ΚΕΦ. Β.
ὅπως ἐν ὄρει Θαβὼρ τῆς τοῦ Θεοῦ περὶ Χριστοῦ ἤκουσε b φωνῆς.
Χριστοῦ. Διὸ οὐκ ἀμελήσω ἀεὶ ὑμᾶς ὑπομιμνήσκειν περὶ τούτων, καίπερ εἰδότας, καὶ ἐστηριγμένους ἐν τῇ
παρούσῃ ἀληθείᾳ.
τοῦ κριτοῦ, τὴν βασιλείαν εἰπὼν τῶν οὐρανῶν.
διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει· εἰδὼς ὅτι ταχίστη ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου, καθὼς καὶ ὁ
Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέ μοι. σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον, τὴν
τούτων μνήμην ποιεῖσθαι.
ἐκείνου μεγαλειότητος· λαβὼν γὰρ παρὰ Θεοῦ Πατρὸς τιμὴν καὶ δόξαν, φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης.
αἱρετικῶν τὰ προβλήματα, οὕστινας ἐκτρέπεσθαι βουλόμενος ἡμᾶς ὁ Παῦλος γράφει· “ αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν “ νουθεσίαν παραιτοῦ, καὶ τὰ ἑξῆς.
περιπλάττειν τὸ ψεῦδος· ἀλλ’ ἡμεῖς οὐχ οὕτω φησὶν, ἀλλὰ τοῖς ὀφθαλμοῖς τὴν ἀλήθειαν ἐθεασάμεθα, μετ’ αὐτοῦ ὄντες ἐν τῷ ὄρει· ἔχομεν οὖν καὶ τοὺς προφήτας ταύτην αὐτὴν τὴν ἀλήθειαν ἡμῖν προμηνύσαντας, καὶ οὕτως διὰ τῆς ὄψεως βεβαιότερος τῶν προφητῶν ὁ λόγος ἡμῖν ἐγένετο· ἃ γὰρ ἐκεῖνοι εἰπον, ταῦτα παρὼν
ὁ Χριστὸς ἐπιστώσατο. καὶ μάρτυρες ἡμεῖς, οἱ καὶ τὴν μαρτυρίαν ἀκούσαντες τοῦ Πατρός. εὖ δὲ καὶ ὑμεῖς ποιήσετε τῷ προφητικῷ πειθόμενοι λόγῳ· οὗτος γὰρ τοὺς ἐν ἀγνοίᾳ φωταγωγεῖ, ἕως καθαρὸν ὑμῖν τὸ φῶς τοῦ Εὐαγγελίου διαφανῇ, καὶ ὁ νοητὸς ἑωσφόρος, τουτέστι Χριστὸς, ἐν ταῖς καρδίαις ὑμῶν ἀνατείλῃ.
Μαρτυρηθεὶς ὑπὸ τοῦ Πατρός.
δεύτερον ὅτε ἐβόησεν ὁ Υἱὸς πρὸς τὸν Πατέρα, τὸ, “ Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρά σοι. καὶ τρίτον ἐπὶ τῆς μεταμορφώσεως.
παλαιᾶς· ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ἐντολὴν ἔχει ὁ πρῶτος σιωπᾶν· πάντως οὐκ ἐξιστάμενοι οἱ προφῆται προεφήτευον τῷ λόγῳ, ἀλλ’ ἐν τῷ κατὰ φύσιν ἱστάμενοι. καὶ ἑκόντες καὶ εἰδότες ὑπούργουν τῷ πρὸς αὐτοὺς γινομένῳ λόγῳ· ὅς τις λόγος οὐ κατὰ βούλησιν ἀνθρώπου ἠνέχθη ποτὲ, ἀλλ’ ἐκ Θεοῦ φέρεται
εἰς ἀνθρώπους. οἵτινες ἄνθρωποι ἑκόντες ὑπούργουν αὐτῷ. διὰ τοῦτο καὶ ὁ Βαλαὰμ παραγγέλλεται λαλεῖν τὰ ὑποβαλλόμενα αὐτῷ, ὡς αὐτεξουσίως ἔχων καὶ τοῦ μὴ λαλῆσαι αὐτά. καὶ τοῦτο δὲ αὐτὸ βεβαιοῖ καὶ ὁ Ἰωνᾶς.
γραφῆς, ἰδίας ἐπιλύσεως οὐ γίνεται. οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη προφητεία ποτὲ, ἀλλ’ ὑπὸ Πνεύματος Ἁγίου φερόμενοι ἐλάλησαν ἅγιοι Θεοῦ ἄνθρωποι.
τίς οὑν ἡ ἑρμηνεία αὐτῶν, ἣ τὰ ἔργα ἃ ἔδειξεν ο χριστὸς ἐλθὼν ; ὥστε ὁ τῶν προφητῶν τοὺς λόγους ἀκριβῶσαι βουλόμενος, τὴν εἰς τὸν Κύριον Ἰησοῦν πίστιν ἁρπάσει, δι’ ἧς τὰ τῶν προφητῶν γινώσκεται λόγια.
ἐνεργουμένῃ ἀποφθέγγεται.
Catena in epistulam Petri ii (catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. J.A. Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.