ΚΕΦ. Δ.
διάνοιαν· μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν, καὶ τῆς τῶν ἀποστόλων ἡμῶν
ἐντολῆς, τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ· τοῦτο πρῶτον γινώσκοντες, ὅτι ἐλεύσονται ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἐν ἐμπαιγμονῇ i οἱ ἐμπαῖκται, κατὰ τὰς ἰδίας αὐτῶν
1
ἐπιθυμίας πορευόμενοι καὶ λέγοντες, Ποῦ ἐστιν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ ; ἀφ’ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν, πάντα οὕτω διαμένει ἀπ’ ἀρχῆς κτίσεως.
τῶν θείων μυστηρίων ἱερουργός. καὶ τοῖς μὲν ἐν ἀγνοίᾳ ταύτης διαμαρτάνουσι τάχα μέν τις δοίη συγγνώμην· τοῖς δὲ ἅπαξ τὴν ἀλήθειαν ἐπεγνωκόσι, καὶ εἰς τοὐπίσω πάλιν δρομήσασι συγγνώμης οὐδεὶς ἀπολείπεται λόγος.
πολυώνυμος γὰρ ἡ πλάνη, ἐπεὶ καὶ πολύμορφος. τὸ “ οἱ νῦν “ οὐρανοὶ καὶ ἡ γῆ τῷ αὐτῷ λόγῳ τεθησαυρισμένοι εἰσὶν ” ὁμοιοῦται τοῖς κατὰ τὸν κατακλυσμὸν συμβεβηκόσι· φησὶ γὰρ, ὡς διὰ τῶν πάλαι οὐρανῶν καὶ τῆς γῆς ἀπώλετο κατακλυσθεὶς ὁ τότε κόσμος, οὕτως ἀναστοιχειουμένων εἰς πυρ’ τῶν οὐράνων καὶ
τῆς γῆς, οἱ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ ἄρδην ἀπωλοῦνται· καὶ τουτέστι τὸ τῆς ὁμοιότητος, τὸ ἅμα αὐτοὺς ἀπόλλυσθαι ὡσαύτως τοῖς ἐν τῷ κατακλυσμῷ ἀπολωλόσιν· “ ὡς γὰρ ἐν ταῖς ἡμέραις “ Νῶε,’’ φησὶν ὁ Κύριος, “ ἤσθιον, ἔπινον, ἐγάμουν, ἐγαμίζοντο· “ ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτὸν, καὶ ἦλθεν ὁ
“ κατακλυσμὸς, καὶ ἦρεν ἅπαντας, κατὰ ταῦτα ἔσται ἡ παρουσία “ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. ἐπὶ πλεῖον δὲ συναγορεύων ὅτι οὕτως ἔσται, φησιν ἐλεύσεσθαι τὴν τῆς κρίσεως ἡμέραν λανθάνουσαν οἷα κλέπτης, ἐν ᾗ ὀξέως καὶ ἀνυπερθέτως οἱ οὐρανοὶ παρελεύσονται, τῶν στοιχείων ἐκτηκομένων πρὸς τοῦ ἐπενεχθέντος πυρός.
μεθ’ οὓς οὐρανοὺς ῥυζηδὸν παρεληλυθότας καὶ καινοὺς οὐρανοὺς καὶ καινὴν γῆν ἔσεσθαι, ἐν οἷς δικαιοσύνη καὶ τὰ ἐπαγγέλματα τοῦ Θεοῦ τὴν οἴκησιν ἴσχει.
τῷ τοῦ Θεοῦ λόγῳ, δι’ ὧν ὁ τότε κόσμος
ὕδατι κατακλυσθεὶς ἀπώλετο· οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ αὐτοῦ λόγῳ τεθησαυρισμένοι εἰσὶν ἐν πυρὶ τηρούμενοι, εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν βῶν ἀνθρώπων.
ἐθεμελίωσας, καὶ εἰ μὴ ἔργα τῶν χειρῶν σου ὑπῆρχον οἱ οὐρανοὶ, οὐχ οἷόν τε ἦν αὐτὰ μετατεθῆναι, οὐδὲ εἰς μεταβολὴν ἐλθεῖν· εἰ γὰρ ἀγένητα ἦν, ἔμειναν ἃν καὶ ἀτελεύτητα· νῦν δὲ ἐπεὶ ποιητὴς αὐτῶν γέγονας, δυνατὸς εἶ καὶ παραγαγεῖν αὐτὰ θελήσας· φύσεως γὰρ ὑπάρχουσι φθαρτῆς καὶ ἀπολλυμένης· ὅτι καὶ μὴ πρότερον
ὄντα σῇ βουλῇ καὶ δυνάμει γέγονεν· ἓν γάρ ἐστι μένον ἀεὶ καὶ οὔ ποτε δυνάμενον μὴ εἶναι, δηλαδὴ σὺ, ὁ μόνος τῶν ὅλων ποιητής.
τῆς γῆς διὰ πυρὸς, ὁμοίως πάλιν οἱ ἀσεβεῖς ἀπολοῦνται.
ἡμέρα μία. οὐ βραδύνει Κύριος τῆς ἐπαγγελίας, ὡς τινὲς βραδυτῆτα ἡγοῦνται· ἀλλὰ μακροθυμεῖ εἰς ἡμᾶς,
μὴ βουλόμενος τινὰς ἀπολέσθαι, ἀλλὰ πάντας εἰς μετανοιαν χώρησαι.
εἰρήκασιν οἱ ἐξηγηταὶ οὕτως.
ἐκάλεσε τῆς νυκτός· τετραχῇ γὰρ οἱ ταύτην φυλάττειν πεπιστευμένοι διαιροῦνται· τετάρτῃ γὰρ φυλακῇ καὶ ὁ Κύριος πρὸς τοὺς ἱεροὺς Ἀποστόλους ἀφίκετο. εἰ δὲ περὶ χιλίων ἐτῶν οὕτως εἴρηκε, 2 δηλονότι βίος ἀνθρώπου διάστημα ἔσται τὸ λεπτότατον, καὶ ὥσπερ ἀμέριστον, εἰ ἡμέρα Κυρίου ὡς χίλια ἔτη· οὐδεὶς δὲ τῶν ἀνθρώπων γέγονε χιλίων ἐτῶν, οὐδεὶς ἄρα τῶν ἀνθρώπων ὅλην τὴν ἡμέραν ἔγνω τὴν τοῦ Κυρίου.
“ ὡς ἡ ἡμέρα ἡ χθὲς, ἥτις διῆλθεν.
εἰς τοῦτον συντείνει ἔτη χίλια. ἀλλὰ ταῦτά, φησι, τὰ χίλια ἔτη μία ἡμέρα λογισθείη ἐνώπιόν σου· μᾶλλον μὲν οὖν μικρὸν μόριον νυκτός· εἰκότως νυκτὶ παρεικάζει τὸν πρὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος καιρόν· ἅτε ὡς ἐν ἀωρίᾳ καὶ συγχύσει πάντων ἀνθρώπων ὄντων· διὰ τὸ μήπω αὐτοῖς ἀνατεῖλαι τὸν ἥλιον τῆς δικαιοσύνης.
Καὶ πάλιν —ὅτι χίλια ἔτη ἀντὶ τοῦ, πάντα σοι εὐχερῆ καὶ εὔκολα· τουτέστιν, ὅτε οὐ προσδοκῶμεν. οὕτω γὰρ καὶ ὁ Κύριος εἶπεν, “ ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης, ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, “ ἠγρύπνησεν ἄν’ καὶ τὸ “ περὶ τῆς ἡμέρας καὶ τῆς ὥρας οὐδεὶς “ οἶδεν, εἰ μὴ ὁ Πατὴρ, καὶ ᾧ ἃν ὁ Πατὴρ ἀποκαλύψῃ.”
τούτων οὖν πάντων λυομένων, ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις ;
προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ Θεοῦ ἡμέρας,
καυσούμενα τακήσεται. καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ.
περὶ ἡμᾶς στοιχεῖα φθοραῖς τισὶν ὑπέζευκται καὶ ἀλλοώσεσιν. ὁρῶμεν γὰρ ἥλιον ἐκλείποντα, σελήνην δὲ φθίνουσαν, ὡς εἶπε φιλοσοφῶν ὁ μέγας Ἰὼβ· οὕτως τότε, τῆς ἀθανασίας καὶ τῆς ἀφθαρσίας μελλούσης τοῖς ἡμετέροις σώμασιν ἐπανθεῖν ἐκ τοῦ λειμῶνος τῆς ἀναστάσεως, καὶ ὁ περὶ ἡμᾶς ὁρατὸς οὗτος κόσμος τῇ ἁρμοζούσῃ
φαιδρότητι γανωθήσεται· δεικνύντος διὰ τούτου τοῦ καλοῦ δημιουργοῦ καὶ ἐπὶ τὸ κάλλιον μετασκευαστοῦ, ὡς καὶ τὴν ἀρχὴν διὰ τὴν ἡμετέραν δουλείαν τε καὶ διακονίαν τὴν αἰσθητὴν κτίσιν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε· καὶ ἐς ὕστερον δι’ ἡμᾶς πάλιν μεθαρμόσει πρὸς τὴν ἔνδοξον ἐκείνην καὶ ἀγήρω κατάστασιν. Καὶ
μετ᾿ ὀλίγα — Ὥσπερ γὰρ οἰκέτης, κάκως μὲν πράττοντος τοῦ δεσπότου, μετέχει τῆς κακοπραγίας· ἐπὶ τὸ ἄμεινον δὲ μεταβάλ- λοντος, εὖ διάκειται καὶ αὐτὸς, οὕτω καὶ ἡ κτίσις ταχθεῖσα δουλεύειν ἡμῖν ἐκοινώνησε τὸ πρὶν τῆς φθορᾶς· εἰς ἀφθαρσίαν δὲ ἐπανελθοῦσι συμμεθέξει πάλιν τῆς ἐκεῖθεν τιμῆς. ὅπερ καὶ ὁ θεσπέσιος Παῦλος Ῥωμαίοις γράφων ἔλεγε· “ ἡ γὰρ καραδοκία “ τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται·
“ τῆ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη· οὐχ ἑκοῦσα, ἀλλὰ διὰ “ τὸν ὑποτάξαντα ἐπ’ ἐλπίδι· ὅτι καὶ αὕτη ἡ κτίσις ἐλευθερω- “ θήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν “ τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ· οἴδαμεν γὰρ ὅτι πᾶσα “ἠ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν.’ προσωποποιεῖ
τὴν κτίσιν ὁ κῆρυξ τῆς ἀληθείας, ἐναργῶς παραστῆ- σαι βουλόμενος τὸ τοῦ πράγματος μέγεθος. Καὶ μετ’ ὀλίγα — τῇ γὰρ ἁμαρτίᾳ δελεασθέντες ἡμεῖς εἰς ματαίαν ἐξεκυλίσθημεν καὶ ἐφθαρμένην ζωήν. καὶ ὅμως καὶ οὕτως ἔχουσι, καὶ πρὸς πᾶσαν αἰσχρὰν ἐπιθυμίαν ὀκείλασι, καὶ πρὸς αὐτὸ τῆς
ἀπωλείας τὸ βάραθρον, ἡ κτίσις ἐδούλευσεν, “ οὐχ ἑκοῦσα,” τουτέστιν οὐ κατ’ ἀξίαν, τοῖς γὰρ ἀξίοις ἕλοιτο ἄν τις ἑκουσίως δουλεύειν· τὸ γὰρ ὑποτετάχθαι τοῖς ἀναξίοις ὡς ἐπὶ τὸ πλεῖστον ἀκούσιον “ ἀλλὰ διὰ τὸν ὑποτάξαντα, τῷ ὑπερβάλλοντι τῆς χρηστότητος, καὶ τῷ περιόντι τῆς ἀγαθότητος.
ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνη, καὶ τὴν τοῦ Κυρίου ἡμῶν μακροθυμίαν, σωτηρίαν ἡγεῖσθε.
γῆ, θάλασσα, ἀστέρες, ὅσα ἡμῖν ὁ Θεὸς πρὸς ἀπόλαυσιν ἔδωκε κοινῇ πάσης τῆς ἀνθρωπότητος, οὕτω καὶ ἡ τοῦ Κυρίου δωρεὰ δι’ τ’ οὐρανὸν καῖνον καὶ γῆν καινὴν καὶ πάσαν κτίσιν καινὴν ἔχουσά τε καὶ καταγγέλλουσα, ὅλης ἡμῶν κοινὴ τῆς φύσεως γέγονεν, οὐκ ἐπὶ τὸν Ἰσραὴλ μόνον· ὑψώθη γὰρ ἐπὶ
πάντα τὰ ἔθνη ὁ Κύριος, διὰ τοῦ σταυροῦ ἑλκύσας ἡμᾶς ἄνω πρὸς ἑαυτὸν.
“ Θεοῦ εἰς μετάνοιάν σε ἄγει ;
τοῦ ἰδίου στηριγμοῦ· αὐξάνετε δὲ ἐν καὶ γνώσει τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ. αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος.
ἀμήν.
Catena in epistulam Petri ii (catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. J.A. Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.