ἕλκος πονηρὸν γενήσεσθαι, τὴν ἐν καρδίᾳ πύου σφύζουσαν ὀδύνην αἰνιττόμενον, τὴν ἐγγινομένην ταῖς τῶν ἀποστατῶν καρδίαις, ὅταν θεηλάτοις πληγαῖς μαστιζόμενοι, μηδεμιᾶς ἐκ τοῦ θεοποιηθέντος παρ’ αὐτοῖς Ἀντιχρίστου ἰάσεως τεύξωνται. ἴσως δὲ καὶ αἰσθητῶς τὰ τούτων τραυματίζεσθαι σώματα, πρὸς ἔλεγχον τῆς ἑλκωθείσης
αὑτῶν ψυχῆς τοῖς διαβολικοῖς τῆς πλάνης τοῦ ἀπατεῶνος βέλεσιν.
μεταβαλεῖν, ὡς νεκροῦ τουτέστιν ἐσφαγμένου, τὴν θάλασσαν, καὶ φθορὰν τῶν ἐν αὐτῇ ἀπεργάσασθαι, καθάπερ πάλαι ἐν Αἰγύπτῳ διὰ Μώσεως πεποίηκεν πρὸς ἔλεγχον τῆς τοῦ Φαραὼ σκληρότητος καὶ τῆς οἰκείας δυνάμεως ἔνδειξιν· ὅπως οἱ τότε ἄνθρωποι φοβηθῶσι τὴν κτίσιν ἀντιτασσομένην αὐτοῖς ἐπὶ τῇ τοῦ λυμεῶνος τιμῇ
θεόμενοι. εἰκὸς δὲ ἦν καὶ τὰς ἐν τῇ αὐτοῦ παρουσίᾳ ἐν πολέμοις σφαγὰς διὰ τούτων σημαίνεσθαι, τοῦ Γὼγ καὶ τοῦ Μαγὼγ κατ’ ἀλλήλων κινουμένων ἐν τοῖς τέσσαρσι τῆς οἰκουμένης μέρεσι· προσέτι δὲ καὶ τῶν ἀπειθούντων αὐτῷ βασιλέων πανστρατιᾷ 1 κατακοπτομένων, καὶ σφαγῶν κατὰ τόπους γινομένων, ἡ μὲν θάλασσα ταῖς ναυμαχίαις μολυνθήσεται, οἱ δὲ ποταμοὶ τοῖς τῶν ἐκεῖ θνησκόντων αἵμασι κερασθήσονται.
ἕνα ὄντα καὶ τὸν ἐπὶ τῶν ὑδάτων φησὶν ὑμνεῖν τὸν Θεὸν ἐπὶ τῇ κατ’ ἀξίαν ἐπενεχθείσῃ καταδίκῃ τοῖς παραβεβηκόσιν· ὅτι τοῖς τὰς χεῖρας μολύνασι τοῖς τῶν ἁγίων αἵμασιν, αἷμα ποτὸν δεδώκασι. δείκνυται δὲ διὰ τούτων ἣ τὸ πολλοὺς ἐν τῷ καιρῷ ἐκείνῳ διὰ τῆς ἐν τῇ πίστει ἐνστάσεως τοῦ προφητικοῦ ἀξιοῦσθαι χαρίσματος,
τοὺς καὶ ὑπὸ τῶν τοῦ διαβόλου ὑπασπιστῶν ἀναιρουμένους, ἣ τοὺς τῶν θείων προφητῶν ἀποστρεφομένους τὸ κήρυγμα, καὶ δικαιοῦντας αὐτῶν τὴν ὑπὸ τῶν Ἰουδαίων ἀναίρεσιν, καὶ κοινωνοὺς αὐτῶν τῆς σφαγῆς τῇ προθέσει γινομένους.
τὰ πάντα νοῦν ὑπερβαίνοντα τοῦ Θεοῦ κρίματα.
πειρασμῶν καύσωνι, τοὺς ἀξίους μαστίγων φησὶ καυματίζεσθαι, ἵνα τῇ τῶν ἀλγεινῶν ἐπαγωγῇ τὴν ἁμαρτίαν μισήσωσιν. ἀλλ’ οἱ ἄφρονες, ἀντὶ τῆς τῶν οἰκείων πταισμάτων ἐπιγνωμοσύνης, κατὰ Θεοῦ τὴν γλῶσσαν ἀκονήσουσι, τὴν θείαν αἰτιώμενοι ἀγαθότητα.
εἰκὸς δὲ καὶ τὸν Ἀντίχριστον ἐκ τῶν ἀνατολικῶν μερῶν τῆς Περσικῆς γῆς, ἔνθα ἡ φυλὴ τοῦ Δὰν, ἐκ ῥίζης Ἑβραίων ἐξερχόμενον ἅμα ἑτέροις βασιλεῦσιν ἣ μεγιστᾶσι, βασιλικὸν κληρουμένους ὄνομα, τὸν Εὐφράτην περαιοῦσθαι, ἣ σωματικὸν ἣ ψυχικὸν θάνατον τοῖς ἀνθρώποις ἐπάξοντα, τοῖς μὲν διὰ πίστεως καὶ καρτερίας,
τοῖς δὲ δι’ ἀνδρίας καὶ ἐκλύσεως.
ἐκπορεύεσθαι Πνεύματα, διὰ τὸ ἰῶδες αὐτῶν καὶ ἀκάθαρτον καὶ βορβορῶδες, καὶ πρὸς τὰς διύγρους ἡδονὰς ἑρπηστικὸν τῶν πονηρῶν δυνάμεων, αἳ τοῖς τοῦ διαβόλου καὶ τοῦ ψευδοχρίστου καὶ τοῦ ψευδοπροφήτου προστάγμασι τοῖς σημαινομένοις διὰ τοῦ στόματος, ἀπατηλὰ σημεῖα καὶ τέρατα τοῖς ἀνθρώποις δείξουσιν, ὡς
διὰ τῶν ἑξῆς μαθησόμεθα.
καὶ πάντως οἱ θεομάχοι ἡττώμενοι ἀνόνητα κλαύσονται, τὴν προτέραν πλάνην ὀδυρόμενοι.
ἐκεῖ γὰρ τὰ ἔθνη συναγόμενα ἐκκόπτεσθαι νοεῖν ἀκόλουθον, ὑπὸ τοῦ διαβόλου στρατηγούμενα, τοῦ τοῖς ἀνθρωπίνοις αἵμασι χαίροντος· ἣ ἐξέγερσις δώματος, ἢ ἐξέγερσις εἰς τὰ ἔμπροσθεν.
φασὶ, τῶν ἐν αὐτῇ Χριστιανῶν, Ἰουδαίων καὶ Σαμαρειτῶν, ἣ τῶν βεβαιοπίστων, καὶ τῶν ῥυπαραῖς πράξεσι μολυνάντων τὸ βάπτισμα, καὶ τῶν μηδ’ ὅλως προσδεξαμένων Ἰουδαίων τὸ κήρυγμα. νῦν μὲν γὰρ Ἰουδαῖοι καὶ Σαμαρεῖται, τῷ φόβῳ τῶν εὐσεβῶς βασιλευόντων τὰ οἰκεῖα κρύπτουσι βουλεύματα, καὶ σὺν ἡμῖν
δοκοῦσι τάττεσθαι, ὡσαύτως δὲ καὶ οἱ ἀληθῶς Χριστιανοὶ τοῖς τὸ ὄνομα μόνον κεκτημένοις ἀναμὶξ τυγχάνουσιν. ὅταν δὲ ἡ τῶν πειρασμῶν τούτους ἐλέγξῃ πύρωσις, τότε ἡ εἰς τρία τομὴ διὰ τούτων γενήσεται, τῶν τε εὐσεβῶν τῶν τε δυσσεβῶν, τῶν τε ἁμαρτωλῶν, τῶν ὁμοτρόποις προσχωρούντων, καὶ πρὸς οἰκείαν μοῖραν ἀποκρινομένων.
αἱ δὲ τῶν ἐθνῶν πόλεις πίπτουσαι δηλοῦσιν, ἣ τὴν αὐτῶν κατάπτωσιν, ἣ τῆς ἐθνικῆς πολιτείας τὴν ἔκλειψιν, τῇ παρουσίᾳ τῆς θείας βασιλείας.
λόγοις καὶ ἔργοις δυσσεβείας, ἐκδικήσεως.
δυσμὰς, καὶ ἀπὸ δυσμῶν εἰς ἀνατολάς· ἔσται γὰρ θλίψις, οἵα οὐ γέγονεν ἀπὸ καταβολῆς κόσμου, οὐδ’ οὐ μὴ γένηται, τῶν μὲν δι’ ἁμαρτίας κολαζομένων, τῶν δὲ δι’ ἀρετὴν προσδοκιμὴν ὑπομενόντων τὰ δυσχερῆ.
ἀνένδοτον τῆς αὐτῶν καρδίας παρίστησιν.
Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.