ΚΕΦ. Δ.
τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς
καὶ ἔζησεν. οἶδά σου τὰ ἔργα καὶ τὴν θλῖψιν καὶ τὴν πτωχείαν, ἀλλὰ πλούσιος εἶ. καὶ τὴν βλασφημίαν τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτοὺς καὶ οὐκ εἰσὶν, ἀλλὰ
συναγωγὴ τοῦ Σατανᾶ. μηδὲν φοβοῦ ἃ μέλλεις παθεῖν.
ἰδοὺ δὴ μέλλει βαλεῖν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν, ἵνα πειρασθῆτε, καὶ ἕξετε θλῖψιν ἡμέρας δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς
ζωῆς. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ
δευτέρου.
ἄνθρωπος Ἰησοῦς Χριστός. δι’ ἣν φιλανθρωπίαν πεῖραν ἠνέσχετο θανάτου τριημέρου, καὶ ἀνέστη εἰς παλινζωΐαν ἡμᾶς ἐπελπίζων ἀνελλιπῆ.
γενόμενος. καὶ νεκρὸς δὲ ὁ αὐτὸς τριήμερος, καὶ αὖθις ἀνοίξας ἡμῖν διὰ τῆς αὐτοῦ ἀναστάσεως ὁδὸν t τῆς ζωῆς. καὶ τι φησιν οὗτος “ οἶδά σου σου τὰ ἔργα καὶ τὴν θλῖψιν καὶ τὴν πτωχείαν, ἃ δι’ ἐμὲ ὑπομένεις, ὑπὸ τῶν ἀπίστων μαστιζόμενος καὶ τῶν ὑπαρχόντων στερούμενος. μὴ οὑν ἐν τῷ θλίβεσθαι καὶ πτωχεύειν
εἴπῃς καὶ αὐτός. “ τί ὅτι ἐνηστεύσαμεν καὶ οὐκ ἔγνως, ἐταπεινώ- “ σαμεν τὰς ψυχὰς ἑαυτῶν, καὶ οὐ προσέσχες ; ” εἰ γὰρ καὶ ταῦτα, ἀλλὰ πλούσιος εἶ’, ἐν τοῖς πνευματικοῖς τὸν θησαυρὸν ἔχων κεκρυμμένον ἐν τῷ ἀγρῷ τῆς καρδίας σου, ὅς ἐστιν ὁ Χριστός· δι’ ὃν καὶ πλούσιος εἶ, ὡς τοῦτον ἔχων σκεπαστὴν, ὃς καὶ αὐτὸς
πλούσιος ὣν, ἐπτώχευσε δι’ ἡμᾶς.
συναγωγὴ τοῦ διαβόλου εἰσίν. ἀλλὰ κἂν ἐξ ἐπηρείας πτωχεύῃς, ἐμοὶ ἀνακείμενος τῷ πάντων x ἀγαθῶν πρυτάνει, πλούσιος εἶ. διόπερ μηδὲν φοβοῦ τῶν μελλόντων σοι ἐπενεχθῆναι ἀπὸ τῶν συνεργῶν τοῦ διαβόλου θλιβερῶν ἐγκλεισμῶν φυλακῆς καὶ πειρασμῶν ἄλλων y, ὣν ἐφήμερος ἡ ἐπιφορὰ, καὶ ὅσον εἰ καὶ
ἡμερῶν δέκα ἐξισουμένη ; γίνου οὖν καρτερικὸς καὶ μὴ ἐκλυόμενος μέχρι θανάτου, ὑπὲρ ὧν λήψῃ τὸν στέφανον τῆς ζωῆς.
τῆς καρδίας, ὁ διὰ τῆς z τοῦ φαινομένου περιβλητοῦ τῷ γεννητικῷ μορίῳ δέρματος a ἀφαιρέσεως τοῦ ὑλικοῦ τοῦδε παντὸς βίου ἀλλοτριούμενον b ἑαυτὸν αἰνιττόμενος, καὶ πρὸς τὰ θεῖα c τῇ ψυχῇ ἐνσκευαζόμενον d. εἰ γὰρ Ἰούδας μὲν ἐξομολόγησις ἑρμηνεύεται, Ἰσραὴλ δὲ νοῦς ὁρῶν Θεὸν, πάντως οἱ ἀληθεῖς
Ιουδαῖοι καὶ ᾿Ισραὴλ οὗτοι εἰσὶν, οἱ Χριστῷ ἐξομολογούμενοι, ἤγουν εὐχαριστοῦντες ἀνθ’ ὧν μεγάλα εὐεργέθημεν τῇ διὰ σαρκὸς αὐτοῦ πρὸς ἡμᾶς e ἐπιδημίᾳ. τοῦτο γὰρ ἡ ἐξομολόγησις δηλοῦν βούλεται. Ἰσραὴλ δὲ, ὃς f νῷ Θεὸν ὁρᾷ ἠξιωμένος g, μηδενὶ τῶν ἀσχολεῖν εἰωθότων ἐπιπροσθούμενος h. οὐκοῦν οὐδὲ Ἰουδαῖοι οὔτε i
Ἰσραὴλ οἱ τῇ ἀπιστίᾳ ἐμμένοντες k ἀνεπιστρόφως, ἀλλὰ βλασφημοῦντες συναγωγὴν ἑαυτοὺς ἀποφαίνουσι τοῦ Σατανᾶ ἐζωγρημένους ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα, ἅτε καὶ στρατηγουμένους l ὑπ’ αὐτοῦ.
εἰς ὀλίγον χρόνον τούτων ἡ θλίψις, καὶ οὐδ’ ὅσον δέκα ἡμέραις παραμετρεῖσθαι ἀξία. ὅτι δοκίμιον ὑμῖν τοῦτο δίδοται τῆς πίστεως· διὸ καὶ ὁ Θεὸς συνεργεῖ. δοκίμους μὲν ὑμᾶς ἀποφαίνων, τὸν δὲ διάβολον καταισχύνων, οὗ ἐνεργείᾳ οἱ κακοποιοὶ ἐπιτίθενται τοῖς εὐσεβέσι. δεῖ δὲ καρτερεῖν ἄχρι θανάτου εἰς ἀντάμειψιν στεφάνων
ζωῆς. διὸ καὶ εἴρηται, “ ὁ ὑπομείνας εἰς τέλος οὗτος σωθή- “ σεται,’’ οὐχ ὁ ῥίψασπις καὶ πρὸς τοὺς ἀγῶνας μαλακίᾳ ἐνδούς.
θείου Πνεύματος.
ἀνυπερθέτως, πάντες ἄνθρωποι P δίκαιοι καὶ ἁμαρτωλοὶ μέτιμεν. δευτέρου δὲ πάλιν θανάτου καὶ ὀλεθριωτέρου, τοῦ δι’ ἁμαρτίας ὄντος, ὂν τὸ τῆς ἀκολάστου q καὶ σαρκικῆς καὶ ἡδυπαθοῦς ζωῆς δέλεαρ τοῖς r ἀνθρώποις οἶδε πορίζειν. διὸ s καὶ ὁ Κύριος τοὺς ταύτην μεταδιώκοντας νεκροὺς ὀνομάζει, ὅταν φῆ, “ ἄφετε τοὺς
“ νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.’’ τοῦτον τὸν θάνατον, τὴν ἐμπαθῆ λέγω ζωὴν,) ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ τῆς γεέννης εἰς ἀδιάλειπτον θανάτου u.
Commentarius In Apocalypsin. Catenae (Novum Testamentum). ed. J.A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.