ΚΕΦ. Ε.
ὀξεῖαν. οἶδα τὰ ἔργα σου, καὶ ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ. καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου ἐν ταῖς ἡμέραις, ἐν αἷς Ἀντίπας
ὁ μάρτυς μου ὁ πιστὸς, ὃς ἀπεκτάνθη παρ’ ὑμῖν, ὅπου
ὁ Σατανᾶς κατοικεῖ. ἀλλὰ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαὰμ, ὃς ἐδίδαξε τὸν Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν
Ἰσραὴλ, καὶ φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι. οὕτωσ
ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν τῶν Νικολαϊτῶν ὁμοίως.
ἀνόθευτόν μου τὴν πίστιν ἐτήρησας, μηδὲν ἐκτραπεῖσα ἀπὸ τῆς τῶν κακῶν γειτνίας πρὸς μίμησιν d, οὐδὲ ζηλώσασα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν καὶ εὐθηνίαν e θεωροῦσα.
μαρτύριον εἰς ἔτι σώζεται, πολλὰ παρρησιασάμενος τοῖς ἐκβουλεύουσι. καὶ f ὅσον εἰς αὐτὸν ἧκεν, ἄχρι θανάτου προὔβη. οὗπερ τῆς ἀνδρείας νῦν ὁ Εὐαγγελιστὴς ἐκ τῆς θεοκλυτίας g μέμνηται h, πρὸς ἔνδειξιν ἐπεισαχθείσης τῆς ἐκείνου i ἀρετῆς καὶ k ὑπομονῆς τοῖς πιστοῖς, τῆστε τῶν πεπλανημένων ὠμότητος
ὡς ὁμοσκήνων τῷ Σατανᾶ. ἐπειδὴ δὲ ἅπτεται καὶ τῶν ἁγιωτάτων ὁ μῶμος, καθ’ ὃν l πολλὰ πταίομεν ἅπαντες κατὰ τὸ γεγραμμένον, “ τίς καθαρὸς ἀπὸ ῥύπου m ; ” ὑμῖν πάλιν, φησὶ, καί τοι τοιούτοις οὖσι τὰ πρὸς θεραπείαν ἐμὴν, ἔχω τι ἐγκαλεῖν πάλιν κατὰ σοῦ n, κἂν ἐπ’ ὀλίγον o· δύο γὰρ p χαλεπὰ, ὡς ἔοικεν, αὕτη ἡ πόλις τῶν
Περγαμηνῶν ἐκέκτητο, τοὺς μὲν πλείονας Ἕλληνας, ἐξ αὐτῶν δὲ q τῶν ὀνομαζομένων πιστῶν, τοὺς αἰσχρουργοὺς Νικολαΐτας ἐπισπαρέντας “ τῷ χρηστῷ σίτῳ ζιζάνια πονηρά. καὶ ὅπως δὲ τούτους, καὶ τίσιν r ὡμοιωμένους, διὰ τῆς πάλαι ἱστορίας παρέθετο.
“ ἐτελέσθησαν τῷ Βεελφεγὼρ, καὶ ἔφαγον θυσίας νεκρῶν·’’ θυσίαν λέγων νεκρῶν τὰ τοῖς εἰδώλοις τελεσθέντα κρέα· διὸ καὶ ἀπόλοντο. ἐξομοιοῦσθαι δὲ τούτοις φησὶ καῖε τοὺς Νικολαΐτας κατά τε πορνείαν καὶ μιαροφαγίαν. ἃ g εἴ τις ἐπιζητεῖ ποῖα τινὰ ἦν h, ὡς ἤδη παρεθέμην i; i, ἐξ Ἐπιφανίου τοῦ Κυπρίου ἀρχιερέως
Θεοῦ μάθοι, ὃς εἰς ὠφέλειαν πολλῶν, οὐκ ἀπηξίωσε τὸ βορβορῶδες τῶν Νικολαϊτῶν, κατά τε τὴν πορνικὴν ἀκολασίαν, κατά τε τὴν ἐπ’ αὐτῇ βδελυκτοτάτην ἀκαθαρτοφαγίαν, πρόδηλον ἀνυποστόλως κατάστησαι.
πολεμήσω μετ’ αὐτῶν ἐν τῆ ῥομφαίᾳ τοῦ στόματός
μου. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις, τῷ νικῶντι δώσω αὐτῷ ἀπὸ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκὴν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον, ὃ οὐδεὶς οἶδεν
εἰ μὴ ὁ λαμβάνων.
αὐτοῖς τῆς μετὰ τῶν Νικολαϊτῶν ἀναστροφῆς k. ἀλλὰ καὶ τὸ ταχὺ τῆς κατ’ αὐτῶν ἐπελεύσεως, πῶς οὐ κηδεμόνος καὶ μὴ ἀνεχομένου ἐπὶ πολὺ τὸν κλῆρον ἑαυτοῦ νοθεύεσθαι, ἀλλὰ ταχινὴν βραβεύοντα τὴν ἀντίληψιν;
ἀκαθάρτου βρώσεως τε καὶ βδελυρᾶςp ὑπέσχετο. Μάννα δὲ τροπικῶς ὁ ἄρτος ἐστι τῆς ζωῆς, ὁ οὐρανόθεν δι’ ἡμᾶς κατελθὼν, ἢ q καὶ πάντα τὰ μέλλοντα ἀγαθὰ, ὡς οὐρανόθεν καὶ αὐτὰ καταπτάμενα, πτάμενα, ὅπου καὶ ἡ ἄνω Ἰερουσαλήμ. νικῶντι δὲ τὸν διάβολον, δοθῆναι καὶ ψῆφον λευκὴν, τουτέστι, δόξῃ λελαμπρυσμένην. τοῦτο
δὲ, τὴν λευκὴν ψῆφον, τὴν ἀπὸ τῶν ἐν τοῖς θεάτροις καὶ τοῖς σταδίοις ἀγωνιζομένων γνώριμον οὖσαν, τοῖς νικῶσι παρεχομένην, ἐνταῦθα τέθεικεν. ὄνομα δὲ καινὸν, τῇ παρούσῃ ζωῇ ἀγνοούμενον. “ τὰ γὰρ ἀγαθὰ ἃ τοῖς ἀγαπῶσιν αὐτὸν ἡτοίμασεν ὁ Θεὸς, ὀφθαλ- “ ’μὸς οὐκ εἶεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου
“ οὐκ ἀνέβη.’’ οὒτε r τὸ ὄνομα ὃ οἱ s ἅγιοι κληρονομήσουσι t. πῶς γὰρ οἷόν τε φθαρτῇ u γνώσει τὰ ἄφθαρτα παραδηλοῦσθαι.
αἰσθήσεως.
Commentarius In Apocalypsin. Catenae (Novum Testamentum). ed. J.A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.