ΚΕΦ. Γ.
οἶδα τὰ ἔργα σου καὶ τὸν κόπον σου, καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακοὺς, καὶ ἐπείρασας
τοὺς λέγοντας ἑαυτοὺς Ἀποστόλους εἶναι, καὶ οὐκ
καὶ εὗρες αὐτοὺς ψευδεῖς· καὶ ὑπομονὴν ἔχεις· καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου, καὶ οὐκ ἐκοπίασας.
ὁ δι’ ἁγιότητα ἐν τῇ δεξιᾷ τοῦ Κυρίου ὑπάρχων ἀστὴρ x ὣν, καὶ δεῖγμα τοῦτο φέρων τῆς κατὰ τὴν αὐτοῦ φύσιν y ἐκ καθαρότητος φωτοειδοῦς μαρμαρυγῆς. τίς δὲ καὶ χρεία γράφειν τῷ ἐν τῇ δεξιᾷ τοῦ διαλεγομένου παρόντι ; ὃς καὶ οὐδὲ αἰσθητῆς 1 ἀκοῆς οἷα νοερὸς ὣν δεόμενος ἦν ; εἶτα καὶ ὅτι προιὼν οὗτος ὁ τῆς ὀπτασίας z ὑφηγητὴς ἅγιος οὐ τοῖς Ἀγγέλοις φησὶν, ἀλλὰ ταῖς ἐκκλησίαις, τί λέγει τὸ Πνεῦμα τὸ Ἅγιον ἀκούειν a, οὐκ ἄδηλόν ἐστι. καθὰ δεῖ b κἀν τοῖς λοιποῖς νοεῖν c τοῦ προκειμένου τοῦδε βιβλίου, ἔνθα ἂν εὑρίσκηται, γράψον τάδε τῷ Ἀγγέλῳ τῆσδε
τῆς ἐκκλησίας, ὅτι οὐ τῷ Ἀγγέλῳ, ἀλλὰ περὶ τῆς ἐκκλησίας τοὺς λόγους διακελεύεται γράφειν, ὡσαύτως φανερόν d.
ἀνθρώπους. οὗτοι γὰρ g οἱ ἑπτὰ ἀστέρες, ὡς ἤδη εἴρηται, καὶ αἱ χρυσαῖ λυχνίαι καὶ λύχνοι, ὧν ἐν μέσῳ ὁ ἐνοικεῖν αὐτοῖς καὶ ἐμπεριπατεῖν ἐπαγγειλάμενος Κύριος.
τὰς καρδίας ὑμῶν, τὸν συνιέντα εἰς πάντα ἔργα i ὑμῶν, καὶ ὅτι τῶν πονηρῶν οὐ δύνασαι k ἀκοῦσαι μισοπόνηρος οὖσα, καὶ ὅτι ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς Ἀποστόλους, καὶ εὗρες αὐτοὺς ψευδαποστόλους. θεῖον γὰρ πληροῦντες οἱ ἐν Ἐφέσῳ παράγγελμα, τὸ φάσκον, μὴ παντὶ πνεύματι πιστεύειν, ἀλλὰ δοκιμάζειν, τουτέστι,
τὸ δοθὲν αὐτοῖς διδασκαλικὸν ἀξίωμα, εἰ κατὰ τὴν εὐαγγελικήν ἐστι διάταξιν, ἐν αὐτοσκεύῳ τῇ χρείᾳ συστελλόμενοι l διετέλουν m, ἀλλ’ οὐχὶ βρώμασι καὶ πότοις καὶ γάμοις βακχευόμενοι n, καὶ τὸν ἀπολαυστικὸν βίον τοῦ ἐγκρατοῦς ἐπίπροσθεν φέροντες o, οἷοι οἱ P περὶ Κήρινθον συνχρονίσαντες τῷ Ἀποστόλῳ καὶ Εὐαγγελιστῇ,
νόθων δογμάτων καταγγελεῖς.
2 νόμον τοῦ Χριστοῦ. εἰκὸς γὰρ παρὰ τῶν ψευδαποστόλων ἐπηρείας αὐτοῖς ἐπενεχθῆναι, οἷς ἀνταποδοῦναι οὐδ’ ὅλως ἐμελέτησεν r, ἀλλ’ ὡς μελῶν παρειμένων ἠνέσχετο.
οὐκ ἀπεκαρτέρησας, οἱονεὶ, οὐκ ἀπηγόρευσας, οὐ προδέδωκας, οὐκ ἐλιποτάκτησας διὰ τὸ ὄνομά μου. “ ὄνομα’’ δὲ, τὴν δόξαν, τὸ κλέος φησὶν, ὡς καὶ ἐπὶ τοῦ, “θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ s” καὶ πῶς οὐ Κλεοῦς μεστὸν, τὸ τοὺς Χριστιανοὺς μὴ ἀντιδιδόναι σπεύδειν κακὸν ἀντὶ κακοῦ ; ὡς καὶ Παῦλος ὁ θεῖος παραινεῖ,
“ μὴ γίνεσθε, φάσκων, “ ἑτεροζυγοῦντες ἀπίστους.’’
ἀφῆκας. μνημόνευε οὖν πόθεν πέπτωκας, καὶ μετανόησν, καὶ τὰ πρῶτα ἔργα ποίησον. εἰ δὲ μὴ, ἔρχομαί σοι ταχύ. καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ
τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς. ἀλλὰ τοῦτο ἔχεις,
ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ μου.
αἰσχρουργίαν. ἐμέμψατο δὲ καὶ τῆς πρὸς τοὺς πλησίον χορηγίας τὴν ὀλιγωρίαν, ἣν αὖθις ἀνακαλέσασθαι ἐπισκήπτει, τὰ πρῶτα, φάσκων, ἔργα ποίησον ἐν δικαιοσύνῃ. οὐ γάρ με λανθάνει, φησὶν, οὔτε τὰ πρῶτά σου τῶν πράξεων ἀγαθὰ, οὔτε ὅτι τὴν εἰς τοὺς δεομένους ἀγάπην u ἐνέκοψας. ἐπάνελθε οὖν διδαχθεῖσα παρὰ ἐμοῦ τί x ἐνέλειψας.
ὧν σύνδρομον ἔχω σε τοῦ μίσους μου τοῦ περὶ τοὺς Νικολαΐτας. οὗτοι δὲ παρονομάζονται ἀπὸ Νικολάου ἑνὸς τῶν ἑπτὰ διακόνων. καὶ τίνες δὲ ἦσαν d τὴν αἰσχρουργίαν, Ἐπιφανίου τοῦ ἐκ Κύπρου θείου ἀνδρὸς ἡ τῶν Παναρίων αὐτοῦ βίβλος δηλώσει.
θρόνον ὑπέλαβον, Κωνσταντινουπόλει τὰ πρεσβεῖα ἑαυτῆς ἐπιδοῦσα.
Πνεῦμα δὲ ταῦτα λέγειν φησὶν, ἣ ὅτι πνευματικῶς ἐνηργεῖτο παριστῶν τὰ τῆς Ἀποκαλύψεως, ἣ Πνεῦμα τὸν Χριστόν φησι, καθό ἐστι καὶ νοεῖται Θεὸς, ὥσπερ ἀμέλει καὶ Υἱὸς ἀνθρώπου χρηματίζει, καθό ἐστιν ἄνθρωπος καὶ νοεῖται. καὶ ὅτι Πνεῦμα λέγεται ὁ Θεὸς, αὐτοῦ τοῦ Χριστοῦ πρὸς τὴν Σαμαρεῖτιν παριστῶσι h
λόγοι, “ πνεῦμα’’ ἀγορεύοντος i “ ὁ Θεὸς, καὶ τοὺς προσ- 4 “ κυνοῦντας αὐτὸν k ἐν πνεύματι καὶ ἀληθείᾳ, καὶ τὰ ἑξῆς. καὶ τί τὸ Πνεῦμα λέγει ;
τὸ m ἐν μέσῳ τοῦ Παραδείσου, καὶ Παράδεισον τὴν μακαρίαν καὶ αἰωνίζουσαν n ἐκληπτέον ζωὴν, ἐν ᾗ σοφίας ἄφθονος χύσις, περὶ ἧς καὶ Σολομῶν φησι o. “ ξύλον ζωῆς ἐστι τοῖς ἀντεχομένοις “ αὐτῆς.’’ ὁ δὲ παρὼν Εὐαγγελιστὴς περὶ τοῦ Χριστοῦ P φησὶν, ὅτι αὐτός ἐστιν ὁ Θεὸς καὶ ζωὴ ἡ αἰώνιος οὗ ἐν τῷ Παρείη, τῇ
μελλούσῃ ἀτελευτήτῳ ζωῇ ἐν ἀπολαύσει οἱ ἅγιοι γενήσονται.
“ μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν, ὡς τοῦ μὲν φύσει, τῶν δὲ θέσει.
Commentarius In Apocalypsin. Catenae (Novum Testamentum). ed. J.A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.