, ἐφιεμένων τὴν μὲν τῶν δικαίων τιμὴν, τὴν δὲ τῶν ἁμαρτωλῶν ἐκκοπὴν τῆς ἁμαρτίας θεάσασθαι· ἐφ’ ᾧ παύσασθαι τὰ κινούμενα καὶ παραρρέοντα, φανερωθῆναι δὲ τὰ ἀκίνητα καὶ μένοντα. τὸ γὰρ ξηρανθῆναι τὸν θερισμὸν, δηλοῖ τὸν τῆς συντελείας καιρόν. ὅτε πεπανθεὶς ὡς σῖτος ὥριμος ὁ τῆς
εὐσεβείας σπόρος, τῶν οὐρανίων ἀποθηκῶν ἀξιωθήσεται, εἰς λ καὶ ξ καὶ ρ τῷ γεωργῷ τὴν καρποφορίαν παρεχόμενος.
τὴν δὲ τῶν λίαν ἀσεβῶν τρύγην ποιησάμενος.
διὰ τὸ ἐπιτετάχθαι τῷ πυρὶ μανθάνομεν τῶν ὑπερτέρων Ἀγγέλων ὄντα ἐγκελεύσασθαι μετὰ κραυγῆς τῷ τὸ δρέπανον ἔχοντι, τρυγῆσαι τοὺς τῆς ἀμπέλου τῆς γῆς βότρυας, δι’ ὧν οἱ τὸ ποτήριον τοῦ θυμοῦ Κυρίου πληροῦντες ἀσεβεῖς καὶ παράνομοι χαρακτηρίζονται· θυμὸν δρακόντων καὶ θυμὸν ἀσπίδων, ἀντὶ οἴνου εὐφροσύνης τῷ
ἀγαθῷ γεωργῷ καρποφορήσαντες.
τῶν χαλινῶν αὐτῶν φθάνειν τὰς ἐκείνων οἰμωγάς φησί· χαλινούς δὲ αἱ ἅγιαι δυνάμεις, τὸ θεῖον ἔχουσι πρόσταγμα. δυνατὸν δὲ καὶ ἑτέρως νοηθῆναι τὸ εἰρημένον. ὅτι περ ἐπειδὴ ἵπποι θηλυμανεῖς ταῖς ἡδοναῖς ἐγκείμενοι οἱ παράνομοι γεγόνασιν, ἄχρι τῶν χαλινῶν ταῖς τιμωρίαις ληφθήσονται, ὅτι χαλινὸν ἐν ταῖς ἡδοναῖς
οὐκ ἔγνωσαν. διὰ δὲ τῶν ᾳχ σταδίων, τὸ μέγα χάσμα τὸ διαχωρίζον τοὺς δικαίους ἀπὸ τῶν ἁμαρτωλῶν διδασκόμεθα· διὰ τὸ ἐν πονηρίᾳ τέλειον καὶ τὸ βδελυκτὸν ἐν ταῖς πράξεσι, τῆς μὲν δεκάδος τῶν ἑκατοντάδων δηλούσης τῆς κακίας τὸ μέγεθος τελέως· τῆς δὲ ἑξάδος τὴν ἐπιμελῆ αὐτῶν τῆς ἁμαρτίας ἐργασίαν, διὰ τὴν
παράχρησιν τῆς ἐν ἑξαημέρῳ δημιουργηθείσης κτίσεως, καὶ τὸ ἐν χ ἔτει τοῦ Νῶε κατακλυσθῆναι πᾶσαν τὴν γῆν.
Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.