ΚΕΦ. Β.
οὐ γὰρ Ἰουδαῖοι ἦσαν, ὡς παρίστησι τῆς Ἐπιστολῆς τὸ τέλος· “ τεκνία γάρ,” φησι, “ φυλάξασθε ἑαυτοὺς ἀπὸ τῶν εἰδώλων.” μήποτ’ οὖν ἐντολὴ d παλαιὰ καὶ ἀπ’ ἀρχῆς ὑπάρχουσα καὶ ἀκουσθεῖσα πᾶσιν ἀνθρώποις ἐστιν ἡ κατὰ τὰς φυσικὰς ἐννοίας φυλακὴ διάθεσις· πάντες γὰρ φύσει ἥμερα καὶ κοινωνικὰ e ζῷα ὄντες
ἀγαπῶσι τοὺς πλησίον· ὅθεν ὁ Σωτῆρ’ τὴν φυσικὴν ταύτην διάθεσιν ἀνακινῶν λέγει· “ πάντα οὖν ὅσα θέλετε, ἵνα ποιῶσιν ὑμῖν οἱ “ ἄνθρωποι, καὶ ὑμεῖς ὁμοίως ποιεῖτε αὐτοῖς·’ ἀληθῶς δὲ τελείαν ἀγάπην λέγει, ἀφ’ ἧς οὐδὲν τῶν κακῶν ἣ ἀπατηλῶν χωρίσαι δύναται τὸν περιεχόμενον αὐτῆς.
αὐτὴν διὰ τῶν προφητῶν ἐπηγγείλατο. “ οὐ γὰρ πρέσβυς,” φησιν, “ οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτοὺς, διὰ τὸ ἀγαπᾶν “ αὐτοὺς καὶ κήδεσθαι αὐτῶν.
φῶς τὸ ἀληθινὸν ἤδη φαίνει.
ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ φωτὶ μένει, καὶ
σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν. ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστί.
μισῶν τὸν Χριστὸν, ὃς γέγονεν ἡμῶν ἀδελφὸς, γενόμενος ἄνθρωπος κατὰ τὸ εἰρημένον “ ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. οὐκ ἔστι τοῦ Θεοῦ, ἀλλὰ τοῦ διαβόλου· εἰ γὰρ ἦν τοῦ Θεοῦ, ἐφίλει τὸν ἀπεσταλμένον καὶ χρηματίσαντα αὐτοῦ ἀδελφὸν κάτα χάριν.
διὰ τὸ ὄνομα αὐτοῦ. γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς. γράφω ὑμῖν, νεανίσκοι, ὅτι νενικήκατε
’τον πόνηρον.
“ νεανίσκιο,” καὶ γράφω “ πατέρες,” ἀλλὰ κατὰ τὸν ἔσω ἄνθρωπον ἔστι τις παιδίον· γάλα ὑμᾶς ἐπότισε οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε. καὶ ἐκεῖνα παιδία εἰσὶ περὶ ὧν λέγει. “ οὐκ ἠδυνήθην Q “ ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ’ ὡς σαρκικοῖς. ὡς νηπίους “ ἐν Χριστῷ γάλα ὑμᾶς ἐπότισα.” ὁρᾷς κἂν πολιὰς ἔχῃ τὸ σῶμα, ἡ δὲ ψυχὴ τὰ τοῦ νηπίου φρονεῖ μήπω καταργοῦσα· τὰ τοῦ νηπίου νηπία ἐστὶν, οὕτως καὶ τῇ ἡλικίᾳ προκόψας νεανίσκος, καὶ ἄλλος ἀνὴρ καὶ ἤδη πρεσβύτης καὶ τέλειος. περὶ τούτου τοῦ
πρεσβυτέρου ἐντολὴν λαμβάνει Μωυσῆς. “ ἔκλεξαι σὺ ἀπὸ “ παντὸς τοῦ λαοῦ ἄνδρας θεοσεβεῖς πρεσβυτέρους, οὓς καὶ αὐτὸς “ σὺ οἶδας, ὅτι πρεσβύτεροι εἰσιν. ” ἐπιστήμης χρεία καὶ νοητῶν ὀφθαλμῶν καθαρῶν, ἵνα ἴδῃ καὶ τὴν πολιὰν τὴν ἔνδον· πολιὰ γάρ ἐστι φρόνησις ἀνθρώποις, καὶ δόξα πρεσβυτέρων πολιά.
“ ὅτι ἰσχυροί ἐστε.” προελθόντα δὲ καὶ γνώσεως ἀξιωθέντα θείας, πρὸς τὸν τῶν πατέρων ἀναβῆναι βαθμὸν, καὶ ἀκοῦσαι “ γράφω “ ὑμῖν πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς.’ αὕτη ἡ τάξις ἀρίστη καὶ ἀληθεστάτη πρὸς τὴν τοῦ πατρὸς φέρουσα προσ- ηγοριαν.
τοὺς μέσως ἔχοντας τῆς θείας παιδεύσεως· νεανίσκους δὲ τοὺς κατὰ τῶν παθῶν τῆς ἀτιμίας στρατευομένους, καὶ κατὰ τοῦ διαβόλου τρόπαια φέροντας e. μετὰ γὰρ τοὺς πατέρας τοὺς νέα. νίσκους ὠνόμασεν· οὐ γὰρ κατὰ τὴν σωματικὴν ἡλικίαν καὶ ἡ πνευματικὴ πάντως ἀκολουθεῖ.
ἔγραψα ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς. ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε, καὶ ὁ λόγος
τοῦ Θεοῦ μένει ἐν ὑμῖν, καὶ νενικήκατε τὸν πονηρόν.
Ομώνυμά τινα τοῖς συμβαίνουσι κατὰ τὸν ἔξω ἄνθρωπον ἐστὶ, καὶ παρὰ τὸν ἔσω, καὶ ἀναλογίαν προσάλληλα ἔχοντα· οἷον κατὰ τὰς ἡλικίας, ἐστὶ παιδίον κατὰ τὸν ἔξω ἄνθρωπον, ὅπερ ἐπιδεχόμενον αὔξησιν ἐπὶ τὸν νεανίσκον φθάνει, ἕως οὗ χρηματίσας ἀνὴρ, γένηται πατήρ· χρῶμαι δὲ τούτοις τοῖς ὀνόμασι διὰ τὴν γραφὴν
τὴν παρὰ τῷ Ἰωάννῃ ἐν τῇ Καθολικῇ Ἐπιστολῇ· τὰ τρία τάξας ὀνόματα ταῦτα· ὁμωνύμως δὲ καὶ ἀναλόγως τοῖς κατὰ τὸν ἔξω ἄνθρωπον τούτοις τρισί· καὶ εἴποιμι ἃν, ὅτι ἐστί τις παιδίον κατὰ τὸν ἔσω ἄνθρωπον ὅμοιον, ὁποῖός ποτ’ ἃν εἴη, ὅμοιος τοῦ τοιούτου ὁ ἔξω· οὕτω καὶ νεανίσκος κατὰ τὸν κρυπτὸν τῆς καρδίας ἄνθρωπον.
ἀκόλουθον δὲ τούτοις ἐστι λέγειν, ὅτι τις καὶ ἔσω ἀνὴρ καὶ πατήρ. λέγει δὲ οὕτως ὁ Ἰωάννης· “ ἔγραψα ὑμῖν παιδία, ὅτι “ ἐγνώκατε τὸν Πατέρα· ἔγραψα ὑμῖν πατέρες, ὅτι ἐγνώκατε τὸν “ ἀπ’ ἀρχῆς· ἔγραψα ὑμῖν νεανίσκοι, ὅτι ἰσχυροὶ ἐστε, καὶ ὁ λόγος “ τοῦ Θεοῦ μένει ἐν ὑμῖν, καὶ νενικήκατε τὸν πονηρόν. σαφὲς
δ᾿ οἶμαι καὶ τῷ τυχόντι τυγχάνει, ὅτι τοῖς τὴν ψυχὴν παιδίοις καὶ νεανίσκοις καὶ πατράσι ταῦτα λέγει γράφειν. καὶ Παῦλος δέ που φησὶ, “ οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ’ ὡς “ σαρκικοῖς· ὡς νηπίους ἐν Χριστῷ γάλα ὑμᾶς ἐπότισα, οὐ “ βρῶμα. ὁ δὲ ἐν Χριστῷ νήπιος τὴν ψυχὴν τοιόσδε τις ὣν,
οὕτως ὀνομάζεται, καθὼς καὶ ἀλλαχοῦ ὁ αὐτὸς Παῦλος φησὶν, “ ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς “ νήπιος ἐλογιζόμην. ” εἶτ᾿ ἐπεὶ μὴ ἔμεινεν ἐν τῷ νηπίῳ, φησὶν, “ ὅτε δὲ ἐγενόμην ἀνὴρ, κατήργηκα τὰ τοῦ νηπίου.” οὕτως ἀκούω καὶ τοῦ, “ μέχρι καταντήσωμεν οἱ πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον “ ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.” οἶδε γὰρ καταντήσοντας πάντας τοὺς πιστεύοντας εἰς ἄνδρα τέλειον, καὶ μέτρα νοητῆς ἡλικίας. ὥσπερ δὲ παρὰ τὸν ἔσω ἄνθρωπον καὶ τὸν ἔξω ἄνθρωπον ταῦτα συμβέβηκεν ὁμώνυμα, καὶ ἀναλογίαν ἔχοντα πρὸς
ἄλληλα, οὕτως εὕροις ἂν καὶ τὰ ὀνόματα τῶν μελῶν τοῦ σώματος μεταφερόμενα ἐπὶ τὴν ψυχήν.
ψυχῆς, καὶ ὀφθαλμῶν ὄρεξις· δυνατὸν δὲ ἐκ τῶν προκειμένων ἐκδέξασθαι καὶ περὶ τοῦ ὁρατοῦ κόσμου, οὐκέτι ἀγαπωμένου ὑπὸ τῶν ὑπεραναβάντων, τῷ σκοπεῖν οὐκέτι τὰ πρόσκαιρα ἀλλὰ τὰ αἰώνια· καὶ ἐπεὶ οἱ ἐν αὐτῷ τῷ φιλοζωεῖν προτιθέμενοι διατρίβειν παθητικῶς μεταχειρίζονται τὰ αἰσθητὰ, εἰκότως ἀλαζονεία βίου
καὶ σαρκὸς καὶ ὀφθαλμῶν ἐπιθυμία εἴρηται ἐν αὐτῷ· ὧν πάντων ὁ ὑπερφρονῶν ὑπερκόσμιος ἔσται, ποιῶν τὰ θελήματα τοῦ Θεοῦ, τῷ μένειν ἀεὶ καὶ ἀγαπᾶν τὸν Θεόν.
ὁ περιττὸς καὶ ἀνόνητος τοῦ παρόντος βίου περισπασμός· ἡ τῶν κοσμικῶν ἐπιθυμιῶν χυδαιότης· ἐξίστησιν ἡμᾶς ὁ Χριστοῦ μαθητὴς οὕτω λέγων “ μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ, καὶ τὰ ἑξῆς.
ὁ Κύριος ἔλεγεν. “ ὅτι ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου “ τούτου. δηλαδὴ τῆς κοσμικῆς ἡδυπαθείας καὶ διαχύσεως, ἧς ἄρχων ἐστὶν ὁ διάβολος· τῆς γὰρ ἀνθρωπείας φύσεως ὥσπερ καὶ τῆς ἄλλης πάσης κτίσεως καὶ ποιητὴς ὑπάρχει καὶ βασιλεὺς ὁ τοῦ Θεοῦ Λόγου f Χριστὸς, σὺν Πατρὶ καὶ τῷ Πνεύματι.
πρόσκαιρά ἐστι καὶ σαθρὰ, καὶ πάσης ἀράχνης ἀσθενέστερα.
“ ἀπέστειλεν.’ καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶν τὴν αἰώνιον κλη- ρονομήσει ζωήν.
Catena in epistulam Joannis i (catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.