ΚΕΦ. Ζ.
ζῇς καὶ νεκρὸς εἶ. γίνου γρηγορῶν καὶ στήριξον τὰ λοιπὰ ἃ ἔμελλεν ἀποθανεῖν. οὐ γὰρ εὕρηκά σου τὰ
ἔργα πεπληρωμένα ἐνώπιον τοῦ Θεοῦ μου. μνημόνευε πῶς εἴληφας, καὶ μετανόησον. ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω ἐπί σε ὡς κλέπτης, καὶ οὐ μὴ γνῶς ποίαν ὥραν ἥζω ἐπί σε.
πνεύματα τοὺς αὐτοὺς νοοῦμεν f, κατὰ τὸ εἰρημένον, “ ὁ ποιῶν “ τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα,’’ ἢ τὰς ἐνεργείας τοῦ ζωοποιοῦ Πνεύματος. ἅπερ ἀμφότερα ἐν τῇ χειρὶ, ἤτοι ἐν τῇ ἐξουσίᾳ τοῦ Χριστοῦ ἐστι g. τοῦ h μὲν γὰρ δεσποτικῶς κρατεῖ, τοῦ δέ ἐστι χορηγὸς ὡς ὁμοούσιος, καθὸ καὶ εἴρηκε, “ ἄλλον i παράκλητον
πέμψω ὑμῖν παρὰ τοῦ Πατρός. οὐδὲν γὰρ ἐπὶ τῆς μακαρίας καὶ ὑπερουσίου ἴου τριάδος ἐξιδιαζόμενον ὁρᾶται, πλὴν τῆς ἰδιοποιούσης ἐν αὐτῇ k πρόσωπον ὑπάρξεως.
σημαίνειν βούλεται. διὸ καὶ ἐπιπλήττει τῇ ἐκκλησίᾳ, ὡς ψιλὸν ὄνομα ζωῆς ἐχούσῃ l τῆς πίστεως, νενεκρωμένῃ m δὲ ἐξ ἀγαθῶν πράξεων. ὡς γὰρ ζωὴν οἶδε καλεῖν ἡ γραφὴ τὸν ἐνάρετον βίον 1 τὴν κατὰ Θεὸν λέγω ζωὴν, καθ’ ὃ καὶ εἴρηται, “ ὅτι τὸ λόγιόν “ σου ἔζησέ με,” τουτέστιν, ἐπέστησέ με τρίβοις τῆς ο τῷ ὄντι ζωῆς, οὕτω καὶ θάνατον τὸν πλημμελῆ βίον, ὡς δηλοῖ Παῦλος p ὁ θεῖος περὶ τῶν ἐξ ἀπιστίας εἰς τὴν Χριστοῦ πίστιν μεταβεβηκότων, οὕτω γράφων αὐτοῖς. “ καὶ νεκροὺς ὄντας ὑμᾶς τοῖς
“ παραπτώμασι τῷ Χριστῷ.” καὶ ἐν τῷ τοῦ ποιμένος βιβλίῳ οὕτως διαγορεύεται, καταβεβηκέναι τινὰς εἰς τὸ ὕδωρ τῆς κολυμβήθρας, δηλονότι q νεκροὺς, καὶ ἀναβεβηκέναι ζῶντας.
εἲρηται, ἀλλὰ τὸ οἱονεὶ στερροποίησον καὶ ἐνδυνάμωσον χαλαρά τε ὄντα καὶ πρὸς πτῶσιν ἑτοιμότατα a. ἐφ’ ὅσον οὖν περιλείπεταί σοι, βραχέα ἐπιτηδεύματά, φησι, πρόσθες, ἵνα μὴ τέλεον ἀποσπάσῃ θάνατονb. ταῦτα γοῦν φύλαξον τὰ ἢδη c ζῶντα, ἐκεῖνα δὲ στήριξον d τὰ πρὸς θάνατον ἤδη ῥέποντα. οὐδὲν γάρ σου τῶν
σπουδασμάτων πλῆρες ἐστίν. ἀλλὰ τὰ μὲν τέθνηκεν ἤδη, τὰ δὲ μέλλει. τὸ δὲ, ἐνώπιον τοῦ Θεοῦ μου, ὡς πολλάκις εἴρηται, ὡς ἀπὸ τῆς ἀνθρωπίνης προσλήψεως τῷ Υἱῷ τοῦ Θεοῦ συγαταβατικώτερον προήνεκται e.
πόνων μὲν ἀνάπαυσις, τοῖς δὲ ἀπαοασκευάστοις κλέπτης, ψυχικὸν ἐπάγων θάνατον. διὸ καὶ εἴρηται, “ ἥξει ὁ Κύριος αὐτοῦ “ ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ἡ οὐ γινώσκει.” καὶ τίς ἡ τοῦ Κυρίου παρουσία καὶ πηνίκα ; ἡ μὲν παρουσία οἱονεὶ ὁ αὐτοπρόσωπος χρηματισμὸς, τηνικαῦτα δὲ, ὅτε καὶ τὸ τέλος ἡμῖν
ἐπιστῇ τῆς φθαρτῆς ταύτης ζωῆς, οὐκέτι ἐπαγγελίαις ἀποθησαυριζομένων ἡμῖν τῶν ἑκάστῳ ἀξίων τῶν ἐνταῦθα πόνων γερῶν· ἀλλ’ ἐφεστώτων ἤδη καὶ ὁρωμένων· οὐκ ἄλλου ἐνδέοντος ἣ μόνης τῆς δόσεως, ἣ τὸν πρὸς ἀπαραλόγιστον λῆψιν ἐκδέξεται καιρόν.
ἐν λευκοῖς, ὅτι ἄξιοι εἰσίν. ὁ νικῶν, οὗτος περιβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ Πατρός μου, καὶ ἐνώπιον τῶν Ἀγγέλων
αὐτοῦ. ὁ ἔχων οὖς ἀκουσάτω, τί τὸ Πνεῦμα λέγει
ταῖς ἐκκλησίαις.
ἰδιότης τῆς ὑποστάσεως r ἑκάστου ἀφωρίζηται s διὰ τοῦ κυρίου 3 ὀνόματος, ἀλλ’ οὖν ἡ ἔγκριτος γλῶσσα τῆς Ἑλλάδος φωνῆς, εἰς ἀριθμὸν οὐκ οἶδε παραλαμβάνειν τὰ καθ’ ἕκαστον εἰς γνῶσιν ἀριθμοῦ, ἀλλὰ τὰ ἰδικώτατα. πολλοὺς γὰρ ἢ ὀλίγους, ἣ δύο ἣ τρεῖς φησὶν ἀνθρώπους s, ἀλλ’ οὐ δύο ἣ τρία ὀνόματα, ὡς τοῦ μὲν, τοῦ ἰδιωτάτου t τῆς φύσεως ὄντος σημαντικοῦ, ἥτις διαμένειν u
πέφυκε, τοῦ καθ’ ἕκαστα δὲ, τῆς διαδοχῆς, ἥτις φθάνει σχεδὸν x τῆς ὑπάρξεως ἀφανιζομένης.
ἐμοῦ ἐν τῇ παλιγγενεσίᾳ λαμπροφορήσουσι a. τούτοις δὲ καὶ τέως δυσωπούμενος, ἀναβάλλομαι καὶ μακροθυμῶ εἰς ὑμᾶς b ἱμάτια δὲ μὴ μολυνθέντα, τὰ σώματα λέγει τῶν ἁγίων, ὡς καὶ Ἰακὼβ ὁ πατριάρχης περὶ τοῦ ἐξ Ἰούδα βλαστήσαντος c, ὅς ἐστιν Ἰησοῦς Χριστὸς d, θεσπίζει, ὅτι πλυνεῖ ἐν οἲνῳ e τὴν στολὴν αὐτοῦ, τὸ
σῶμα τοῦ αὐτοῦ Κυρίου λέγων, ἐν τῷ ἀχράντῳ αὐτοῦ πάθει εἰς ὑποτύπωσιν ἡμῶν ἐκαθάρθη. αὐτὸς γὰρ ἁμαρτίαν οὐκ ἐποίησε, φησὶν ὁ Ἡσαΐας f, “ ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς “ θάνατον. αὐτὸς γὰρ ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος “ ἐν τῷ στόματι αὐτοῦ.’’ τούτῳ τῷ Κυρίῳ g ὡσπερεί τι h δραματουργῶν
ὁ αὐτὸς Ἡσαΐας φησὶ, “ διὰ τι σου ἐρυθρὰ τὰ ἱμάτια, ὡς “ ἀπὸ πατητοῦ ληνοῦ πλήρουςi;” καὶ περὶ μὲν τῶν ἱματίων θεωρεῖσθαι k ἄξιον, ὥστε τοι ἀμόλυντον αὐτῶν τὴν καθαρότητα τοῦ σώματος αἰνίττεσθαι m. ὁ νικῶν δέ φησιν. τίνα νικῶν ; τὰ πάθη τῆς σαρκός n. οὗτος οὖν περιβαλεῖται o τὰ τῶν οἰκείων ἀρετῶν
ἱμάτια, ἃ ἐκάθαρεν ἐκ κόπων θεοφιλῶν, καὶ λάμψει ὡς ἥλιος ἐν τῷ μέλλοντι αἰῶνι, καὶ τὸ ὄνομα αὐτοῦ, ὃ ἐγράφης ἐν τῇ βίβλῳ τῶν τὴν μὴ ἐκλιποῦσαν ζώντων ζωὴν, ἀνεξάλειπτον ἔσται, ὡς ὁμολογουμένου q αὐτοῦ r ἐνώπιον τοῦ Πατρός μου ὑπ’ ἐμοῦ. ταύτης δὲ 4 τῆς ἐν τῇ βίβλῳ γραφῆς, καὶ τῆς ἔμπροσθεν τοῦ πατρὸς ὁμολογίας, k καὶ αὐτὴ ἐν τοῖς θείοις Εὐαγγελίοις ἐμνημόνευσε, λέγων τοῖς αὐτοῦ μαθηταῖς οὕτως, “ χαίρετε ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν “ τοῖς οὐρανοῖς.” ἡ δὲ τῆς τοῦ ὀνόματος ὁμολογίας ἐπαγγελία καὶ l αὐτὴ ἐν τοῖς θείοις Εὐαγγελίοις ἀνάγραφος m τηνικαῦτα,
ὁπότ’ ἃν τὸν ἔμπροσθεν τῶν ἀνθρώπων ὁμολογοῦντα ἀνοολογάσασθαι n ἔμπροσθεν τοῦ Πατρὸς ἐμπεδοῖ, κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν. ὃ καὶ πᾶσι μὲν ἀπόκειται τοῖς ἁγίοις, διαφερόντως δὲ τοῖς μάρτυσιν o.
αὐτοῦ.
“ θρώπου μετὰ σάλπιγγος μεγάλης. νῦν οὖν τοὺς Ἀγγέλους t τοῦ Πατρὸς, οὐκ ἀφαιρεῖται, τὸ καὶ αὐτοῦ εἶναι τοὺς ἁγίους Ἀγγέλους. οὐδὲν γὰρ τῇ u ἁγίᾳ φύσει ἐνθεωρουμένων, τινὶ τῶν τριῶν αὐτῆς ὑποστάσεων εὕροι τις ἂν ἐξιδιαζόμενον, πλὴν ἑνὸς τοῦ ὑποστατικως αὐτῷ προσόντος.
Commentarius In Apocalypsin. Catenae (Novum Testamentum). ed. J.A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.