ΚΕΦ. Γ.
τοῖς ὀνομασθεῖσι πιστεύσωσι· τούτου χάριν φησὶν, ἀσφαλίζεσθε, ἵνα μὴ ἀντὶ τῶν προφητῶν τοῖς ψευδοπροφηταῖς πεισθέντες σφαλῆτε.
αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν
ἀπώλειαν· καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις.
περὶ δὲ βίον ἀσελγέστατοι.
“ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.’’
προσέθηκεν· ἀλλοτριῶν δὲ αὐτοὺς παντελῶς τῆς θείας διδασκαλίας, “ πλαστοῖς λόγοις” εἶπεν αὐτοὺς χρωμένους.
ἔκπαλαι τῆς προγνώσεως τοῦ Θεοῦ ἐστὶ σημαντικόν. ὥσπερ γὰρ προειδὼς τοὺς ἀγαθοὺς, ἡτοίμασεν αὐτοῖς τὰ ἐν οὐρανοῖς ἀγαθά· οὕτω καὶ τοὺς πονηροὺς προγινώσκων, κατάλληλον αὐτοῖς ἡτοίμασε τόπον.
κρίσιν τηρουμένους· καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο.
τοὺς μὲν οὖν δήσας, τοὺς δὲ κελεύσας διώκεσθαι, ἐκ τοῦ εἰπεῖν, “ ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων.” “ δαι- “ μονία γὰρ ἐκβάλλετε,” φησιν. ἐν τῷ τῆς συντελείας ἐπὶ μείζονα τιμωρίαν οὓς ἀπέκλεισε πρώην ἐξάγει, ἐκβάλλων αὐτοὺς εἰς τὸ πυρ’ τὸ αιωνιον.
τὴν φιλανθρωπίαν πόρνας καὶ τελώνας εἰς τὴν βασιλειᾶν εἰσήγαγε.
ἑτέρως τὸ θεῖον· οἱ μὲν ἐκ τῶν φανερῶν, οἱ δὲ ἐκ τῶν κατὰ ψυχὴν ἀοράτων λογισμῶν.
ἦν αὐτοῖς ὁ βίος εἰ μὴ μανία καὶ τέρψις· ὡς θῆρες ἦσαν πρὸς πρόβατα, μόνον πρὸς τὰς γυναῖκας εἰρήνην ἔχοντες, καὶ ἐν αὐταῖς οὐ τὸν τυχόντα πόλεμον ὑπομένοντες· ἐπὶ εἴκοσι φόνοις ἀνδρῶν γυνὴ περιεφέρετο· ἡ γὰρ φθορὰ τὴν ἰσχὺν τοῦ σώματος ἐν τῇ μοιχείᾳ ἐγύμναζε. καὶ γυναῖκες οὐκ εἶχον ἐν τῇ εὐνοίᾳ τὸ
καύχημα, ἀλλ’ ἐν τῇ πολυανδρίᾳ· οὕτω καὶ αὗται ἐξεμάνησαν· οὐχ ἥκιστα τῶν ἀνδρῶν ταῖς ψυχαῖς πολεμοῦσαι. τοὺς ἔχοντας ηὔχοντο θανεῖν, ἵνα τῇ φθορᾷ λειτουργήσωσι· προέκοπτεν ἐν αὐταῖς τὸ πάθος εἰς ἀκρασίαν· ὥστε καὶ τοὺς υἱοὺς τοῦ Θεοῦ ἑλεῖν πρὸς τὴν μίξιν τὴν ἄτιμον. οἳ ἐκ τοῦ γένους τοῦ Σὴθ ἦσαν υἱοὶ τοῦ
Θεοῦ, ἐπειδὴ καὶ τὸ Εὐαγγέλιον λέγει περὶ τοῦ Χριστοῦ, ὅτι γέγονεν υἱὸς Σὴθ, υἱὸς Ἀλὰμ, υἱὸς Θεοῦ. καὶ τὸν Τσραὴλ υἱὸν πρωτότοκον ὠνόμασεν.
κώς· καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρρύσατο.
ἔδοσαν τὴν δίκην.
ἐβασάνιζεν. οἶδε Κύριος εὐσεβεῖς ἐκ πειρασμῶν ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν.
καὶ τὸ συναλγεῖν τοῖς πάσχουσι μέγιστον φέρει παρὰ Θεοῦ τὸν μισθὸν, καὶ τὴν πρὸς αὐτὸν οἰκείωσιν προξενεῖ. καὶ τοσοῦτον, ὡς καὶ πανδήμου πολλάκις ὀργῆς ἐπαιωρημένης ἐξαιρεῖσθαι τοὺς τῇ λύπῃ συντετριμμένους καὶ συμπαθεῖς τὴν διάνοιαν· ὅθεν γέγραφέ τι τοιοῦτον ὁ τῶν Ἀποστόλων πρωτοστάτης
καὶ ἔγκριτος Πέτρος περὶ τοῦ Λὼτ ῥυσθέντος ἀπὸ τῆς Σοδόμων καταστροφῆς· “ βλέμματι γὰρ καὶ ἀκοῇ ὁ δίκαιος ἐγκατοικῶν ἐν αὐτοῖς, καὶ τὰ ἑξῆς.
τολμηταὶ, αὐθάδεις, δόξας οὐ τρέμουσι βλασφημοῦντες·
ὅπου Ἄγγελοι ἰσχύι· καὶ δυνάμει μείζονες ὄντες, οὐ φέρουσι κατ’ αὐτῶν παρὰ κυρίῳ βλάσφημον κρίσιν.
ἀσεβείᾳ μιξάντων.
αὐτῶν καταφθαρήσονται, κομιούμενοι μισθὸν ἀδικίας.
“ ἐν τιμῇ ὣν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, “ καὶ ὡμοιώθη αὐτοῖς. ἔθη γὰρ ἀλογίας συμπεπλεγμένα ὥσπερ ἔχοντες, ὀλίγα κομιδῆ διενεγκόντες ἐφαίνοντο κτηνῶν, ὡς ἔφην, ἃ πρὸς μόνην γέγονε φθοράν.
ἔδειξεν.
“ ἄνθρωπος ἐν τιμῇ ὢν, οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς “ ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. καὶ πάλιν, “ ἵπποι θηλυμανεῖς “ ἐγενήθησαν.” καὶ ὁ Σωτῆρ’ τὸν Ἡρώδην “ ἀλώπεκα καλεῖ· καὶ τοῖς μαθηταῖς παρήγγειλεν· “ ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς “ πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε φρόνιμοι ὡσεὶ ὄφεις, καὶ
“ ἀκέραιοι ὡς αἱ περιστεραί. “ ἔλεγε δὲ τοῦτο, οὐχ ἵνα γενώμεθα ὄφεις η περιστεραὶ, οὐ γὰρ οὕτως ἧμας αὐτὸς πεποίηκε διὸ οὐδὲ τοῦτο οἶδεν ἡ φύσις, ἀλλ’ ἵνα ἡμεῖς, τῶν μὲν τὰς ἀλόγους ὁρμὰς ἐκφεύγωμεν, τοῦ δὲ τὸ φρόνιμον, ἵνα γινώσκοντες μὴ ἀπατώμεθα παρ’ αὐτοῦ. καὶ τῆς περιστερᾶς τὸ πρᾶον ἀναλάβωμεν. ἐπὶ δὲ
τῶν θείων πάλιν εἰκόνας τοῖς ἀνθρώποις λαμβάνων, φησὶν ὁ Σωτῆρ’, “ γίνεσθε οἰκτιρμόνες, ὡς ὁ Πατὴρ ὑμῶν d ὁ ἐν τοῖς οὐρανοῖς. καὶ “ ἔσεσθε ὑμεῖς τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν d ὁ οὐράνιος τέλειός “ ἐστι.” ἔλεγε δὲ καὶ τοῦτο, οὐχ ἵνα γενώμεθα πάλιν ὡς ὁ Πατὴρ, γίνεσθαι γὰρ ἡμᾶς ὡς ὁ Πατὴρ ἀδύνατον, κτίσμα ὄντας
καὶ ἐκ τοῦ μὴ ὄντος γινομένους· ἀλλ’ ὥσπερ οὐχ ἵνα γενώμεθα κτήνη παραγγέλλει, “ μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος· ἵνα μὴ τὸ ἄλογον ἐκείνων μιμησώμεθα· οὕτως οὐχ ἵνα γενώμεθα ὡς ὁ Θεὸς ἔλεγε, “ γίνεσθε οἰκτίρμονες ὡς ὁ Πατὴρ, ἀλλ’ ἵνα πρὸς τὰς εὐεργεσίας ἐκείνου βλέποντες, ἃ ποιοῦμεν καλὰ, μὴ δι’ ἀνθρώπους,
ἀλλὰ δι’ αὐτὸν ποιῶμεν· ὥστε παρ’ αὐτοῦ καὶ μὴ παρὰ ἀνθρώπων τὸν μισθὸν ἔχειν. ὥσπερ γὰρ ἑνὸς ὄντος Υἱοῦ φύσει καὶ ἀληθινοῦ καὶ μονογενοῦς, γενόμεθα e καὶ ἡμεῖς υἱοὶ κατὰ χάριν τοῦ καλέσαντος· σαντος· καὶ ἄνθρωποι τυγχάνοντες θεοὶ Χρηματίζομεν f, οὐχ ὡς ὁ ἀληθινὸς Θεὸς ἢ ὁ τούτου Λόγος· ἀλλ’ ὡς ἠθέλησεν ὁ τοῦτο
χαρισάμενος Θεός· οὕτω καὶ ὡς ὁ Θεὸς οἰκτίρμονες γινόμεθα, οὐκ ἐξισούμενοι τῷ Θεῷ, οὐ δὲ φύσει καὶ ἀληθινοὶ εὐεργέται γινόμενοι· οὐ γὰρ ἡμῶν εὕρημα τὸ εὐεργετεῖν ἀλλὰ τοῦ Θεοῦ. ἵνα δὲ αὐτὰ 2 τὰ παρὰ Θεοῦ εἰς ἡμᾶς κατὰ χάριν γινόμενα, ταῦτα καὶ ἡμεῖς μεταδιώκωμεν εἰς ἑτέρους, μὴ διακρινόμενοι, ἁπλῶς δὲ εἰς πάντας ἐκτείνοντες τὴν εὐεργεσίαν· κατὰ τοῦτο γὰρ μόνον δυνάμεθά πὼς αὐτοῦ μιμηταὶ γενέσθαι, καὶ οὐκ ἄλλως· ὅτι παρ’ αὐτοῦ διακονοῦμεν ἀλλήλοις.
ὑμῖν, ἀλλὰ διὰ τὸ καιρὸν εὑρίσκειν τῆς πρὸς γυναῖκας ἀπάτης ἐπιτήδειον· ὅμοιον δὲ καὶ ὁ Ἀπόστολος περὶ αὐτῶν εἴρηκεν· “ οἱ “ παρεισδύνοντες εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτίζοντες γυναικάρια “ σεσωρευμένα ἁμαρτίαις.
ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βοσὸρ, ὃς μισθὸν ἀδικίας ἠγάπησεν.
πρὸς τὸν Βαλὰκ κατηπείγετο, καὶ τῷ φόβῳ μόνον τῷ τοῦ Θεοῦ παιδευθεὶς, καὶ τοῖς δείμασι τοῖς ἐπιστᾶσιν αὐτῷ κατὰ τὴν ὁδὸν τὸ ῥῆμα τῆς εὐλογίας οὐ παρεποίησεν· ὅπερ τῆς τοῦ Θεοῦ δυνάμεως ἦν, οὐ τῆς ἐκείνου μοχθηρᾶς προαιρέσεως· οὐ δὲ τῆς γλώττης αὐτοῦ τῆς ἐντραφείσης τῇ διακονίᾳ τοῦ ψεύδους.
“ Θεοῦ, οὐ πορεύσῃ οὐδὲ ἀρόσῃ τὸν λαὸν, οὐχ ὑπήκουσε τῇ βουλῇ. “ ὅθεν καὶ διδάσκαλος αὐτοῦ γίνεται ἡ ὄνος, καὶ κριθεῖσα πρὸς “ αὐτὸν, ἐδικαιώθη ὑπὲρ αὐτόν.
ἀγανακτεῖς ὡς ὑπερορώμενος παρ’ ἐμοῦ· αὐτὸς δὲ παριδὼν τὴν κέλευσιν τοῦ Θεοῦ οὐκ εὐλαβήθης ; διόπερ ὁ Ἀπόστολός φησιν ἐν τῇ Καθολικῇ “ ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον “ ἤλεγξε τοῦ προφήτου τὴν ἀφροσύνην.”
ἡ τοῦ Θεοῦ χάρις, δι’ οἰκονομίαν καὶ τὴν τῶν Ἰσραηλιτῶν ὠφέλειαν, εύδηλον ὅτι εἰς ἡμᾶς παραιτήσεται ἐνεργεῖν, ἀλλ’ ἀνέξεται καὶ τοῦτο δι’ ἡμᾶς.
τῆς τρυφῆς, τὸν ἐπικλύζοντα εἰς δόξαν ἐθνῶν.
πνεύματος ἐλαυνόμενοι h.
μόνον διὰ τὴν ἀσέβειαν, ἀλλὰ καὶ διὰ τὸ μέγεθος τῆς ἀσεβείας κολάζωνται.
τὰ ἔσχατα χείρονα τῶν πρώτων. κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ
ἐπιγνοῦσιν ἐπιστρέψαι ἐκ τῆς παραδοθείσης ἁγίας ἐντολῆς.
συμβέβηκε δὲ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας, κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα· καὶ, ὗς λουσαμένη, μένη, εἰς κύλισμα βορβόρου.
πειθομένους αὐτοῖς· ἀλλ’ εἰς χείρονα πλάνην ἕλκουσι· τὰ ἔσχατα δὲ χείρονα τῶν πρώτων λέγει, καθὸ ποτὲ μὲν ἐν ἀγνοίᾳ διάγοντες καιρὸν εἶχον ἐπιστροφῆς· νῦν δὲ ἐν τῇ δοκούσῃ γνώσει ἁμαρτά- νοντες, ποῖον ἔτι σωτηρίας εὕρωσι καῖρον ;
Catena in epistulam Petri ii (catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. J.A. Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.