πᾶσαν ἐξουσίαν ἐν σημείοις καὶ τέρασι ψεύδους πρὸς τὴν τῶν ἀστηρίκτων ἀπώλειαν.
ἢ τὴν Ῥωμαίων βασιλείαν τῇ διαιρέσει σφαγὴν τρόπον τινὰ ὑπομένουσαν, τῇ μοναρχία τεθεραπεῦσθαι δοκοῦσαν, κατὰ τὴν εἰκόνα Αὐγούστου Καίσαρος.
διάβολον τὴν ἀναφορὰν ἕξει· δι’ ἐκείνου γὰρ ὁ Δράκων προσκυνηθήσεται, δι’ οὗ καὶ νεκροὺς ἐγείρων, καὶ σημεῖα ἐπιτελῶν τοῖς πεπηρωμένοις τὰ τῆς διανοίας ὄμματα φανήσεται.
ἕξει τῆς τε πρὸς Θεὸν βλασφημίας, τῆς τε τῶν ἁγίων κακώσεως. σκηνὴ δὲ τοῦ Θεοῦ καὶ ἡ ἐν σαρκὶ τοῦ λόγου σκήνωσις, ἤγουν ἡ ἐνανθρώπησις, καὶ ἡ ἐν τοῖς ἁγίοις ἀνάπαυσις, καθ’ ὧν πάντων εἰς βλασφημίαν τραπήσεται, προσέτι δὲ καὶ τῶν ἁγίων Ἀγγέλων. Καὶ ἐδόθη αὐτῷ ἐξουσία.
Κατὰ πάσης μὲν φυλῆς, φησὶν, καὶ γλώσσης τῇ πονήρᾳ ἐξουσίᾳ χρήσεται, ἐκείνων δὲ κρατήσει, ὧν τὰ ὀνόματα ἐν τῇ τῆς ζωῆς οὐ γέγραπται.
πρὸς τὸ κακοῦν τοὺς πλησίον ἕτοιμοι ὑπὸ τοῦ διαβόλου αἰχμαλωτισθήσονται καὶ τῇ Σατανικῇ μαχαίρᾳ τὸν ψυχικὸν ὑποστήσονται θάνατον, ᾧ δι’ ἔργων ἡττήθησαν, τούτῳ δουλούμενοι· οἱ δὲ πίστιν εἰλικρινῆ καὶ ὑπομονὴν ἀμετάθετον ἐν τοῖς πειρασμοῖς ἔχοντες ἀνεξάλειπτοι τῆς βίβλου τῆς ζωῆς ἔσονται.
αἰνίττεσθαι. ὁμολογουμένου δὲ καὶ τοῦ ψευδοπροφήτου ἐν ἰδίῳ προσώπῳ ἔρχεσθαι, οὐκ ἄτοπον τὸν μὲν δράκοντα εἰς τὸν Σατανᾶν νοεῖσθαι, τὸ δὲ θηρίον τὸ ἐκ τῆς θαλάσσης ἀναβαῖνον, εἰς τὸν Ἀντίχριστον· τὸ δὲ παρὸν ἐκ τῆς γῆς μὲν ἀνερχόμενον, δηλαδὴ τῆς γηΐνης καὶ χαμαιπετοῦς πολιτείας, ἔχων δὲ δέκα κέρατα ὅμοια
ἀρνίῳ, διὰ τὸν ἐν δορᾷ προβάτου λύκον ἔνδον τὸ φονικὸν περικαλύπτειν, καὶ διὰ τὴν ἐν προοιμίοις αὐτοῦ τῆς εὐσεβείας μόρφωσιν εἰς τὸν ψευδοπροφήτην. ἐλάλει δέ, φησιν, ὡς δράκων. τὰ γὰρ τοῦ ἀρχεκάκου διαβόλου πράξει τε καὶ φθέγξεται· ἐξουσία γὰρ αὐτῷ σημείων καὶ τεράτων δίδοται, ἵνα ποιῇ ἔμπροσθεν τοῦ Ἀντιχρίστου,
προοδοποιῶν αὐτῷ τὴν τῆς ἀπάτης ὁδόν.
κατὰ μίμησιν Ἰωάννου τοῦ βαπτιστοῦ τοῦ τῷ Σωτήρι’ τοὺς πειθομένους προσάγοντος. τὴν δὲ τῆς πληγῆς τοῦ θηρίου θεραπείαν, εἰρῆσθαι φασὶ τὴν τῆς διῃρημένης βασιλείας δοκοῦσαν πρὸς ὀλίγον γίνεσθαι ἕνωσιν· ἣ τῆς φθαρείσης τοῦ Σατανᾶ τυραννίδος πρός μικρὰν διὰ τοῦ Ἀντιχρίστου ἀνόρθωσιν, ἢ τινὸς τῶν προσοικειωμένων
αὐτῷ τεθνεῶτος ἀπατηλὴν ἀνάστασιν. οὐ θαυμαστὸν δὲ ἐν ἀφθαλμοῖς τῶν ἀπατωμένων πῦρ ὁρᾶσθαι οὐρανόθεν κατερχόμενον, ὅπου γε καὶ ἐν τῇ ἱστορίᾳ τοῦ Ἰὼβ τοῦτο κατεληλυθὸς, κατὰ θείαν συγχώρησιν καὶ Σατανικὴν ἐνάργειαν, καὶ τὰ κτήνη αὐτοῦ καταναλῶσαν μεμαθήκαμεν.
οὕτω τοίνυν καὶ τὸν ὑπασπιστὴν τοῦ Ἀντιχρίστου οὐδὲν ἀπεικὸς διὰ δαιμόνων ἐνεργούντων ποιῆσαι εἰκόνα τῷ θηρίῳ, καὶ δεῖξαι ταύτην λαλοῦσαν, παρασκευάσαι τε ἀναιρεῖσθαι τοὺς τούτην μὴ προσκυνοῦντας.
ἔν τε ὠναῖς καὶ πράσεσιν, ἵνα τοῖς τοῦτο μὴ λαμβάνουσιν, ἐκ τῆς τῶν ἀναγκαίων ἐνδείας, βίαιος ἐπαχθῇ θάνατος.
γὰρ ἔδει, καθώς φασί τινες, σαφῶς γνωσθῆναι τὸ τοιοῦτον ὄνομα, ὁ τεθεαμένος ἂν αὐτὸ ἀπεκάλυψεν· ἀλλ’ οὐκ εὐδόκησεν ἡ θεία χάρις ἐν θείᾳ βίβλῳ τὸ τοῦ λυμεῶνος ὄνομα ταγῆναι· ὡς ἐν γυμνασίας δὲ λόγῳ πολλά ἐστιν εὑρεῖν ὀνόματα, τὸν ἀριθμὸν τοῦτον περιέχοντα, προσηγορικά τε καὶ κύρια. κύρια μὲν, οἷον Λαμπέτις,
Τειτὰν διὰ τῆς διφθόγγου ἐκ τοῦ τενῶ μέλλοντος, ὁμοίως Λατεῖνος, Βενέδικτος, ὅπερ ἑρμηνεύεται εὐλογμηένος ἣ εὐλογητὸς, κατὰ μίμησιν τυχὸν τοῦ ἀληθῶς εὐλογημένου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· προσηγορικὰ δὲ, κακὸς ὁδηγὸς, ἀληθὴς βλαβερὸς, παλαιβάσκανος, οἷς ἐκ τῶν ἐναντιουμένων αὐτοῦ τῇ πλάνῃ ἐπικληθήσεται,
τὴν οἰκείαν δόξαν ἐν τῇ αἰσχύνῃ τιθέμενος.
Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.