ΚΕΦ. Θ.
ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ. οἶδά σου τὰ ἔργα, ὅτι
οὔτε ψυχρὸς εἶ, οὔτε ζεστός. ὄφελον ψυχρὸς ἦς, ἣ
ζεστός. οὕτως ὅτι χλιαρὸς εἶ, καὶ οὐ ζεστὸς οὔτε ψυχρὸς,
μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου. ὅτι λέγεις· ὅτι πλούσιός εἰμι καὶ πεπλούτηκα, καὶ οὐδενὸς χρείαν ἔχω. καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ
ὁ ἐλεεινὸς, καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός.
ἐπηρέασε δ᾿ ἃν ἴσως τῷ ῥητῷ τὸ θεομάχον τῶν Ἀρειανῶν ἐργαστήριον, ὡς τοῦ Κυρίου Ἰησοῦ κτίσματος διὰ τούτων γνωριζομένου. οὐ χρὴ δὲ ταῖς τούτων παράγεσθαι κακουργίαις, σκοποῦντας εἴτι τοιοῦτο καὶ ἐν ἑτέρᾳ κεῖται γραφῇ περὶ τούτου, ἵν ἔχῃ g τις ἐκ τῶν ὁμοίων κανονίζειν τὰ ὅμοια. φησὶν οὖν Παῦλος Κολοσσαεῦσι
γράφων περὶ τοῦ Χριστοῦ, “ ὅς ἐστιν ἀπαρχὴ πρωτότοκος πάσης “ κτίσεως.” “ κτίσεως πρωτότοκος, οὐ μὴν πρωτόκτιστος. καὶ Δαβίδ. “ ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε,’’ ἀλλ’ οὐκ ἔκτισά σε. καὶ Σολομών. “ πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.” τὸ δὲ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ. τὸ ἔκτισεν, ἀντὶ
τοῦ κατέταξεν εἴληπται, ὡς καὶ ἐπὶ τοῦ, “ ἵνα κτίση τοὺς δύο εἰς “ ἕνα καινὸν ἄνθρωπον. ” καὶ τοῦ, “ καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ “ ὁ Θεός.’’ ὁ δέ γε θεῖος τὸν λόγον h Γρηγόριος ἐν τῷ περὶ τοῦ i Υἱοῦ λόγῳ, τὸ μὲν “ ἔκτισεν,” ἐπὶ τοῦ νοερῶς ἐμψυχωμένου τοῦ κυριακοῦ k σώματος ἀκούει. τὸ δὲ “ γεννᾷ, ἐπὶ τῆς θεότητος. τοσούτοις
οὖν μαρτυρίοις τῆς κτίσεως συγκροτουμένης, ἡ ἀρχῆι τῆς κτίσεως, ὡς ἔφθημεν εἰρηκότες,) οὐκ ἄλλο, ἣ τὸ ἄρχον m τῆς κτίσεως τοῦ Θεοῦ δηλοῦν βούλεται, καθ’ ὅτι καὶ πάντα δι’ αὐτοῦ ἐγένετο. τούτῳ n καὶ ἄρχειν τῶν ὑπ’ αὐτοῦ δίδοται ο κτισμάτων, ἤγουν κατέστη· τοῦ εἰληφέναι καὶ τοῦ καταστῆναι οὐκ ἐλάττωσιν
εἰσηγουμένων οὐσίας καὶ δόξης. εἴρηται γὰρ περὶ τούτων p.
2 μετουσίαν q μὲν ἔλαβε πνεύματος ἁγίου διὰ τοῦ βαπτίσματος, ἔσβεσε δὲ τὸ χάρισμα r τῶν ζωοποιούντων τὴν ψυχὴν, τῇ τῶν παρόντων φροντίδι καταρᾳθυμήσας s. t τούτων οὕτως ἐχόντων αἰσχύνην καταχεάμενοι οἱ μὴ τούτων οὕτως ἐκλήπτορες τῷ φωτὶ τοῦ πυρὸς καὶ τῇ φλογὶ ἢ ἐξέκαυσαν πορευόμενοι οἰμωζέτωσαν u.
διὸ καὶ περὶ τοῦ θείου Πνεύματος x Παῦλος Φησὶ, “τὸ Πνεῦμα μὴ “ σβέννυτε ” ἐπεὶ οὖν σὺ τοιοῦτος z, καὶ ζέσας τῷ πνεύματι διὰ βαπτίσματος, ἀπεψύχθης διὰ ῥᾳθυμίας, τὰς εἰς ὕστερον τῆς· σωτηρίας ἐλπίδας σεαυτοῦ ἐξέκοψας, καταγνοὺς τῆς αἱρεθείσης σοι πίστεως. ἐν ἔργοις μὲν γὰρ b οὐκ ἀπογνωστέα ἡ μεσότης,
ὡς c ὁ νόμιμος d γάμος, μέσος ὢν παρθενίας καὶ πορνείας οὐκ e ἀπόβλητος, ἐν δὲ τῇ πίστει, τὸ μέσον καὶ χλιαρὸν ἀδόκιμον καὶ ἀσύστατον. δι’ ὅπερ “ ὄφελον ψυχρὸς ᾖς, ” τουτέστιν f ἀμέτοχος καθάπαξ θείου g βαπτίσματος χάριτος καὶ ἀβάπτιστος καὶ μὴ χλιαρὸς· ὁ μὲν γὰρ μήπω δεξάμενος τὴν τοῦ πνεύματος διὰ
βαπτίσματος χάριν, ἐν ἐλπίσιν ἐνστρέφεται τοῦ ποτὲ δέξασθαι τὰ σωτήρια ἑαυτῷ. ὁ δὲ χλιαρὸς, ὡς ἤδη παρεθέμεθα, μικρὸν πρὸς τῇ ζωῇ h καὶ τὸ ποτὲ βαπτισθῆναι καὶ ζέσαι i ἀφῄρηται.
παῖδες πλάδον ἐργαζόμενον k εἰς ἔμετον ἐρεθίζειν παραλαμβάνουσιν. ὅθεν καὶ τοῖς δυσεμετοῦσιν, ὕδατος χλιαροῦ ἀποροφήσει
τὸν ἔμετον ἀνασοβοῦσι. τοῦτο καὶ νῦν m φησὶν, ὅτι μέλλω σε ὡς βδελυκτὸν βρῶμα ἐμέσαι, τουτέστι, διὰ λόγου στόματός μου ἀπόβλητον τῆς ἐμῆς οἰκειότητος καταστῆσαι n. καὶ τίς ἡ τούτου
αἰτία ; ὅτι o ἐπὶ πλούτου ἀδηλίᾳ ἐλπίσας, καὶ p τὸν σπόρον τοῦ θείου λόγου ἀποπνίξας q ταῖς ἀκάνθαις, οἱονεὶ τοῖς πειρασμοῖς r τοῦ προσκαίρου τούτου πλούτου καὶ s βίου, τὴν πνευματικὴν t 3 ἑαυτοῦ καὶ διαιωνίζουσαν ἠγνόησας d πτωχεῖαν e καὶ ἐλεεινότητα καὶ ταλαιπωρίαν καὶ γύμνωσιν καὶ τυφλότητα.
ἐξ ὕψους τῶν ἀρετῶν ἐκπεσὼν, σκοτοδινίᾳ περὶ τὴν ἐκλογὴν τῶν κρειττόνων ἁλοὺς, καὶ γυμνωθεὶς τῆς τέως περιστελλούσης σε g θείας δόξης.
ἵνα περιβάλλῃ, καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλύριον ἵνα ἐγχρίσῃ τοὺς ὀφθαλμούς
σου ἵνα βλέπῃς. ἐγὼ ὅσους ἐὰν φιλῶ, ἐλέγχω καὶ παιδεύω.
ζήλευε οὖν καὶ μετανόησον. ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω. ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου, καὶ
ἀνοίξῃ τὴν θύραν, εἰσελεύσομαι πρὸς αὐτὸν, καὶ δειπνήσω
μετ᾿ αὐτοῦ, καὶ αὐτὸς μετ’ ἐμοῦ. ὁ νικῶν, δώσω αὐτῷ καθίσαι μετ’ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα, καὶ ἐκάθισα μετὰ τοῦ Πατρός μου ἐν τῷ θρόνῳ
αὐτοῦ. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς
ἐκκλησίαις.
μάτην οὐδὲ διακένως πρόεισιν εἰς τοὺς διδασκομένους, ἀλλ’ ἐκ τοῦ πρότερον διαπύρῳ σπουδῇ τὸν διδάσκοντα εὐπορῆσαι· ἐπιδεικνυμένην γὰρ πίστιν ἀπαγγελεῖ δίκαιος. καὶ ὁ ἀγαθὸς ἔμπορος “ἐκ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας m ἐκφέρει παλαιὰ καὶ νέα, ἐκ μὲν τῶν παλαιῶν ἀνδρῶν τῶν κατορθωμάτων κομίζων τὰ μείζονα n
4 ὑποδείγματα, ἐκ δὲ τῶν νέων καὶ τῶν o αὐτῷ πεπονημένων διαπύρῳ ζέσει, τὰ κατορθώματα. ἀλλ’ ἐπειδὴ τὰ p τοιαῦτα πλουτεῖν οὐκ ἄνευ τῆς ἄνωθέν τινι περιγίνεται ῥοπῆς, διὰ τοῦτό, φησιν, ὁ χρηματίζων, “ παρ’ ἐμοῦ.ö ὁ πλοῦτος δὲ, ἱματίων περιβολῇ q περιστέλλειν ἔχουσα τὴν ἀσχήμονα τῶν ἀρετῶν γύμνωσιν, καὶ
οὐχ ἁπλῶς περιστέλλουσα, ἀλλὰ μετὰ δόξης πομπικῆς, τὸν r ἐπὶ τῇ νίκῃ τῇ κατὰ τῶν ἀντιπάλων δαιμόνων θρίαμβον ἐξανύουσα.
Ιερεμίας ὁ προφήτης φησὶ, “ ἰδοῦ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου “ οὐδὲ ἡ καρδία σου καλή. ” διὰ τοῦτο τὴν σμηκτικὴν u δύναμιν τῆς τοιαύτης τυφλώσεως. ἔστι δὲ τοῦτο x ἡ διὰ μετανοίας πρόοδος συμβουλευομένη. y ὥσπερ καὶ τῇ ἀκάρπῳ συκῇ ἡ τῶν κοπρίων περίθεσις τὴν δι’ ἐξαγορεύσεως καὶ ἀτιμοτέρας διαγωγῆς ταπείνωσιν
ὑπαινίττεται. ἣ τὸ κολλύριον τὴν ἀκτημοσύνην παρίστησιν. εἰ γὰρ τὰ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς βλεπόντων, τούτους πάντως ἀνοίξει τὸ ἀδωροδόκητον.
τοὺς ἁμαρτάνοντας· καὶ τοιαῦτα οἷα ὁ λόγος ὑπέγραψεν · καὶ a εἰκότως. ὁ γὰρ ἀγαπῶν, ἐπιμελῶς παιδεύει, ὃ καὶ τῆς ὑπερβαλλούσης b χρηστότητος τοῦ Κυρίου περὶ τοὺς ἐπειθεῖς c τεκμήριον d. πλούτου δὲ ταύτης ἐνέχυρον ἡ ἀγάπη τοῦ μετιόντος e τοὺς τιμωρίας ἀξίους. καὶ f τίς ἡ παιδεία ; ζηλοῦν τὰ κρείττονα τῶν
ἐπιτηδευμάτων, καὶ μετανοίᾳ καὶ μεταγνώσει g τῶν ἔμπροσθεν οἱονεὶ μεταθέσει h ἁμαρτημάτων τὸν ζῆλον ἤτοι τὴν μίμησιν ἐπαναλαμβάνεσθαι τοὺς πρὸς παιδείαν ἐξ ἀμαθίας ἀποκλίναντας. καὶ τίς ἡ ἐκ φιλανθρωπίας ἀντίδοσις ; ἡ ἐπὶ τὴν θύραν ἀπραγμάἐκ 5 τευτος i προσεδρεία. θύραν δὲ ἐφεξῆς τὴν καρδίαν k λέγει, τῶν πρὸς μετάνοιαν προσκαλουμένων. οἷς ἀνοίξασι τῷ σωτηρίως 1 αὐτὴν κρούοντι, καὶ τὰ ἑπόμενα, τοῦ πρᾴου καὶ ἀγαθοῦ δαιτυμόνος εἰσόδῳ, ἐπιδαψιλευθήσεται.
ἀγαθὸς καὶ πρᾷός κρούσας τὴν θυρᾶν καὶ μὴ τυχὼν ἀνοίξεως ἄπεισιν ἀψοφητί. τοῦτο καὶ ἐν τοῖς ᾄσμασι· “ τῇ νύμφῃ ἄνοιξόν “ μοι, ἀδελφή μου νύμφη.” καὶ εἰ μὲν ἀνοίξει τις αὐτῷ, εἰσέρχεται, εἰ δὲ μὴ παρέρχεται· οὐχ οὕτω δὲ καὶ ὁ διάβολος· ἀλλὰ τῷ μὴ ἀνοίγοντι, ἐν πελέκει καὶ λαξευτηρίῳ χρῆται καταράσσειν
τὴν θύραν αὐτοῦ.
συστήσεται, κοινωνὸν λαβόντος τοῦ εἰσιόντος τὸν ἠνοιγότα τὴν θύραν· ἡ σωτηρία γὰρ τοῦ σωζομένου βρῶμα ἐστὶ τοῦ ἐπὶ σωτηρίᾳ ἡμῶν ἐνηνθρωπηκότος. διὸ καὶ εἴρηκεν, ἐμὸν βρῶμα καὶ πόμα ἐστὶν ἡ τοῦ πατρικοῦ θελήματος ἐκπλήρωσις· ὃς Πατὴρ πάντας ἀνθρώπους σωθῆναι θέλει, καὶ εἰς ἐπίγνωσιν ἀληθείας
ἐλθεῖν. Διάλληλος δὲ ἡ ἐπὶ τῷ δείπνῳ εὐφροσύνη. οὐ γὰρ τοσοῦτον ἡ σωτηρία τὸν σωζόμενον εὐφραίνει, ὅσον ὁ διὰ ἄφατον φιλανθρωπίαν σώζων· ὃς καὶ συντη*ικὸν o ἑαυτοῦ τοῦ τἶναι τὴν σωτηρίαν ἡμῶν ἀπεφήνατο, βρῶμα ἑαυτοῦ τὴν ἐκπλήρωσιν τοῦ πατρικοῦ ἐμπεδώσας θελήματος. τι δὲ τοῦτο εἴρηται ἡμῖν ; ὡς
6 γὰρ ἡ τροφὴ συνίστησιν ἡμῶν τὴν ζωὴν, οὕτως ἀπόλλυσιν ὁ λιμὸς, ὃς καὶ ἐν ἀπειλῆς μοίρᾳ τῷ προφήτῃ κατήγγελται, ἐπάξειν λέγοντος τὸν Κύριον λιμὸν ἐπὶ τὴν γῆν, οὐκ ἀρτοὺ καὶ ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου· ὃς τῷ ὄντι λιμὸς, τὸν κατὰ Θεὸν ἐκτήκων ἡμῶν ἄνθρωπον.
νοῦν τῶν σωτηρίων κατὰ τοσοῦτον, καθ’ ὅσον καὶ σοφὸς ἔμπορος τὸν τιμαλφῆ πλοῦτον διειλκωμένου ὑποζυγίου ἀπολαμβάνων. ἀλλὰ πῶς τὸ ἄπταιστον τῆς συμφράσεως ; τῷ νικῶντι δώσω αὐτῷ· αἱ παροχαὶ γὰρ δοτικῇ πτώσει δηλοῦνται. διὰ τοῦ θρόνου δὲ τὴν ἐν τῇ βασιλείᾳ τοῦ μέλλοντος αἰῶνος ἀνάπαυσιν δηλοῖ. φησὶν οὖν
ὅτι οἱ τὸν ἐχθρὸν νικήσαντες ὥσπερ καὶ ἐγὼ, διὸ καὶ ἔφην ὅτι ἐγὼ “ νενίκηκα τὸν κόσμον, σὺν ἐμοὶ βασιλεύσουσιν, ὃ καὶ ἐπηγγειλάμην, “ καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνων, κρίνοντες τὰς “ δώδεκα φυλὰς τοῦ Ἰσραὴλ,” τουτέστι κατακρίνοντες, οἱονεὶ εἰς κατάκρισιν αὐτῶν, ὡς ἐξὸν καὶ αὐτοὺς τῶν ἴσων ἀξιωθῆναι τῶν
ὁμοφύλων γερῶν, οὐκ ἔτυχον δι’ ἀπιστίαν. τῆς δὲ τοῦ μέλλοντος δόξης αἰῶνος, τῆς τοῦ συμβασιλεύσειν λέγω Χριστῷ, καὶ Παῦλος ὁ θεῖος μνημονεύει, δι’ ὧν φησὶν, “ εἴπερ συμπάσχομεν, ἵνα καὶ “ συνδοξασθῶμεν· τὸ δὲ, “ ὡς κἀγὼ νενίκηκα τὸν κόσμον” ἀνθρωπίνως εἴρηται διὰ τὴν πρόσληψιν, ὥσπερ καὶ τὸ λαβεῖν· οὐ
γὰρ ἆθλον τῆς ἀρετῆς ἡ δόσις τῆς βασιλείας τοῦ θρόνου τῷ ἀιδίως ὡς Θεῷ συνυπαρχούσης, ἀλλ’ ἀνθρωπίνως εἴρηται· ἢ μᾶλλον εἰς παράστασιν τοῦ μετὰ τὴν ἕνωσιν τοῦ Θεοῦ Λόγου τῇ ἀνθρωπίνῃ φύσει τῇ διαλλήλῳ τῶν ἡνωμένων οἰκειώσει. Νεστόριος αἰσχύνοιτο, καὶ πᾶς ἄλλος ὁ τῶν ὁμοίων χόρος.
7
Commentarius In Apocalypsin. Catenae (Novum Testamentum). ed. J.A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.