ΚΕΦ. Δ.
καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ. ὅτι αὕτη ἐστὶν
ἡ ἀγγελία, ἢν ἠκούσατε ἀπ’ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους.
τὸ μὴ ποιεῖν αὐτήν· μισῶν δὲ τὸν ἀδελφὸν αὐτοῦ ἐκ τοῦ Θεοῦ οὐκ ἔστιν· οὐ κατ’ ἄλλον τρόπον ἢ τὸ μὴ γεγεννῆσθαι ἔξ αὐτοῦ· οὐ γὰρ προσεκτέον τοῖς λέγουσι μὴ εἶναι ἐκ Θεοῦ τούτούτους διὰ χοικὴν φύσιν.
ἀδελφὸν αὐτοῦ· καὶ χάριν τίνος ἔσφαξεν αὐτόν ; ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια.
ἀνθρώπου φύσει διδάσκαλος ἦν.
ἡμεῖς οἴδαμεν, ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς
τὴν ζωὴν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς· ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν, μένει ἐν τῷ θανάτῳ. πᾶς ὁ μισῶν τὸν
ἀδελφὸν αὐτοῦ, ἀνθρωποκτόνος ἐστί· καὶ οἴδατε ὅτι 1 π πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν αὐτῷ μένουσαν.
ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκε.
“ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.”
Τοῦ Χρυσοστόμου. Ὅταν ἴδῃς πένητα μὴ παραδράμῃς, ἀλλ’ εὐθέως ἐννόησον, τίς ἃν ἦς, εἰ σὺ ἐκεῖνος· τί οὐκ ἃν ἠθέλησας πάντας σοι ποιεῖν ;
καὶ ἀληθείᾳ.
μετὰ φαιδρᾶς καὶ χαιρούσης ψυχῆς.
καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν τὰς καρδίας ἡμῶν· ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία, ὅτι μείζων ἐστὶν ὁ
Θεὸς τῆς καρδίας ἡμῶν, καὶ γινώσκει πάντα.
τηροῦμεν, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύσωμεν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ, καὶ ἀγαπῶμεν ἀλλήλους, καθὼς ἔδωκεν ἐντολὴν ἡμῖν.
ὑπὸ πάντων ἀνθρώπων παροδευόμενος, προσδέχου καὶ μὴ παραλογίζου τὴν ἐκ τοῦ συνειδότος ὑπόμνησιν· εἰ δὲ παραλογίσῃ καὶ παραδράμῃς τὸν βίον, αὐτὸ τὸ συνειδὸς ἀντιδίκου τάξιν ἐπέχον ἐπὶ τοῦ κριτοῦ κατηγορήσει, καὶ ὑπὸ τὴν ψῆφον ποιήσει σε τοῦ δικάζοντος, καὶ παραδοθήσῃ ταῖς ἀνηκέστοις κολάσεσιν· ἃ οὐκ ἂν
ἔπαθες, εἴγε κατὰ τὴν ὁδὸν εὔνοιαν ἐκτήσω πρὸς τὸν ἀντίδικον, τοὺς ἐλέγχους ὡς μετ’ εὐνοίας προσφερομένους καταδεχόμενος. τοῦτο γὰρ καὶ ὁ θεσπέσιος Εὐαγγελιστὴς Ἰωάννης ἐπιστέλλων φησὶν, “ ἐὰν ἡ συνείδησις ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν “ ἔχομεν πρὸς τὸν Θεόν.
Πνεῦμα.
ἀγάπην ἐξ ἀγάπης ὄντα· ὅνπερ γὰρ τρόπον πρὸ τῆς Χριστοῦ παρουσίας, ὄντων ἐν τῇ Ἰουδαίᾳ Θεοῦ προφητῶν, πολλοὶ ἐτύγχανον ὑποκρινόμενοι τὴν προφητείαν, ὡς χρείαν εἶναι ἐπιστήμης ἐπιστατικῆς· τίνες τῶν λεγόντων, “ τάδε λέγει Κύριος, Πνεῦμα Ἅγιον καὶ Θεοῦ λόγον εἶχον· καὶ τίνες ὑπὸ πονηροῦ κινούμενοι, τοῦ ψευδοῦς ἦσαν προφῆται· οὕτω καὶ μετὰ τὴν ἐπιδημίαν τῶν Ἀποστόλων ἐν χριστῷ λαλούντων καὶ Πνεῦμα Ἅγιον ἐχόντων,
ὃ δέδωκεν ὁ Κύριος, πολλοὶ ψευδαπόστολοι προεβλήθησαν ὑπὸ τοῦ διαβόλου, ὑποκρινόμενοι τὴν εὐαγγελικὴν διδασκαλίαν. ἀναυκαῖον ἔχειν ἐκεῖνο τὸ χάρισμα τοῦ Ἁγίου Πνεύματος, ὃ ὠνόμασται διάκρισις πνευμάτων, ἵνα ἐπιστήμην ἔχωμεν δοκιμάζειν τὰ πνεύματα, ὥστε τῷ μὲν πιστεύειν, τῷ δὲ ἀνθίστασθαι. χαρακτηριστικὸν
λέγει τοῦ Ἀντιχρίστου i, οὗ ἀκηκόαμεν ὅτι ἔρχεται, ἤδη δὲ ἐν τῷ κόσμῳ ἐστὶ, τὸ διὰ ψευδοπροφητῶν καὶ πνευμάτων λύειν τὸν Ἰησοῦν, ἐν τῷ μὴ ὁμολογεῖν αὐτὸν ἐν σαρκὶ ἐληλυθέναι. τοῦ λέγειν “ καὶ νῦν πραγματικῶς ἀκουστέον· πολλοὶ γὰρ γλώσσῃ μόνῃ λέγουσιν.
πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα,
ἐκ τοῦ Θεοῦ ἐστί· καὶ πᾶν πνεῦμα, ὃ μὴ ὁμολογεῖ
τὸν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, τοῦ Θεοῦ οὐκ ἔστι.
ἐστί. ἐπαπορήσας οὖν ὁ βουλόμενος καὶ ἐξετάζων καὶ ἐρευνῶν τί βούλεται ὁ Ἀπόστολος λέγειν· “πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν 2 “ Χριστὸν ἐληλυθότα ἐν σαρκὶ, ἐκ τοῦ Θεοῦ ἐστι, διὰ τὸ τὴν διαθήκην τοῦ Θεοῦ εἰρῆσθαι μένειν ἐπὶ τῆς σαρκὸς τοῦ Ἀβραὰμ καὶ τῶν μετ’ αὐτόν· εἴποι ἃν κατανοήσας τὸ “ πάντοτε τὴν νέκρωσιν “ τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες.” ἐννοήσας τὸ, “ ζῶ “ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ χριστὸς,” διὰ τοῦ παραδέξασθαι
Χριστὸν Ἰησοῦν ζῶντα ἐκ ἐμοὶ, διὰ τοῦ τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέρειν. ὁμολογῶν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, οὐκ ἐκείνῃ μόνῃ τῇ ἰδίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ ἐμῇ. “ οὐ γὰρ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται “ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. εἴπερ οὖν βούλει λέγεσθαι
ὅτι πᾶν πνεῦμα Θεοῦ ἔχεις, ὁμολόγησον Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἵνα λέγοιτο καὶ περὶ σοῦ τὸ, “ ἡ διαθήκη μου “ ἔσται ἐπὶ τῆς σαρκός ὑμῶν.”
ἀποστασίαν, ὡς πολλοὺς μέλλοντος ἀπολλύναι καὶ ἀφιστᾶν, “ ὥστε’’ φησὶν “ σκανδαλισθῆναι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκ- “ τοὺς, καὶ “ ἄνθρωπον ἁμαρτίας” αὐτὸν καλεῖ· μυρία γάρ φησιν ἐργάσεται, καὶ παρασκευάσει ἑτέρους ἐργάσασθαι δεινά. καὶ “ υἱὸν τῆς ἀπωλείας αὐτὸν φησὶ, διὰ τὸ καὶ αὐτὸν ἀπόλλυσθαι,
καὶ ἑτέρους ἀπολλύειν. τίς δὲ οὗτός ἐστιν ; ἄρα ὁ Σατανᾶς ; οὐδαμῶς· ἀλλὰ ἄνθρωπός τις, πᾶσαν αὐτοῦ δεχόμενος τὴν ἐνέργειαν. ὁ ἄνθρωπος γάρ ἐστι, καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἣ σέβασμα. οὐ γὰρ εἰς εἰδωλολατρίαν ἄξει ἐκεῖνος, ἀλλ’ ἀντίθεος τις ἔσται, καὶ πάντας καταλύσει τοὺς θεοὺς, καὶ
κελεύσει προσκυνεῖν αὐτὸν ἀντὶ τοῦ Θεοῦ, οὐ τὸν ἐν Ἱεροσλύμοις, ἀλλὰ τὸν καθ’ ἑκάστην ἐκκλησίαν, ἀποδεικνύντα, φησὶν, ἑαυτόν. οὐκ εἶπε λέγοντα, ἀλλὰ πειρώμενον k ἀποδεικνύναι· καὶ γὰρ ἔργα 3 μεγάλα ἐργάσεται, καὶ σημεῖα ἐπιδείξεται θαυμαστὰ τοῖς ἐξ αὐτῶν πλανωμένοις.
Μανιχαῖοι, οἱ νῦν ἀρτιφανεῖς Παυλικίανοι, θεὸν αὐτὸν εἶναι δια- γορευοντες.
λαλοῦσι, καὶ ὁ κόσμος αὐτῶν ἀκούει· ἡμεῖς ἐκ τοῦ Θεοῦ
ἐσμέν· ὁ γινώσκων τὸν Θεὸν, ἀκούει ἡμῶν· ὃς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, οὐκ ἀκούει ἡμῶν. ἐκ τούτου γιώσκομεν τὸ Πνεῦμα τῆς ἀληθείας, καὶ τὸ πνεῦμα τῆς πλάνης.
βλασφημοῦσι, φησὶν, ἐκ τῆς πονηρᾶς αὐτῶν γνώμης πονηρὰ προχεόμενοι ῥήματα.
Catena in epistulam Joannis i (catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.