ΚΕΦ. Α.
τοῦ Θεοῦ ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ.
τοῦ Θεοῦ, καὶ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.
δὶς καὶ τρὶς καὶ πολλάκις αὐτὴν δίδωσιν ὁ τῆς Ἐκκλησίας προεστὼς, “ εἰρήνη ὑμῖν·” διατί ; ὅτι αὕτη μήτηρ πάντων ἐστι τῶν ἀγαθῶν· αὕτη τῆς χαρᾶς ἡ ὑπόστασις. διὰ τοῦτο καὶ ο Χριστὸς εἰσιοῦσιν εἰς τὰς οἰκίας τοῖς Ἀποστόλοις τοῦτο λέγειν προσέταξεν εὐθέως, καθάπερ σύμβολον τῶν ἀγαθῶν· “ εἰσερχόμενοι
“ γάρ,’’ φησιν, “ εἰς τὰς οἰκίας λέγετε εἰρήνη ὑμῖν· ταύτης γὰρ οὐκ οὔσης, πάντα περιττά· καὶ ὁ Χριστὸς τοῖς μαθηταῖς ἔλεγεν, “ εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. αὕτη τῇ ἀγάπῃ προοδοποιεῖ.
τοῦ καλέσαντος ἡμᾶς ἰδίᾳ δόξη καὶ ἀρετῇ· δι’ ὧν τὰ μέγιστα ἡμῖν καὶ τίμια ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως, ἀποφυγόντες τῆς ἐν κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς.
μυρία λαβόντες ἀγαθὰ διὰ τῆς ἐπιφανείας Χριστοῦ, δι’ ὧν δυνάμεθα a καὶ θείας φύσεως γενέσθαι κοινωνοὶ, καὶ πρὸς ζωὴν καὶ 1 εὐσέβειαν γενέσθαι· ὀφείλομεν οὖν πολιτεύεσθαι οὕτως ὡς ἐπιχορηγεῖν τῇ πίστει τὴν ἀρετὴν, καὶ διὰ τῆς ἀρετῆς ὁδῷ βαδίζειν τὴν κατ’ εὐσέβειαν προκοπὴν, ἕως ἂν εἰς τὸ τέλειον τῶν ἀγαθῶν ἔλθωμεν, ὅπερ ἐστὶν ἡ ἀγάπη.
ἐπιχορηγήσατε ἐν τῆ πίστει ὑμῶν τὴν ἀρετὴν, ἐν δὲ τῇ
ἀρετῇ τὴν γνῶσιν, ἐν δὲ τῆ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῆ ἐγκρατείᾳ τὴν ὑπομονὴν, ἐν δὲ τῇ ὑπομονῇ τὴν
εὐσέβειαν, ἐν δὲ τῆ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ
φιλαδελφίᾳ τὴν ἀγάπην. ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα
καὶ πλεονάζοντα, οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν.
παρουσία ὠφελεῖ, πολλῷ μᾶλλον ἡ περιουσία· τίς δὲ ἡ ἐξ αὐτῶν ὠφελεία, ἣ τὸ παρρησίαν ἔχειν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ; λέγει δὲ τὴν δευτέραν αὐτοῦ παρουσίαν· ὅτε ἔρχεται κρίναι ζῶντας καὶ νεκρούς· μέγα δὲ καὶ ὑπερβάλλον ἀγαθὸν ἀληθῶς τὸ παρρησίαν ἔχειν ἐπὶ τοῦ θείου καὶ φοβεροῦ
βήματος.
οὐδὲν ἡμῖν ἔσται πλέον· ἂν γὰρ μὴ οὕτως, ἀλλ’ ἐκείνως ἀπολλύμεθα· τί γὰρ διαφέρει ἂν μὴ διὰ πλούτου ἀλλὰ διὰ ῥαθυμίας ; ἃν μὴ διὰ ῥαθυμίας ἀλλ’ ἀνανδρείας διαφθαρῶμεν ; ἐπεὶ καὶ ὁ γεωργὸς, ἄν τε οὕτως ἄν τε ἐκείνως ἀπολέσῃ τὸν σπόρον, ὁμοίως πενθεῖ.
Catena in epistulam Petri ii (catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. J.A. Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.