ΚΕΦ. Η.
οὐδεὶς ἀνοίξει, εἰ μὴ ὁ κλείων. οἶδά σου τὰ ἔργα· ἰδοὺ, δέδωκα ἐνώπιόν σου θύραν ἀνεῳγμένην, καὶ οὐδεὶς δύναται κλεῖσαι αὐτήν· ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ 1 ἐτήρησάς μου τὸν λόγον, καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου.
τριττοῦ ἁγιασμοῦ εἰς μίαν συγκλειομένου κυριότητα, ἵνα καὶ τὸ τριττὸν δειχθῇ z τῶν ὑποστάσεων τῆς ὑπερουσίου Τριάδος a, καὶ τὸ ἀδιάσπαστον τούτων τῷ ἑνιαίῳ τῆς κυριότητος. τοῦτο δὲ τῶν πεζῆ b καὶ θνητῶν φὐσεως c τὸ ὑπερανεστηκὸς ὅσον, τίς ἂν διὰ λόγων παρεμφαίνοιτο d; κλεῖδα e δὲ τοῦ Δαβὶδ, τὴν παντοκρατορικὴν
ἐξουσίαν φησὶ παριστῶν, δι’ οὗ οἱ θησαυροὶ μόνου g τῆς θεοσοφίας ἀνοίγονται. τὴν μὲν οὖν πρώτην ἐξουσίαν κατὰ ἀνθρωπίνηνβ h δέχεται φύσιν, ὡς καὶ αὐτοῦ τοῦτο i ἔσται ἀκοῦσαι, “ ἐδόθη μοι j πᾶσα “ ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς,’’ φάσκοντος. τὴν δὲ δευτέραν ἔχει κατὰ τὸ ἄναρχον τῆς θεότητος. ἔστι γὰρ Ἐμμανουὴλ Θεὸς
ἀληθὴς, κἂν οὐ βούλεται τοῦτο Νεστόριος, εἰ καὶ γέγονεν ἂνορωπος. καὶ δή γε καὶ ἄνθρωπος ἀληθῶς οὐ φαντάζων τὸν ἄνθρωπον, εἰ καὶ δυσχεραίνει ὁ θεοστυγὴς Εὐτυχής. ἀλλ’ ὅπερ ἐστιν, ἀληθῶς Θεός ἐστιν k, οὐ κατὰ ἀναφορὰν, ὡς Νεστοριανοὶ ληροῦσιν, καὶ ἄνθρωπος ἀληθὴς, οὐ κατὰ δόκησιν καὶ 1 φαντασίαν, ὡς οἱ ἐμβρόντητοι
Εὐτυχιανισταὶ, καὶ τὸ βδελυρώτατον m τῶν n Μανιχαίων βούλεται φῦλον. ἐπειδὴ δέ τινα τῶν ἀντιγράφων οὐ τὴν Δαρὶδ o ἔχει κλεῖδα p, ἀλλὰ τοῦ ᾅδου, οὐδὲν διάφορον q οὐδὲ ἐν τούτῳ. δείκνυται r γὰρ ἐκ τούτου, ὡς ζωῆς καὶ θανάτου τὴν κυρίαν s, ἅτε Θεὸς ὁ Χριστὸς, ἀναμφιβόλως ἔχει.
ἔχειν τὴν κλεῖν τοῦ Δαβὶδ τι ἄλλο λέγει, εἰ μὴ ὅτι ὥσπερ ὁ Δαβὶδ τοῦ αἰσθητοῦ Ἰσραὴλ ἐβασίλευσεν, οὕτω καὶ ἐγὼ πρὸς τῷ αἰσθητῷ, καὶ τοῦ νοητοῦ ; εἰ καὶ ἐξουσία x ἀσύγκριτος ἀνθρώπου πρὸς Θεόν. διὸ καὶ Γαβριὴλ πρὸς τὴν παρθένον εἶπε y τὸν θρόνον Δαβὶδ δοθῆναι z παρὰ Πατρὸς τῷ Υἱῷ ὡς προσκαίρου, καίπερ αἰωνίῳ
αὐτῶ καὶ ἀτελευτήτῳ δοθῆναι, ὡσαύτως δὲ καὶ βασιλείαν καὶ ἐξουσίαν a. ἐπεὶ οὖν ὁμοίωμα τῆς βασιλείας Δαβὶδ ἔφερεν ὁ Χριστὸς, εἰκότως λέγει, “ὁ ἔχων τὴν κλεῖν τοῦ Δαβὶδ,” πρὸς τὸ ἀνοῖξαι καὶ κλεῖσαι· ἀνοῖξαι μὲν τὸ δικαιῶσαι λέγων, καὶ κλεῖσαι τὸ κατακρῖναι. τῇ b γὰρ θείᾳ αὐτοῦ καὶ ἀιδίῳ χρώμενος ἐξουσίᾳ, καὶ
δικαιοῖ καὶ κατακρίνει. “ εἰ δὲ Θεὸς, ὁ δικαιῶν, τις ὁ κατακρινῶν c; Οἶδά σου τὰ ἔργα.
τούτου g νῦν ἡ ἐπαγγελία λιχνεύοντος τοὺς εἰσαγομένους, πρὸς τὸ μὴ ἀπαγορεύειν h τὴν ἐγχείρησιν, τῶν πόνων ὑπολογιζομένη i τὸ δυσχερὲς, ἀρξαμένους δὲ K καὶ τὴν εἴσοδον συμμετρουμένην l μικρᾷ δυνάμει τοῦ m εἰσιέναι προαιρουμένου n, ἐπειδὰν τὸν ἀποσωρευθέντα τοῖς εἰσιοῦσι τῶν ἀγαθῶν ἐσμὸν τῇ ἀνεῳγμένη θύρᾳ ἐμφανίσῃ o
μηκέτι τῇ φροντίδι λυπεῖσθαι p ἐᾷ τοῦ ὑπὸ τῶν ἀπόλαυ- “ æc suppl. e Cod. B. x ἡ ἕξουσ’. B. y εἶπε om. B. 3 σιν καταβαλλομένων ἑκλύεσθαι q πόνων· ἀμεταστρεπτὶ r δὲ τῶν πόνων ἀντέχεσθαι παραινεῖ s πάσης ἀνέσεως t ἡδίω u τῶν διὰ ταῦτα καμάτων λογιζομένῳ v. καὶ ὅτι ἔγκοπος ἡ τῶν αἰωνίων ἀγαθῶν κληρονομία, τὸ ἐν Εὐαγγελίοις ἱκανὸν θεῖον λόγιον παραστῆσαι, “ βιαστὴ,’’ φάσκον, “ ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. ὅτι δὲ καὶ
ὁ διὰ τοῦ x κατάρξασθαι ἐγγλυκαίνον y τὴν αἴσθησιν ἀφειδεῖν οἶδε τῶν πόνων, τὸ Δαβὶδ θεῖον πνεῦμα διδάσκει “ γεύσασθε λέγον, “ καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος.’’ Ἠνεῳγμένη ἡ θύρα δίδοται τῷ συμμετρεῖσθαι τῇ δυνάμει τοῦ λαμβάνοντος. ἢ καὶ θύρα ἀνεῳγμένη νοεῖται, ἡ τοῦ διδασκαλικοῦ κηρύγματος εἴσοδος, ἥτις
ἀνοιχθεῖσα, οὐ δύναται διὰ πειρασμῶν κλεισθῆναι, νικώσης τῆς προθυμίας τῶν εἰσιέναι ἑλομένων τῷ κάκκει a τῶν ἐναποκειμένων θελχθέντων b τὸ τῶν πειρασμῶν ἐπίπονον. ἐν οἷς c εἰ καὶ τῇ δυνάμει σου σύμμετρος, ἀλλ’ οὑν παρ’ ἐμοῦ, φησὶν, ἡ ἀνεῳγμένη δίδοταί d σοι θύρα. αὐτὸς δὲ καὶ ὑπὲρ δύναμιν τὴν ὑποῦσάν σοι
ἐκαρτέρησας, μὴ ἀρνησάμενος e τὸ ὄνομά μου. οὔκουν τῇ μικρᾷ δυνάμει σου οαρανετρήσω τὴν ἀμοιβὴν, ἀλλὰ μεγαλοδωρίᾳ f, ὡς ἔθος ἐμοὶ, μετελεύσομαι τὴν ἀντίδοσιν g.
ψεύδονται· ἰδοὺ, ποιήσω αὐτοὺς ἵνα ἥξωσι καὶ προσκυνήσωσιν ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι ἠγάπησά
σε. ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειρᾶσαι τοὺς
κατοικοῦντας ἐπὶ τῆς γῆς. ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις,
ἴνὰ μηδεὶς λάβῃ τὸν στέφανόν σου. ὁ νικῶν, ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ Θεοῦ μοῦ, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπ’ αὐτὸν τὸ ὄνομα τοῦ Θεοῦ 4 μου, καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ Θεοῦ μου, τῆς καινῆς Ιερουσαλὴμ, ἣ καταβαίνει ἀπὸ τοῦ οὐρανοῦ ἀπὸ τοῦ
Θεοῦ μου, καὶ τὸ ὄνομα τὸ καινόν. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
ἔσται ἡ τῶν Ἰουδαίων ἐπιστροφὴ καὶ μετάνοια. οἳ τῆς πρὸς ἐμὲ αὐτῶν προσαγωγῆς τὸν ἐξ ἐμοῦ φωτισμὸν ἀνταλλάξονται τῶν ἐν τῷ κρυπτῷ τῆς καρδίας Ἰουδαίων, ἀλλ’ οὐ τῶν ἐν τῷ φανερῷ, ὡς καὶ Παύλῳ δοκεῖ, ἑαυτοὺς ἐπιδεικνύντων i. θρόνον δὲ τοῦ Σατανᾶ τὴν τῶν Ἰουδαίων λέγει συναγωγὴν, ὡς τῷ ψεύδει συγκροτουμένην
ἐπεὶ καὶ “ τοῦ ψεύδους πατὴρ ἀπὸ καταβολῆς κόσμου ἐδείχθη. εἴγε ἱκανὴ αὐτοῦ ἡ διὰ τοῦ ὄφεως ἀπατητοῖς ἀρχηγέταις τοῦ γένους ἡμῶν τὸν λόγον πιστώσασθαι k. τούτους οὖν προσδραμεῖσθαι οὐ κατὰ τὸ τυχὸν, ἀλλὰ μετὰ πολλῆς τῆς θερμότητος καὶ συντριβῆς φησί l. τοῦτο γὰρ αἰνίττεται τὸ πρὸς τοὺς πόδας προσκυνῆσαι,
καὶ ἐν ἐσχάτοις ἑλέσθαι τετάχθαι τῆς ἐκκλησίας, m μόνον τοῦ μέρους εἶναι τῆς ἐκκλησίας ἀξιωθῆναι, ὡς καὶ Δαβὶδ ἀσπαστῶς φησιν, ὁ προφήτης, “ ἐξελεξάμην παραριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ “ Θεοῦ μου, μᾶλλον ἣ οἰκεῖν με ἐν σκηνώμασι τῶν ἁμαρτωλῶν. τὸ παραλελογισμένον τῆς συναυλείας ἐπίπροσθεν ἄγων τῆς τῶν
ἁμαρτωλῶν ἀστενοχωρήτου καὶ ἐλευθέρας διαίτης.
“ σου τὸ κρίμα μου ἐξέλθοι,’’ ἀντὶ τοῦ, ἡ δι’ ἐμὲ σου δικαιοσυνη.
καὶ αὐτὸς ὁ Εὐαγγελιστὴς εἰς τὴν Πάτμου ὑπ’ αὐτοῦ τοῦ Δομε- 5 τιανοῦ κατεκρίθη. ἢ τὴν ἐπὶ συντελείᾳ τοῦ αἰῶνος ὑπὸ τοῦ Ἀντιχρίστου κατὰ Χριστιανῶν ἐσομένην παγκόσμιον, ἀναιροῦντος τοὺς Χριστιανούς. τούτων οὖν ἀμφοτέρων ἐλευθεροῦν τοὺς ζηλωτὰς αὐτοῦ ὑπισχνεῖται προαναρπαζομένους διὰ τῆς ἐκ τῶν ἐντεῦθεν ἀναλύσεως, ἵνα μὴ ὑπὲρ τὴν δύναμιν πειρασθῶσι. διὸ φησὶ καὶ ὁ
Κύριος, “ἒρχομαι ταχύ.” μετὰ γὰρ τὴν θλῖφιν ἐκείην, “ἒρχομαι p ταχὺ,’’ ἀντὶ τοῦ ἀνυπερθέτως. τοῦτο γὰρ τὸ ταχὺ σημαίνει, οἱονεὶ καταπόδας τῶν πειρασμῶν ἐνργουμένων q ἐλεύσομαι. διὸ καὶ παρεγγυᾷ r κρατῆσαι τὸν θησαυρὸν τῆς πίστεως ἄσυλον, ἵνα μὴ ὁ τῆς ὑπομονῆς ἡμῶν s ἀπόληται στέφανος. “ t οὐ γὰρ ἡ ὑπομονὴ
“ τῶν πενήτων ἀπολεῖται.
προστεθέντι, οἷον τὸ ἔσται, τὴν αἰτιατικὴν ἀμειφθῆναι. οὕτως τοῦ λόγου προἰ·όντος, ὁ νικῶν ἔσται ὑφ’ ἐμοῦ στῦλος ἐν τῷ ναῷ τοῦ Θεοῦ μου κατατεταγμένος. ἀλλ’ ἐπειδὴ, ὡς ἤδη εἴρηται, ἐπ’ ἐλάχιστον μέλον τοῖς τῶν ψυχῶν ἡμῶν σωτῆρσιν ἡ τῆς Ἑλληνι- κῆς ἀδολεσχίας ἀκρίβεια, εἰκότως ἑτέροις ταῦτα καταλιπόντες,
αὐτοὶ τῶν σπουδαιοτέρων ἀντέσχοντα v .
ἕνωσιν, θεότητος φημὶ καὶ ἀνθρωπότητος, ἐν τῇ κατὰ τὸν Κύριον Ἰησοῦν ὑποστάσει, κᾂν y μέχρις ἐννοίας ψιλῆς εἰ καὶ ἀσυγχύτως 6 παριστᾷ z. ἀντιδιδόασι γὰρ a ἀλλήλοις ὑπὲρ κατάληψιν ἀνθρωπίνην οἰκειωτικῶς τὰ θεῖα τοῖς ἀνθρωπίνοις, καὶ τὰ ἀνθρώπινα τοῖς θείοις ἰδιώμασι b. στῦλος δὲ ἐν τῶ ναῶ τοῦ Θεοῦ οὗτος καθίσταται, ὑπερείδων τῇ περὶ αὐτὸν τοῦ Θεοῦ ἀγαθοδωρίᾳ, καὶ τοὺς πρὸς συντέλειαν τῆς καθ’ ἡμᾶς τοῦ Χριστοῦ πίστεως ἀσθενέστερον c
διακειμένους, ἐφ’ ὁμοίῳ προκόψαι καὶ αὐτοὺς διδασκαλικῷ χαρίσματι προτρεπόμενος. “ ἐν τῷ ναῷ δὲ τοῦ Θεοῦ,” τοῦ διὰ παντὸς εὐφραίνεσθαι χάριν d. τοῦτο γὰρ τὸ στῦλον γενέσθαι τῷ ναῷ e τοῦ Θεοῦ. ὁ γὰρ νικητὴς f τῶν ἐναντίων δυνάμεων, στῦλος καὶ ἑδραίωμα καθίσταται τῆς ἀληθείας, αὐτός τε εὐφραινόμενος g ἀμετατρέπτως,
καὶ τοὺς ἄλλους ἐρείδων τοῦ μὴ ἐπ’ ἀγαθῷ τῆς οἰκείας ἐκστῆναι ἕδρας.
ὄνομα τοῦ Θεοῦ, καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ Θεοῦ τῆς h Ἱερουσαλὴμ τῆς καινῆς. καινὴν Ἱερουσαλὴμ, καὶ τὸ ὄνομα αὐτῆς, καὶ τοῦ Θεοῦ τὸ ὄνομα, οὐκ ἄλλο τι λέγων, ἢ τὴν δόξαν, ἤτοι τὴν γνῶσιν i, καθὼς καὶ ὁ Δαβίδ. “ ὡς θαυμαστὸν k τὸ ὄνομά σου ἐν “ πάσῃ τῇ γῇ,’’ ἀντὶ τοῦ, ἡ τιμὴ, ἡ περὶ σοῦ γνῶσις. ἐν ταῖς
πλαξὶ τοιγαροῦν τῆς καρδίας τοῦ νοητοῦ στύλου γραφέντος τοῦ ὀνόματος τοῦ Θεοῦ, ἤγουν τῆς γνώσεως, τῆς δόξης, ὡσαύτως καὶ τῆς Ἱερουσαλὴμ, τοῦ μὲν τοῦ Θεοῦ, ὡς ἅγιος, ὡς δίκαιος, καὶ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα, ὡς πάσης ἀγαθότητος m πλήρης, καὶ τοιούτοις χαίρων θεράπουσι· τῆς Ἱερουσαλὴμ δὲ, ὡς
Θεοῦ σκήνωμα ἀγαπητόν ἐστι n , καὶ τοὺς αὐτῆς πολίτας πρὸς τὴν ἱν. παραπέμπουσα o μητρόπολιν, ἥ τις κάτω Ἱερουσαλὴμ, ὥσπερ μετοίκιον τῆς ἄνω καθίσταται, τοὺς τέως p ἐνδιαιτωμένους ἐν αὐτῇ, οἱονεὶ γράμμασι q χρωμένους, τῇ ἄνω ἐμβιώσει τὴν κάτω ῥυθμίζοντας κατέχουσα· τῇ καταλλήλῳ γὰρ οὖν r ταύτῃ
7 γραφῇ, τουτέστι, τῇ ἀνεπιλήστῳ μνήμῃ, τοιοῦτον τοιοῦτον t γὰρ ἡ γραφὴ ὡς μονιμώτερον τῶν γενομένων ἐκτελουμένη,) τῆς τε τοῦ Θεοῦ καὶ τῆς ἄνω Ἱερουσαλὴμ τῆς δόξης τὸ παράσημον κομιζόμενοι, πῶς οὐ θεῖοί τινες χρηματίζοιεν ; τὸ δὲ καινὸν ὄνομα νοοῦμεν u, τὸ ἐπιτιθέμενον τοῖς ἁγίοις, ὃ x καὶ πρὸς τῇ εὐφροσύνῃ τῆς θείας
δωρεᾶς y, καὶ ἀπολαύσει τοῦ κάλλους τῶν ἀκηράτων ἀγαθῶν ἐν τῷ μέλλοντι αἰῶνι, αὐτοῖς ἃν γνώριμον καὶ τοῖς ληψομένοις τοῖς νῦν ἀδελφοῖς z Χριστοῦ καὶ φίλοις καὶ θεράπουσι, πρόσεστι.
τοῦ Κυρίου δύο φύσεων ἐνθεωρουμένων· ἄνωθεν δὲ καταβαίνειν φησὶ τὸ ὄνομα τοῦ Θεοῦ καὶ τῆς καινῆς Ἱερουσαλὴμ, ἅπερ τίνα ἐστὶν εἴρηται. ἀπὸ τῶν Ἀγγέλων ἀρξαμένης τῆς σηκώσεως τῆς θείας, μέχρις ἡμῶν δὲ καταντησάσης, συναφθέντων ἀλλήλους διὰ Ἰησοῦ Χριστοῦ τῆς κεφαλῆς ἡμῶν Ἀγγέλων δηλονότι καὶ α * *
Commentarius In Apocalypsin. Catenae (Novum Testamentum). ed. J.A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.