ΚΕΦ. Α.
ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς· καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν.
καὶ ἐνηνθρωπηκέναι θεατὸς καὶ ψηλαφητὸς γενέσθαι εὐδό- κησεν· οὐχ ὃ ἦν θεαθεὶς καὶ ψηλαφηθεὶς, ἀλλ’ ὃ γέγονεν· εἷς γὰρ ὑπάρχων καὶ ἀδιαίρετος, ὁ αὐτὸς ἦν καὶ θεατὸς καὶ ἀθέατος, καὶ ἀφῇ μὴ ὑποπίπτων καὶ ψηλαφώμενος ὁ αὐτὸς καὶ θεικῶς καὶ ἀνθρωπίνως φθεγγόμενος, καὶ θεοπρεπῶς ἐνεργῶν τὰ θαύματα, καὶ
οἰκονομικῶς τὰ πάθη δεχόμενος.
ψηλάφησις περὶ τοῦ Λόγου τῆς ζωῆς εἴρηται, τῆς εἰπούσης ὅτι ἐγὼ εἰμι η ζωή.”
τῷ ὀφθέντι σαρκί· μετὰ πολλὴν γὰρ ἡμῶν ψηλάφησιν ἱν ἐρευνῶντες τὰς περὶ αὐτοῦ μαρτυρούσας γραφὰς, ἐπιστεύσαμεν τῷ περὶ τῆς ζωῆς Λόγῳ.
ἡμῖν μετασχὼν αἵματος καὶ σαρκὸς, ὡς πάλιν λέγει τὸ, ἐν ἀρχῇ ἢν ὁ Λόγος καὶ τὰ ἑξῆς.
πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν· ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν, ἀπαγγέλλομεν ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν
ἔχητε μέσ’ ἡμῶν· καὶ ἡ κοινωνία δὲ ἡμετέρα μετὰ τοῦ
Πατρὸς καὶ μετὰ τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ· καὶ ταῦτα γράφομεν ὑμῖν, ἵνα ἡ χαρὰ ὑμῶν ἦ πεπληρωμένη.
τῇ φανερωθείσῃ ζωῇ μαρτυροῦντας ἀπαγγέλλομεν καὶ ὑμῖν ἐκεῖνα τὰ οἷς ἕπεται καὶ ἰδεῖν αὐτὴν καὶ ὑμᾶς.
καὶ ἀναγγέλλομεν ὑμῖν.
τοῦτο γὰρ καὶ αὐτὸς ἔφασκε περὶ αὐτοῦ, “ ἐγὼ φῶς εἰς τὸν “ κόσμον τοῦτον ἐλήλυθα. καὶ πάλιν, “ ἐγὼ εἰμὶ τὸ φῶς τοῦ κόσμου.”
“ κείας ἰσχύος, διὰ τοῦτό φησι, ‘ καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε·’ “ καὶ γάρ ἐστιν ἀκαταγώνιστον οὐκ ἐμφιλοχωροῦν ταῖς μὴ βου- “ λομέναις φωτισθῆναι ψυχαῖς· οὐδὲ γὰρ ἀνάγκῃ καὶ βίᾳ, “ βουλήσει καὶ γνώμῃ.”
τοὺς διαβάλλοντας αὐτὸν ὡς ἁμαρτωλόν· φησὶ γὰρ, “ σὺ περὶ “ αὐτοῦ μαρτυρεῖς, ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής.
λέγεται καὶ ἐν τῷ φωτὶ εἶναι, ὡς ἄλλος ἐν ἄλλω ;
ἐστὶν ὁ Θεὸς καὶ Πατὴρ, ἐν φωτὶ δηλαδὴ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι· οὐκ ἄλλο καὶ ἄλλο φῶς ὑπάρχον, ἀλλὰ κατ’ οὐσίαν ἓν, καὶ τὸ αὐτὸ κατὰ τὸν τῆς ὑπάρξεως τρόπον τρισσοφαές.
αὐτῷ· ταύτην ἀγγελίαν καὶ ὑμῖν προσφέρομεν, (??)να τὴν αὐτὴν ἐν ὑμῖν περὶ Θεοῦ δόξαν ὡς ὄντος φωτὸς ἔχητε· φῶς δέ ἐστιν νοητὸν ὁ Θεὸς, ἀίδιον γὰρ οὐδὲν αἰσθητὸν ἀεὶ ὑπάρχον a. τούτῳ τῷ φωτὶ ἐναντίως νοητέον τὴν σκοτίαν ἄγνοιαν καὶ ἕξιν χειρίστην οὖσαν· ἐπεὶ οὖν οὐδέτερον τῶν εἰδῶν τῆς σκοτίας, οὔτε ἄγνοια οὔτε κακία,
ἐν τῷ Θεῷ ἐστιν, εἰκότως εἴρηται μηδεμίαν σκοτίαν ἐν αὐτῷ εἶναι· εἰ δὲ εἴρηται που “ σκότος ἀποκρυφὴν αὐτοῦ σκότος ἐν τούτοις λέγεται τὴν ἐν ἀκαταληψίᾳ ἀσάφειαν, οὐ μὴν τοῦ Κυρίου σκότους ὄντος.
τὴν ἀλήθειαν· ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτὶ, κοινωνίαν ἔχομεν μετ’ ἀλλήλων, καὶ τὸ αἷμα Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ αὐτοῦ καθαρίζει
ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας.
ῥητοῦ ἀνατροπὴ τῆς τῶν Ἰουδαίων βλασφημίας ἐστίν· εἰ γὰρ 2 φωτὸς ἔργα πράττοντες κοινωνοὶ αὐτοῦ ἔσμεν, καὶ σκότους ἔργα ποιοῦντες ἀλλοτριούμεθα αὐτοῦ, πῶ; οὐκ ἀληθῶς αὐτός ἐστι τὸ φῶς, καὶ ἁμαρτίαν οὐδεμίαν ἐποίησεν, εἰ καὶ “ἐν τοῖς ἀνόμοις κατελογίσθη;”
καὶ ἡ ἀλήθεια ἐν ἡμῖν οὐκ ἐστιν. ἐὰν ὁμολογῶμεν
τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστι καὶ δίκαιος, ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ καθαρίση ἡμᾶς ἀπὸ πάσης ἀδικίας.
οὔσης ἁμαρτίας σταυρῶσαι Χριστόν. ἐὰν οὖν τοῦτο λέγωμεν, φησὶ, “ ἑαυτοὺς πλανῶμεν.” διὸ οὐ ψευδόμεθα δόμεθα εἰπεν, ἀλλ’ “ ἑαυτοὺς “ πλανῶμεν·” καὶ ἡ πλάνη αὕτη ἐκτὸς τῆς ἀληθείας ποιεῖ, τουτέστι τοῦ Θεοῦ. εἰ δὲ τοὐναντίον γνῶμεν τὴν ἁμαρτίαν, καὶ ὁμολογῶμεν αὐτὴν, αὐτὸς ἡμῖν ἀφίησιν αὐτήν. οὐκ αὐτὴν δὲ μόνον ἀλλὰ καὶ
τὰς ἄλλας πάσας. ἐπειδὰν γάρ τις μετανόησας βαπτισθῇ εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, πάσας αὐτῷ τὰς ἁμαρτίας ἀφίησιν, ἃς τε εἰς αὐτὸν, ἃς τε εἰς οὐράνους ἐποίησεν.
γὰρ, ἃ ἐγὼ λαλῶ, φησὶ, πνεῦμα ἐστὶ, καὶ ζωή ἐστι.”
Ἰησοῦν Χριστὸν δίκαιον· καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ
μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.
τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. ὁ λέγων, ἔγνωκα αὐτὸν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν, ψεύστης ἐστὶ, καὶ
ἐν τούτω ἡ ἀλήθεια οὐκ ἔστιν· ὃς δ’ ἃν τηρῇ τὸν λόγον αὐτοῦ, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ Θεοῦ τετελείωται.
ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν αὐτῷ ἐσμέν. ὁ λέγων ἐν
αὐτῷ μένειν, ὀφείλει, καθὼς ἐκεῖνος περιεπάτησε, καὶ αὐτὸς οὕτω περιπατεῖν.
δηλοῖ, ἀλλὰ καὶ τὸ πεῖράν τινος ἐσχηκέναι, καὶ ἡνῶσθαι αὐτῷ, ὡς ἐν τῷ “ τὸν μὴ γνόντα ἁμαρτίαν” καὶ τὸ “ μὴ ἐπίστασθαι, τί ἐστι ” ἁμαρτία; ἀλλὰ τὸ μὴ ἐνεργηκέναι αὐτήν·” λέγει δὲ τοῖς ἐργάταις τῆς ἀνομίας ὁ Κύριος, οὐδέποτε ὑμᾶς ἔγνω, ἐκφαίνων ὅτι οὐδέποτε μετέσχον αὐτοῦ οἷς ἐλέγετο τοῦτο. ὁ λέγων οὖν ἐγνωκέναι
τὸν Θεὸν, τὸ ἀνακεκράσθαι αὐτῶ καὶ μετέχειν αὐτοῦ ἑπόμενον ἀναγκαίως ἔχει τὸ τηρεῖν αὐτοῦ τὰς ἐντολάς· διὸ καὶ ἀντιστρέφει ἑκάτερα τὰ σημαινόμενα τοῦ γινώσκειν φανεροῦται ἐκ τοῦ προκειμένου. φησὶ γὰρ ἐν τούτῳ, “γινώσκομεν,” τουτέστιν ἐπιστάμεθα “ ὅτι ἐγνώκαμεν αὐτὸν,” ἑνωθέντες αὐτῷ καὶ τηροῦντες αὐτοῦ τὰς
ἐντολάς. ὁ γὰρ μὴ τηρῶν αὐτὰς, φανερός ἐστιν ἔξω τῆς γνώσεως τοῦ Θεοῦ τυγχάνων. ὥσπερ οὖν οὐ γνοὺς ἁμαρτίαν ὁ Κύριος ἡμῶν Ἰησοῦς, οὐδὲ τοὺς ἐργάτας τῆς ἀνομίας, οὐ στερεῖται πληρότητος, σοφία καὶ ἀλήθεια Θεοῦ ὑπάρχων, οὕτως οὐ γνοὺς τὴν τῆς κρίσεως ἡμέραν ἐλαττοῦται, ἐπεὶ μηδὲ, ὅταν περὶ Θεοῦ λέγῃ
ὡς λήθην καὶ μεταμέλειαν καὶ ὀργὴν ἔχοντος, ἐλαττοῦται ἡ θεότης· ᾧτ’ γὰρ λόγῳ ἐκεῖνα σαφηνίζεται, τούτῳ καὶ περὶ τοῦ ἀγνοεῖν τὴν ἡμέραν λυθείη. ὡς γὰρ μόνον σοφοῦ Θεοῦ καὶ γνῶσιν ἔχοντος πάντων ἣ κατὰ πάθος λήψῃ, ἣ μεταμέλεια ἤτι τῶν τοιούτων, οὐχ ὑπάρχει οἰκονομικῶς λεγόμενα περὶ αὐτοῦ, οὕτως τῆς σοφίας καὶ ἀληθείας τοῦ Θεοῦ οὐκ ἐπιδεχομένης ἄγνοιαν διατί c χρήσιμον εἴρηται, ὅτι τὴν ὥραν καὶ τὴν ἡμέραν τῆς κρίσεως ἀγνοεῖ.
Catena in epistulam Joannis i (catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.