ΚΕΦ. Γ.
κόσμου τὸ τέλος, καὶ τεκμήριον τὸ τὴν πονηρίαν πλεονάσαι. ἥξει μὲν γάρ, φησιν, ἐπὶ τέλει τοῦ κόσμου ὁ Ἀντίχριστος· ἀλλ’ ἰδοὺ ἤδη πεφανέρωται ἐν τῷ κόσμῳ· προώδευσαν γὰρ αὐτοῦ αἱ αἱρέσεις, αἵτινές εἰσιν αὐτοῦ φίλαι καὶ ἀδελφαί· ὁμοίως γὰρ ἑκάτεραι βλασφημοῦσιν εἰς τὸν Χριστὸν, οἵτε αἱρετικοὶ καὶ ὁ υἱὸς τῆς
ἀπωλείας.
ἀκαρπία πᾶσα πνευματικὴ, καὶ τῆς τοῦ Θείου Πνεύματος πυρώσεως ψύξις, καὶ ἐρημία παντελὴς τῶν ἐξ οὐρανοῦ δωρεῶν κἀς ὅλης τῆς γῆς, ὅτε Χριστὸς ἡμῖν διὰ τῆς ἐνσάρκου παρουσίας, ὁ ἥλιος τῆς δικαιοσύνης ἀνέτειλε. καὶ ἄλλως δὲ πεντακισχιλίων ἐνιαυτῶν παραδραμόντων, ἐξ οὗ γέγονεν ὁ κόσμος, ὡς τὰ Μώσεως ἡμῖν
παραδέδωκε γράμματα, καὶ ἀπὸ τῆς Χριστοῦ παρουσίας οὔπω πεπληρωμένων ἑξακοσίων ἤγουν ἑπτακοσίων ἣ χιλίων ἐτῶν, δῶμεν γὰρ οὕτω, πῶς οὐκ ἔξω λόγου φανήσεται τῶν ἑξακοσίων ἐτῶν ἣ χιλίων, εἰ τύχοι, τὰς ἡμέρας, πρὸς τὰς τῶν πεντακισχιλίων παρεξεταζομένας, ἐσχάτας καλεῖν; ταύταις δὲ ταῖς ἐννοίαις συνωδᾶ f
καὶ τὸν ἁγιώτατον τῆς Κωνσταντίνου πόλεως Ἐπίσκοπον Ἰωάννην, ἐν τῷ λδ΄ λόγῳ τοῦ εἰς τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον ὑπομνήματος, εὑρίσκομεν g εἰρηκότα ταυτί· “ πόθεν γὰρ οἶδας, ἄνθρωπε, ὅτι οὐκ “ ἐγγὺς τὸ τέλος, καὶ μετὰ βραχὺν χρόνον ἀπαντήσεται τὰ εἰρη- “ μένα ; ὥσπερ γὰρ τοῦ ἐνιαυτοῦ τὸ τέλος οὐ τὴν ἐσχάτην ἡμέραν
“ λέγομεν εἶναι, ἀλλὰ καὶ τὸν ἔσχατον μῆνα, καίτοιγε λ΄ ἡμέρας “ ἔχοντα· οὕτω καὶ τῶν τοσούτων ἐτῶν, κἂν τριακόσια ἔτη τέλος “εἴπω, οὐχ ἁμαρτήσομαι.”
φανερωθῶσιν, ὅτι οὐκ εἰσὶ πάντες ἐξ ἡμῶν.
πάντα. οὐκ ἔγραψα ὑμῖν, ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν, ἀλλ’ ὅτι οἴδατε αὐτήν.
ὕστερον, καὶ νῦν ἔτι πιστεύοντες· καὶ ἐν τῷ θείῳ τῆς παλιγγενεσίας λουτρῷ καὶ βαπτίσματι συμβολικῶς τῷ μύρῳ χριόμενοι, καὶ τὴν διὰ τοῦ Ἁγίου Πνεύματες υἱοθεσίαν λαμβάνοντες, καὶ τὰς πλουσίας παρ’ αὐτοῦ δωρεὰς, δι’ ὧν γινόμεθα κληρονόμοι Θεοῦ, καὶ συγκληρονόμοι Χριστοῦ.
εἶναι ἐκ Μάριας ἄνθρωπον, τὸν δὲ Χριστὸν τὸν ἐπὶ τοῦ Ἰορδάνου καταβάντα ἐξ οὐρανῶν ἐν εἴδει περιστερᾶς. ἀναθεματίζει οὖν τοὺς οὕτω φρονοῦντας, καὶ τὸ τοῦ διαβόλου περιτίθησιν ὄνομα τε καὶ πρᾶγμα.
καθὸ λέγοντες εἰδέναι τὸν Πατέρα, οὐχ ὁμολογοῦσι τὸν Υἱόν· ἁρμόσει δὲ καὶ τοῖς ἐκ Σίμωνος· καὶ αὐτοὶ γὰρ τῆς αὐτῆς ἀσεβείας μετέχουσιν.
ἐν τῷ Πατρὶ μενεῖτε. καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία, ἢν αὐτὸς ἐπηγγείλατο ἡμῖν, τὴν ζωὴν τὴν αἰώνιον.
γνῶσιν Θεοῦ.
ὑμῖν μένει, καὶ οὐ χρείαν ἔχετε ἵνα τὶς διδάσκῃ ὑμᾶς· ἀλλ’ ὡς τὸ αὐτοῦ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστι, καὶ οὐκ ἔστι ψεῦδος· καὶ
καθὼς ἐδίδαξεν ὑμᾶς, μενεῖτε ἐν αὐτῷ. καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ. ἵνα ὅταν φανερωθῇ, ἔχωμεν παρρησίαν,
καὶ μὴ αἰσχυνθῶμεν ἀπ’ αὐτοῦ, ἐν τῆ παρουσίᾳ
αὐτοῦ. ἐὰν ἴδητε ὅτι δίκαιός ἐστι, γινώσκετε, ὅτι πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται.
δικαίου, εὐθέως γνῶσιν ἕξει, ὡς γεννᾶται ἐκ τούτου ὁ τὴν δικαιοδικαιοσύνην αὐτοῦ ποιῶν· ὥσπερ ὁ γνοὺς αὐτὸν ἁγιασμὸν ὄντα ἐπιδίδῶσιν ἑαυτὸν τῷ g ἁγιασθῆναι· ἐπιστάμενος ἀκριβῶς τὸ “ ἅγιοι ἔσεσθε n, ὅτι ἐγὼ ἅγιός εἰμι. εὑ δὲ καὶ τὸ φάναι “ποιῶν, ἀλλ’ οὐ “ ποιήσας “ ἣ ” δικαιοσύνην· δικαιοσύνην· δίκαιον παρίστησιν ἡ ἀρετὴ τὸν ἐνεργοῦντα πρακτικὴ οὖσα. οὐδεὶς οὖν πρὸ ποιήσεως αὐτῆς δίκαιός ἐστιν· οὐδ’ ὁ παυσάμενος τοῦ κατ’ αὐτὴν ἐνεργεῖν.
ὅτι δὲ ὁ Θεὸς δίκαιός, φησι Μωϋσῆς, “ ὅσιος καὶ δίκαιος ὁ “ Κύριος.” οὗτος Πατὴρ τοῦ Σωτῆρός ἐστι· “ Πατέρ’ δίκαιε, καὶ ὁ “ κόσμος σε οὐκ ἔγνω τούτου Υὶὁς ὣν, ὡς Θεὸς ἐκ Θεοῦ καὶ Ἄγιος ἐξ Ἁγίου, οὕτω καὶ δίκαιος ἐκ δικαίου ὑπάρχει. οὐ μάχεται τούτοις τὸ δικαιοσύνην αὐτὸν εἶναι λέγεσθαι· τὸ γὰρ κατ’ οὐσίαν
τοιοῦτον ῥηθείη δικαιοσύνη καὶ δίκαιος.
τὴν τοῦ κρείττονος ὁμοίωσιν σπεύδοντες· ἐναργεστέρας δὲ ταύτης τευξόμεθα κατὰ τὴν λαμπρότητα τῆς ἀναστάσεως· ὅτε καὶ ὀψόμεθα αὐτὸν, ὡς ἃν ὄνον τε, καθώς ἐστιν.
“ ἡμῖν δὲ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος· τὸ γὰρ “ Πνεῦμα πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ. πῶς δὲ καὶ τοιαῦτα φιλοσοφεῖ περὶ τοῦ “ τί ἐσόμεθα ;
Παῦλος τὸν ἐπὶ τοῖς μέλλουσιν ἀγαθοῖς θεῖον σκοπὸν λέγει δι’ ἀποκαλύψεως εἰληφέναι, οὐ μὴν αὐτὸν ἐγνωκέναι τὸν κατὰ τὸν θεῖον σκοπὸν τῆς ἐκθέσεως τρόπον· διὸ λέγει σαφῶς ἑαυτὸν ἑρμηνεύων, κατὰ σκοπὸν διώκω τῆς ἄνω κλήσεως· γνῶναι δηλονότι θέλων ἐκ τοῦ παθεῖν τῆς κατ’ ἐνέργειαν ἐκπληρώσεως τοῦ θείου,
καὶ αὐτῷ δι’ ἀποκαλύψεως ἐνταῦθα γνωθέντος σκοποῦ τῆς ἐκθέσεως τῶν ἀξιουμένων δυνάμεως. συνᾴδουσιν οὖν οἱ Ἀπόστολοι διὰ τῆς δοκούσης ἐναντιοφανοῦς διδασκαλίας ἀλλήλοις συμπνέοντες, ὡς ὑφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ κινούμενοι Πνεύματος. ὁ μὲν γὰρ τοῦ τρόπου τῆς μελλούσης κατὰ τὴν χάριν θεώσεως ὁμολογεῖ τὴν
ἄγνοιαν· ὁ δὲ τοῦ σκοποῦ μεγαλοφυῶς εἰσηγεῖται τὴν εἴδησιν· ὅτι δὲ ταύτης ἔχεται τῆς γνώμης ὁ μέγας Ἀπόστολος, αὐτὸς ἑαυτοῦ διὰ πάντων τῶν θείων αὐτοῦ λόγων μάρτυς καθέστηκε. ποτὲ μὲν γὰρ πᾶσαν καταργηθήσεσθαι φάσκων γνῶσιν καὶ προφητείαν· ποτὲ δὲ οὔπω λογζόμενος ἑαυτὸν κατειληφέναι· ποτὲ δὲ
δι’ ἐσόπτρου καὶ αἰνιγμάτων βλέπειν τὰ μέλλοντα· καὶ εἶναι καιρὸν, ὅτε τις πρόσωπον πρὸς πρόσωπον τῶν ἐλπιζομένων μεγάλης καὶ ὑπὲρ νόησιν ἀπολαύσειεν χάριτος· ποτὲ δὲ ἐκ μέρους γινώσκειν ὁμολογῶν, καὶ ἐκ μέρους προφητεύειν· ποτὲ δὲ χρῆν αὐτὸν γνώσεσθαι καθὼς καὶ ἐπεγνώσθη, διαρρήδην βοῶν, ὡς οὔπω δηλονότι
γνοὺς τὸ γνωσθησόμενον· καὶ συντόμως εἰπεῖν τὸ “ ὅταν ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται· τῷ Ἀποστόλῳ εἰρημένον ταὐτὸν εἶναί μοι φαίνεται τῷ, “ οὔπω ἐφανερώθη τι “ ἐσόμεθα,” λεχθέντι τῷ Θεολόγῳ.
ὅτι ὀψόμεθα αὐτὸν, καθώς ἐστι. Καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ’ αὐτῷ, ἁγνίζει ἑαυτὸν, καθὼς ἐκεῖνος ἄγνος ἐστι.
τὸ καθ’ ὁμοίωσιν ; οὐ γὰρ δύναται τὸ καθ’ ὁμοίωσιν ἐλθεῖν, ἐὰν μὴ ὑποβάθραν ἔχῃ τὸ κατ’ εἰκόνα· διὰ τοῦτο γὰρ ὑπήνεγκε τὸ, “ καὶ “ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ’ αὐτῷ, ἀΤίζει ἑαυτὸν, καθὼς “ ἐκεῖνος ἁγνός ἐστι·’ μόνος γὰρ ὁ εἰς Θεὸν ὁρῶν, ἐκεῖνος ὄντως καθαρός ἐστιν. ὁ δὲ ἐμὸς δεσπότης h παρέστησεν ἐν τῇ πρὸς Κόνωνα
Ἐπιστολῇ ἐκ τῶν ἐγκρίτων πατέρων, ὅτι τὸ κατ’ εἰκόνα αὐτό ἐστι τὸ καθ’ ὁμοίωσιν, καὶ περὶ γεγονότος ἀπέδειξε τοῦτο.
καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία. καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη, ἵνα τὰς ἁμαρτίας ἡμῶν ἄρη· καὶ ἁμαρτία ἐν
αὐτῷ οὐκ ἔστι. πᾶς ὁ ἐν αὐτῷ μένων, οὐχ ἁμαρτάνει· πᾶς ὁ ἁμαρτάνων, οὐχ ἑώρακεν αὐτὸν, οὐδὲ ἔγνωκεν αὐτόν.
δίκαιός ἐστι, καθὼς ἐκεῖνος δίκαιός ἐστιν.
ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα λύση τὰ ἔργα τοῦ διαβόλου.
ἁμαρτητικῶς ἐνεργῶν· προάρχεται γὰρ ἐν τῷ ἁμαρτάνοντι δι’ ὑπερβολὴν πονηρῶν λογισμῶν, ὡς ἐπὶ τοῦ Ἰούδα. ἀλλ’ ἐρεῖ τις 5 ὅτι γίνεται ὁ διάβολος ἐν τοῖς ἁμαρτάνουσι τῶν πρὸ αὐτοῦ ἡμαρτηκότων ἐν τῷ διδόναι αὐτῷ τόπον· πρὸς ὃ λεκτέον ταὐτὸν εἶναι τὸ ποιεῖν τὴν ἁμαρτίαν τῷ ἁμαρτάνειν, ἐν τῷ διδόναι τόπον τῷ διαβόλῳ. δίδωσι γὰρ αὐτῷ τόπον ἐπιθυμίᾳ ὑπαχθεὶς μετὰ τὸ δέξασθαι αὐτόν· πρακτικῶς ἐπιτελῶν τὴν ἁμαρτίαν. τοῦτο γὰρ
σημαίνει τὸ ποιεῖν αὐτήν· εὖ δὲ καὶ τὸ εἰπεῖν “ ποιῶν” ἀλλ’ οὐ “ ποιήσας·” τοῦ μετανοήσαντος οὐκέτι ὄντος ἐκ τοῦ διαβόλου, ἀλλὰ μόνου τοῦ ἐνεργοῦντος αὐτὴν ἔτι· οὕτω γὰρ καὶ τῆς ἁμαρτίας δοῦλός ἐστιν ὁ ποιῶν, ἀλλ’ οὐχ ὁ ποιήσας αὐτήν. πῶς γὰρ ὁ ποιῶν τὴν ἁμαρτίαν, φησὶ, δοῦλος αὐτῆς ἐστιν.
αἰτίαν προστίθησι τοῦ μὴ δύνασθαι ἁμαρτάνειν λέγων, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει. τι δέ ἐστι τὸ σπέρμα τοῦ Θεοῦ τὸ μένον ἐπὶ τοὺς πιστούς ; ἢ ἡ τοῦ Ἁγίου Πνεύματος ἐπιφοίτησις δι’ ἧς ἀναγεννήθημεν· ἥτις οὐκ ἀφίσταται ἡμῶν· ὅταν κατὰ Παῦλον, μὴ λυπῶμεν διὰ τῶν αἰσχίστων πράξεων “ τὸ Πνεῦμα τὸ
“ Ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθημεν εἰς ἡμέραν ἀποκαλύψεως. τὸ οὖν “ οὐ δύναται άμαρτάνειν” οὐ κατὰ τὸ γενέσθαι τὴν φύσιν ἡμῶν ἀνεπίδεκτον ἁμαρτίας, καὶ εἰς ἀπάθειαν περιστῆναι νοητέον· ἀλλὰ κατὰ τὸ μὴ ἀκόλουθον μηδὲ ἁρμόδιον· οὐ γὰρ ἐνδέχεται τὸν τὴν πνευματικὴν φυλάττοντα γέννησιν καὶ πνευματικὰς καὶ
καθαρὰς πράξεις ἐπιτηδεύοντα. κατὰ τοῦτό καὶ ἁμαρτάνειν. καὶ ὅτι τοῦτο οὕτως ἔχει, καὶ οὐχ ἡμεῖς βιαζόμεθα πρὸς τὸ δοκεῖν τοῦ ῥητοῦ τὴν ἐξήγησιν, αὐτὸν τὸν θεσπέσιον Ἰωάννην λάβε μοι μάρτυρα· ἐν γὰρ τῷ τέλει τῆς Ἐπιστολῆς τὸ αὐτὸ ῥητὸν ἀναλαμβάνων σαφηνίζει τὴν οἰκείαν διάνοιαν· λέγει γὰρ οὕτως.
οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ, ἁμαρτίαν οὐ ποιεῖ, ἀλλ’ ὁ γεννηθεὶς ἐκ τοῦ Θεοῦ τηρεῖ ἑαυτὸν, καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ. ὁρᾷς ὅτι “ ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ,” διὰ τοῦτο οὐ δύναται ἁμαρτάνειν, οὐχ ὅτι τὴν φύσιν ἐστὶν ἀπαθὴς, ἀλλ’ ὅτι “ τηρεῖ ἑαυτὸν,” καὶ τὰ τῷ Ἁγίῳ Πνεύματι δοκοῦντα πράττων, ἁμαρτάνειν οὐ δύναται.
ἐξ ὕδατος καὶ Πνεύματος οὗτος ἐκ τοῦ Θεοῦ γεγέννηται· πῶς οἱ ἐκ τοῦ Θεοῦ διὰ τοῦ βαπτίσματος γεγεννημένοι δυνάμεθα ἁμαρτάνειν ;
τῆς υἱοθεσίας· ὁ δὲ κατ’ ἐνέργειαν ὅλην παροῦσαν καὶ τοῦ Θεοῦ γεννωμένου· πᾶσαν πρὸς τὸν γεννῶντα Θεὸν προαίρεσιν γνωμικῶς μεταπλάττουσαν εἰς αὐτόν. καὶ ὁ μὲν κατὰ πίστιν μόνην δυνάμει παροῦσαν τὴν χάριν ἔχων· ὁ δὲ πρὸς τῇ πίστει καὶ τὴν κατ’ ἐπίγνωσιν ἐνεργοῦσαν ἐν τῷ ἐπεγνωκότι τὴν τοῦ γνωσθέντος θειοτάτην
ὁμοίωσιν ἐμποιῶν. οἷς μὲν οὖν ὁ πρῶτος τῆς γεννήσεως ἐνθεωρεῖται τρόπος, διὰ τὸ μήπω τὴν γνώμην καθαρῶς ἐξηλωθεῖσαν τῆς σαρκικῆς προσπαθείας ποιωθῆναι δι’ ὅλου τῷ Πνεύματι κατὰ τὴν τῶν ἐπεγνωσμένων θείων μυστηρίων δι’ ἐνεργείας τὴν μέθεξιν, τὸ πρὸς ἁμαρτίαν ῥέψαι ποτε βουλομένοις οὐκ ἄπεστιν. οὐ γὰρ
γεννᾷ γνώμην τὸ Πνεῦμα μὴ θέλουσαν· ἀλλὰ βουλομένην μεταπλάττει πρὸς θέωσιν· ἧς ὁ κατ’ ἐπίγνωσιν πείρα(??) μεταλαβὼν, οὐ δύναται, τοῦ κυρίως κατὰ ἀλήθειαν ἅπαξ ἔργῳ διαγνωσθέντος, πρὸς ἄλλο τι παρ’ ἐκεῖνο, κἀκεῖνο εἶναι προσποιούμενον, μεταπεσεῖν· ὥσπερ οὔτε ὀφθαλμὸς ἅπαξ τὸν ἥλιον θεασάμενος, εἰς τὴν σελήνην,
ἣ τινὰς ἄλλους τῶν κατ’ οὐρανὸν ἀστέρων, παραγνωρίσαι. ὧν δὲ κατὰ τὴν γέννησιν τὴν ὅλην προαίρεσιν λαβὼν τὸ Πνεῦμα τὸ Ἅγιον, ἀπὸ τῆς γῆς πρὸς οὐρανοὺς δι’ ὄλου μετέθηκε· καὶ διὰ τῆς κατ’ ἐνέργειαν ἀληθοῦς ἐπιγνώσεως ταῖς τοῦ Θεοῦ καὶ Πατρὸς μακαρίαις ἀκτῖσι τὸν νοῦν μετεποίησεν, ὡς ἄλλον εἶναι νομισθῆναι
Θεὸν k παθόντα κατὰ τὴν ἕξιν διὰ τῆς χάριτος, ὅπερ οὐ πάσχων ἀλλ’ ὑπάρχων κατ’ οὐσίαν ἐστι Θεός· τούτων σαφῶς ἀναμάρ- τητος κατὰ τὴν ἕξιν τῆς ἀρετῆς καὶ τῆς γνώσεως ἡ προαίρεσις γέγονε, μὴ δυναμένων ἀρνήσασθαι τὸ διὰ τῆς πείρας αὐτοῖς κατ’ i Sic. k Θεὸν add. rec. m. ἐνέργειαν διεγνωσμένον. κἂν οὖν ἔχωμεν τὸ πνεῦμα τῆς υἱοθεσίας, ὅπερ ἐστὶ σπέρμα, πρὸ τὴν τοῦ σπείραντος ἰδιοποιοῦν τοὺς γεν- νωμένους ὁμοίωσιν, ἀλλ’ οὐ παρέχομεν αὐτοῦ τὴν γνώμην τῆς ἐπ’ ἄλλο ῥοπῆς τε καὶ διαθέσεως καθορᾶν· καὶ διὰ τοῦτο, καὶ μετὰ τὸ γεννηθῆναι δι’ ὕδατος καὶ πνεύματος θέλοντες ἁμαρτάνομεν· εἰ
δὲ τούτων, ὕδατος λέγω καὶ πνεύματος, τὴν ἐνέργειαν δέχεσθαι γνωστικῶς τὴν γνώμην παρασκευάζομεν, ἄρα ἃν καὶ διὰ τῆς πρακτικῆς τὸ μυστικὸν ὕδωρ ἐποιεῖτο τὴν τῆς συνειδήσεως καθάρσιν· καὶ τὸ ζωοποιοῦν Πνεῦμα τὴν ἄτρεπτον ἐν ἡμῖν τοῦ καλοῦ διὰ τῆς ἐμπείρα k γνώσεως ἐνήργει τελείωσιν. λείπει τοιγαροῦν
ἑκάστῳ ἡμῶν τῶν ἁμαρτεῖν ἔτι δυναμένων τὸ καθαροὺς ἑαυτοὺς ὅλως κατὰ τὴν γνώμην ἐμπαρέχειν βουληθῆναι τῷ Πνεύματι.
διαβόλου· καὶ ἐπεὶ “ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, τῷ ἔχειν ἐν ἑαυτῷ Θεοῦ σπέρμα· τὸν οὕτω μὴ ἁμαρτάνοντα εὑρεῖν ἐστὶ σαφῶς υἱὸν ὄντα Θεοῦ· προσέθηκα δὲ τῷ ἁμαρτάνοντι οὕτως, ἵνα μήτις σοφίσηται, τέκνα Θεοῦ λέγων, ἡμᾶς τίθεσθαι πάντας τοὺς μὴ ἁμαρτάνοντας· τὰ γὰρ βρέφη ἁμαρτίαν μὴ
ποιοῦντα, οὐ ῥητέον τέκνα Θεοῦ εἶναι· ἐξ ἡλικίας γὰρ, ἀλλ’ οὐκ ἐξ ἀρετῆς κωλύονται τοῦ ἁμαρτάνειν· ἵνα μὴ ἕτερόν τι εἴπωμεν, φάσκοντες, μὴ ὑγιῶς λέγεσθαι περὶ βρεφῶν, ὅτι ἁμαρτίαν οὐ ποιοῦσιν· οὐ ταὐτὸν γὰρ τὸ ἁμαρτάνειν τῷ Ι μὴ ποιεῖν ἁμαρτίαν· τὸ μὲν γὰρ ἀπόφασις ἔοικε· τὸ δὲ ἐκ διαθέσεως ὑπάρχει· καὶ
γὰρ λέγοντες μὴ δύνασθαι ἀδικεῖν τὸν δικαιοσύνην ἔχοντα, οὐκ ἀδυναμίαν φυσικὴν δηλοῦμεν, καθ’ ἣν λέγομεν μὴ δύνασθαι τὸ ἄλογον ζῶον ἐπιστήμην ἢ ἕτερόν τι τοιοῦτον ἔχειν.
ποιεῖ αὐτοὺς γενέσθαι υἱοὺς Θεοῦ· οὕτως ἐν τῷ σπέρματι τοῦ Ἀβραὰμ, ὅς ἐστι πάλιν Χριστὸς, εὐλογοῦνται πάντα τὰ ἔθνη.
τὰ τέκνα τοῦ Θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου.
Catena in epistulam Joannis i (catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.