ΚΕΦ. ς.
αὐτοῦ ὡς φλόγα πυρὸς, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ.
οἶδά σου τὰ ἔργα καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν, καὶ τὴν διακονίαν, καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου, τὰ ἔσχατα πλείονα τῶν πρώτων.
Εὐαγγελιστῇ, Υἱὸν ἑαυτὸν καταγγέλλων Θεοῦ, ἔχοντα τοὺς ὀφθαλ- 1 μοὺς μὲν ἀφωμοιωμένους πυρὶ x, ἅτε οἴους τε δικαίους μὲν φωτίζειν, πρὸς καῦσιν δὲ ἁμαρτανόντων ἑτοίμους. τοὺς πόδας δὲ χαλκολιβάνῳ ἀπεικασμένους. χαλκολιβάνῳ δὲ, ἣ τῷ ὑπὸ τῶν ἰατρῶν ἄρρενι καλουμένῳ λιβάνῳ, ὃς ἐκθυμιώμενος, μυρώδεις ἀτμοὺς ἀποπέμπει, ἐπεὶ καὶ οἱ Χριστῷ προσκεχωρηκότες, τοῖς πειρασμοῖς
οἷα πυρὶ προσομιλοῦντες, τῷ δοκιμίῳ ἑαυτῶν εὐωδιάζειν τοὺς περιεστῶτας οὐχ ὑστεροῦσιν. ἐκ τούτου καὶ Παῦλος μεγαλαυχῶν y, “ Χριστοῦ φησὶν εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις καὶ z τοῖς “ ἀπολλυμένοις.’’ σωζομένοις μὲν, τοῖς ἀπὸ τοῦ Μωσαϊκοῦ νόμου στοιχειωδεστέρᾳ τῇ πρὸς θεοσέβειαν ζωῇ προσλιπαροῦσιν ἐπὶ
τελεωτέραν τῆς κατὰ Χριστὸν πίστεως ζωὴν, τῇ καρτερικῇ ἑαυτῶν ἐν στάσει οἶά τινι a εὐωδίᾳ ἐπαλείφοντες τούτους. ὥσπερ ἀμέλει καὶ τοῖς ἀπολλυμένοις ἐκτεθνηκυίας ζωῆς, κατὰ b τὸν τῆς εἰδωλομανίας φημὶ θάνατον c μεταστοιχειωθείσης τῆς ἐμπαθοῦς τῷ ὄντι ζωῆς, οὓς ἡ d κατὰ Χριστὸν ἀμώμητος εὐωδιάζειν οἶδε βιοτή e.
ὥστε καὶ τούτους μετὰ τοῦ αὐτοῦ Παύλου ἐνωραίζεσθαι φάσκοντας, “ ζῶ ἐγὼ I , οὐκ ἔτι ἐγὼ, ζῆ δὲ ἐν ἐμοὶ Χριστός. οὕτω μὲν ἡ κατὰ τὸν g ἄρρενα λίβανον θεωρία. ἔστι καὶ χαλκολίβανον, ὡς ἤδη τεθεώρηται, τὴν ἐνανθρώπησιν τοῦ Κυρίου νοεῖν, ἤγουν τοῦ προαιωνίου Λόγου h Θεοῦ ἐπ’ ἐσχάτων τῶν χρόνων, οἷά τισι ποσὶ,
τῷ τεθεωμένῳ χρωμένην ἀνθρώπῳ. ὧν δύο φύσεων, θεότητός τε καὶ ἀνθρωπότητος τὴν ἀσύγχυτον ἕνωσιν, νοῦς ἀνθρώπινος εὐσεβεῖν ἐγνωκὼς, ἀνέπαφον οἶδε διατηρεῖν, ὡς ὑπερανεστηκυῖαν i θνητῆς καταλήψεως ἔρευναν.
“ διάκειμαι πρὸς τοὺς ἐμοὶ τὰς ἑαυτῶν ἀνατιθέντας σπουδάς.
καὶ πλανᾷν τοὺς ἐμοὺς δούλους, πορνεῦσαι καὶ φαγεῖν
εἰδωλόθυτα. καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ.
καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς. ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην, καὶ τοὺς μοιχεύοντας μετ αὐτῆς εἰς θλῖψιν μεγάλην. ἐὰν μὴ μετανοήσωσιν ἐκ
τῶν ἔργων αὐτῆς, καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ. καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι, ὅτι ἐγώ εἰμι ὁ ἐρευνῶν νεφροὺς καὶ καρδίας. καὶ δώσω ὑμῖν ἑκάστῳ κάτα τὰ ἔργα ὑμῶν.
τὸ εὐλαβὲς ὑμῶν καὶ ὑπομονητικὸν ἀποδέχομαι, ἀλλ’ οὖν δικαίως ὑμῖν ἐπιμέμφομαι, ὅτι τὴν τῶν Νικολαϊτῶν αἵρεσιν ἐᾶτε ἀκμάζειν ἐν μέσῳ ὑμῶν λέγει δὲ τροπικῶς ταύτην διὰ τοῦ τῆς Ιεζαβὲλ ὀνόματος r τῆς τῷ Ἀχαὰβ συνοικησάσης, ταύτῃ παραβάλλων καὶ τοὺς ἀπὸ Νικολάου διὰ τὴν ἀσέλγειαν καὶ ἀσέβειαν.
ἐπιμέμφεται οὖν ὅτι οὐ διώκουσιν s αὐτὴν, τουτέστιν, οὐκ ἀπωθοῦνται t αὐτὴν, ἀναιδῶς βλασφημοῦσαν καταισχύνοντες u, ἀλλ’ ἀνέχονται κοινωνεῖν αὑτοῖς τοῦ ὀνόματος τῶν x Χριστιανῶν, ὑφ’ οὗ y λανθανόντως τοῖς ἁπλουστέροις τῶν δούλων μου, φησὶ, παρέχει σκάνδαλον. οὐχ ὅπως πορνείας, ἀλλ’ ἤδη καὶ μιαροφαγίας, πορνείαν
ἣ τὴν αἰσθητὴν λέγων, ἢ τὴν ἀπὸ Θεοῦ ἔκκλισιν, καθὸ καὶ 3 εἴρηται, τὸ, “ ἐπόρνευσαν ἐν τοῖς ἐπ’ ἐπιτηδεύμασιν αὐτῶν,’’ καὶ τὸ, “ ἐμοιχῶντο ἐν τῷ ξύλῳ.” διὰ δὲ τῆς z τῶν εἰδωλοθύτων ἐδωδῆς ἔοικε καὶ τὰς ἄλλας διαιρέσεις a συντάττειν, αἳ καὶ αὐταὶ τοῖς εὐσεβοῦσιν ἐπιφύονται b, ὃν δή τινα τρόπον ἐνῆν. οἱ γὰρ Νικοαΐται, εἰδωλόθυτα μὲν ἐσθίειν οὐ προυβάλλοντο, ἕτερα δὲ ὃμως c, ἃ καὶ
διανοηθῆναι τῆς τελεωτάτης ἀκαθαρσίας καὶ μιαρίας ἐστί d. τίνα δὲ ταῦτα πολλάκις ἡμῖν εἴρηται τὴν τῶν Παναρίων βίβλον παριστᾷν. καὶ οὐ τοῦτο μόνον τὸ βδελρὸν e τῇ τῶν Νικολαϊτῶν αἱρέσει παρομαρτεῖ f, ἀλλὰ καὶ προφῆτις εἶναι ὑποκρίνεται, πονηρῷ πνεύματι ἐνεργουμένη, καὶ τὸ θεῖον δῶρον εἰς ματαιότητα παραβάλλουσα,
ἵνα καὶ Μωϋσέως ἀφειδοῦσα ἁλῷ, “ οὐ λήψῃ, διαρρήδην βοῶντος g, “ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σοῦ ἐπὶ ματαίῳ, καὶ τοῦ μακαρισμοῦ τοῦ θεοπάτορος ἀλλοτριουμένη h εὑρεθῇ, τῆς μὲν ἐλπίδος τοῦ Θεοῦ ἀστοχοῦσα, ἐπὶ ματαιότητας δὲ καὶ μανίας ψευδεῖς ἐμφιλοχωροῦσα.
ἐπιστροφὴν ζητῶν k, δέδωκα αὐτῇ μετανοίας καιρὸν, τὴν τιμωρίαν τέως ὑπερτιθέμενος. ἡ δὲ τῇ ἀνοχῇ κατεχρήσατο εἰς ἀμέλειαν l ἐνευκαιροῦσα τῷ ὀλεθρίῳ αὐτῆς m, ἀλλ’ οὐ τῆς σωτηρίας ἐπιστροφῆς ἀπρὶξ ἐχομένη.
4 “ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ, κλίνην τὴν νόσον φάσκων, μεταβεβλῆσθαι ἐπὶ τὸ βέλτιον, ἤγουν εἰς ὑγίειαν. αὐτὴν μὲν οὖν οὕτω κακώσω. τοὺς δὲ μοιχεύοντας μετ’ αὐτῆς, τοὺς συνεργοὺς καὶ συγκροτοῦντας αὐτῇ τὰ βδελυρὰ καὶ βορβορώδη δόγματα, διὰ συμφορῶν θλίψω. τὰ τέκνα δὲ, τέκνα τοὺς διαδόχους τῆς
τοιαύτης ὀνομάζων βδελυρίας,) θανάτῳ φησὶ μετελεύσομαι. κᾀκείνους μὲν οὕτως. ὑμῖν δὲ οἷς οὐδὲν κοινὸν πρὸς τὴν μοιχαλίδα, ἁπλουστέροις τε p οὖσιν, q καὶ διὰ τρόπων ἁπλότητα ἐν ἀκακίᾳ πορεύεσθαι καρδίας ἐν μέσῳ τοῦ οἴκου ὑμῶν προῃρημένοις, ἐπείπερ οὐκ ἔστιν ἰσχὺς πρὸς τοὺς οὕτω πονηροὺς καὶ εὑρεσιλόγους τῇ
πανουργίᾳ τῶν λόγων ἀντικαθίστασθαι, ἅτε καὶ τὰ βάθη τοῦ πονηροῦ καὶ τὰς μεθοδείας αὐτοῦ, ὡς φατὲ, μὴ ἐγνωκόσιν, οὐδὲν ἐπιθήσω βάρος, φησί. βάρος δὲ τὴν διὰ τῶν λόγων μάχην r φησίν.) ἀρκεῖ φησὶν, ἐμοὶ τὸ διὰ τῶν ἒργων s δοκίμιον ἐκ φυλακῆς τῶν ἐξ ἀρχῆς παραδεδομένων ὑμῖν ἀκριβῶς t κατορθούμενον.
Μῆ μέμψῃ ὃς ταῦτα μετέρχῃ, εἰ τὰ προληπτικῷ a παρατεθειμέμα. αὖθις ἀνασοβοῦμεν ταύτῃ παρατιθέμενοι· ἐκεῖ μὲν γὰρ τὸν ὅλον σκοπὸν τοῦ ῥητοῦ ἀνελλειπῆ διατηροῦντες, οὕτω προΐημεν· ἐνταῦθα δὲ τὸν οἰκεῖον τόπον τοῖς ἐφοδουμένοις παραδηλοῦντες, ὄκνου παντὸς τὴν σαφήνειαν προυτιμήσαμεν.
κατάλληλον ἑκάστῳ τῆς οἰκείας φιλοπονηρίας καὶ τὸν μισθὸν ἐπιβραβεύσω.
ἐφ’ ὑμᾶς, ἄλλο βάρος. πλὴν ὃ ἔχετε κρατήσατε, ἄχρις
οὗ ἃν ἥξω. καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ
ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν, καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς τὰ σκεύη τὰ κεραμικὰ συντριβήσεται, ὡς κἀγὼ εἴληφα παρὰ τοῦ
πατρός μου. καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωινόν.
ὁ ἔχων οὖς ἀκουσάτω, τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
ἀπασχολῶν g τοῦ κατ’ ἀξίαν τεύξεται h. τοῖς οὖν οὐκ ἔχουσι τὴν πλάνην i διδαχὴν τῶν αἱρετιζόντων, τούτους ἀποδεχόμενος, φησὶν k, ἀρκεσθήσομαι τῇ ἀλυμάνῳ l διατηρήσει τοῦ οὗ ἔλαβον καταρχὰς θείου δωρήματος· βάρος δὲ ἄλλο οὐδὲν ἐπιθήσειν αὐτοῖς διὰ τὸ τοῦ ἔθους ἁπλοικὸν, ἀφ’ οὑ καὶ τὰ βάθη ἀγνοεῖν τὰ m τοῦ Σατανᾶ
περίεστιν αὐτοῖς ὡς λέγουσι. βάρος δὲ, τὸ ἀπὸ τῆς λογομαχίας ἐπεισαγόμενον n τοῖς λογομαχοῦσιν ὀχληρόν. δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι.
6 χρησάμενος· τὸ δὲ ἵνα οὕτως ἐξηκούετο· ὑμῖν δὲ τοῖς ἐν Θυατείροις τοῦτο ποιῶν εἰς παράστασιν τοῦ οὐχ ὡς ἄνθρωποι οὕτως καὶ Θεὸς τὴν ἐντυχίαν τοῖς πρὸς οὓς ποιεῖται κατακερματίζων τὸν καιρὸν ἰδιαζόντως· πρὸς ἕκαστον τῶν χρηματιζομένων. ἀνθρωπίνης γὰρ ἔργον ἀσθενείας τὸ μὴ κατὰ ταὐτὸν πολλοῖς κοινωνεῖν δύνασθαι
λόγου. Θεῷ δὲ τοῦτο κατὰ τὸ ῥᾷστον· φημὶ δὴ τὸ ἅμα πρὸς διαφόρους ὁμιλίας τοῖς πολλοῖς τὸν ἕνα ποικίλλεσθαι o.
ἀλύμαντον διαφυλάττειν ἄχρι τῆς αὐτοῦ παρουσίας. παρουσίαν δὲ λέγει 1, ἢ τὴν τελευταίαν ὅτε τὴν πάντων κρίσιν κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν ποιήσει, ἢ τὴν ἑκάστου ἀποβίωσιν, ὅτε πρὸς αὐτὸν ἀπιοῦσιν ἡμῖν, ἅτε τὴν πολυάσχολον ταύτην ἀπολείπουσι ζωὴν ἐν ἀσφαλεῖ ἐσόμεθα καταστάσει, τὴν ἐλπίδα τῶν
βεβιωμένων ἀπαραλόγιστον ἔχοντες. ὃ καὶ μᾶλλον στοιχεῖν οὐκ ἀδόκιμον.
μάχεσθαι r.
ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν, ἤτοι καθὼς ἐν Εὐαγγελίοις ὁ Κύριος τῷ καλῶς οἰκονομήσαντι τὰς μνᾶς καὶ τὰ τάλαντα, “ ἔσο,’’ φησὶν, ἔπι δέκα πόλεις, καὶ ἑτέρῳ, ἐπὶ πέντε πόλεις u. καὶ ἐν τῶ Δανιὴλ, δοθῆναι λόγος τὴν βασιλείαν ἁγίοις Θεοῦ x. ἀρχὴν γάρ τινα καὶ ἐξουσίαν ταῦτα δηλοῖ δοθησομένην τοῖς ἁγίοις κατὰ
τῶν. ὑποδεεστέρων καὶ τοῦ διευθύνεσθαι z χρηζόντὢν. διὸ καὶ τὸ, 7 “ ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἁρμόσει ἐπὶ ταύτῃ τῇ πράξει. αἰνίττεσθαι γὰρ ἔοικε διὰ τῆς ῥάβδου τῆς εὐθύτητος, τὸ ῥητὸν, ὡς οὐ κολαστικὴν εἰσηγεῖται παιδείαν, ἀλλ’ ἐπανορθωτικήν. τὴν δὲ σιδηρᾶν ῥάβδον οὐδεὶς δι’ ἄλλο τι δίδοσθαι φήσει εἰ μὴ τῆς κατὰ συντριβὴν τιμωρίας τῶν τῇ ἀπειθείᾳ
ἐνεσκευασμένων, καὶ πρὸς κεραμικὰ σκεύη ἀφωμοιωμένων, ὥσπερ καὶ ἡ τῆς δυνάμεως ῥάβδος οὐκ ἄλλου τινὸς ἐξαποστελλομένη ἐκ Σιῶν, εἰ μὴ τῆς τῶν ἐχθρῶν κατακυριεύσεως. καὶ ἐπειδὴ παντὶ τῷ νικῶντι ἡ σιδηρᾶ ῥάβδος ἐπαγγέλλεται δοθῆναι, εἲησαν c δὲ οὗτοι οἱ ἀπὸ τῶν ἐθνῶν προσπορίσαντες ἑαυτοὺς δι’ εὐπειθείας
Χριστῷ, οὗτοι καὶ κριταὶ ἔσονται τῶν ἀπίστων. ἐπεὶ καὶ τοὺς Νινευΐτας εἰς κρίσιν, ἤγουν κατάκρισιν τῆς πονηρᾶς, φησὶν ὁ Κύριος, ἀναστήσεσθαι d γενεᾶς. τὸ δὲ εἰληφέναι καὶ αὐτὸν παρὰ τοῦ πατρὸς τὴν ῥάβδον, ἡ δόσις καὶ λῆψις διὰ τὴν τῆς σαρκὸς πρόσληψιν παρεισέδθ e, ἀλλὰ καὶ διὰ ταπεινώσεως ἔμφασιν. εἰ
δὲ καὶ ἐπὶ τῆς θείας φύσεως τοῦτό τις θέλει f λογίσασθαι, οὐδὲν πρᾶγμα, τῇ δόσει καὶ λήψει, τὸ τῶν ὑποστάσεων ἰδικὸν, Πατρὸς φημὶ g καὶ Υἱοῦ, ἐμφανίζεσθαι.
αὐτοῦ οὐχ ἡ ἐσχάτη h, ἀλλ’ ἡ ἑκάστου ἡμῶν πρὸς αὐτὸν τέως ἐστὶν, i τὸ πρὸς μίαν ὑπόστασιν τὸ θεῖον ὥσπερ καὶ φύσιν μίαν πρεσβεύειν ἀποικονομίαν βουλόμενος.
συντάξεως λέγω, ὁ μόνης τῆς σωτηρίας ἡμῶν φροντίζων Θεός k.
8 κεραμικὰ συντριβήσεται σκεύη. εἰ δὲ καὶ ἀνελλήνιστος ἡ σύνταξις, οὐδέποτε γὰρ ὁριστικὸν ῥῆμα ὑποτακτικῇ λέξει p συντέτακται,) οὐδὲν μελήσει τοῖς διανοίᾳ μόνῃ, ἀλλ’ οὐχὶ λέξεως ἀκριβείᾳ τὴν σωτηρίαν πορίζουσιν. Ἔστιν οὕτως καθ’ ὑπέρβατον συντάσσειν, ἐν τῇ σιδηρᾷ, ἀντὶ τοῦ διὰ τῆς σιδηρᾶς συντριβήσεται
ῥάβδου, ὡς τὰ σκεύη τὰ κεραμικά q.
πόδας τῶν μαθητῶν αὐτοῦ εὒχεται u. καὶ Δαβὶδ ἐπιρρωννύων τὸν κατὰ Θεὸν τὸν ὕψιστον προσίοντα x, “ ἐπὶ ἀσπίδα,” φησὶ, “καὶ “ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.’’ ἢ οὖν ἀστέρα τοῦτον διδόναι ἡ θεοκλυτία y ἐπαγγέλλεται, ἣ τὸν ὑπὸ τοῦ Πέτρου λεχθέντα φωσφόρον ἐν ταῖς καρδίαις τῶν πιστῶν
ἀνατέλλοντα, τὸ τῶ Χριστοῦ δηλαδὴ φῶς. ἀστὴρ δὲ τοῦ ἡλίου Χριστοῦ τῆς παρουσίας προανατείλας καὶ ὁ βαπτιστὴς Ἰωάννης a, καὶ ὁ Θεσβίτης Ἠλίας τῆς δευτέρας παρουσίας Χριστοῦ b προάγγελος, μεθ’ ὧν ἕξειν τὸ μέρος τοὺς νικητὰς τοῦ διαβόλου πιστεύομεν. οὐ θαυμαστὸν δὲ εἰ ἐπὶ τῶν ἄγαν ἀντικειμένων τὸ
αὐτὸ ἐξειλήφαμεν, ἐπεὶ καὶ λέων ὁ Χριστὸς c ἐκ βλαστοῦ τοῦ Ἰούδα ἀναθορὼν, καὶ ἐκ βασᾶν δὲ λέων ὁ Ἀντίχριστος κατὰ τὴν θείαν γραφὴν ἀφορμώμενος, ἑκατέρου πρὸς τὸ ὑποκείμενον ἁρμοζομένου. νοεῖται δὲ καὶ ἡ τοῦ μέλλοντος αἰῶνος ἀνατολὴ, ἥτις τῶ σκότῳ τοῦ παρόντος βίου, κἂν εἰ φῶς νομίζεται, καλυφθήσεται·
9 καὶ ὁ ταύτην εὐαγγελιζόμενος Ἄγγελος, προπορεύεται γὰρ αὐτῆς, τοῦ τῆς δικαιοσύνης ἡλίου ἐπιφανησομένου τοῖς ἁγίοις τὴν ἀχλὺν ταύτης διασκεδάζοντος d.
Commentarius In Apocalypsin. Catenae (Novum Testamentum). ed. J.A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.