ΚΕΦ. Γ.
καὶ αὐτὴν τὴν εἰς τὸ εἶναι πάροδον διὰ τῆς ἰδίας κυοφορίας εὐλόγησε, καὶ τῆς κατὰ σάρκα γεννήσεως, οὐκ ἐλύθη τὸ “ ἐν “ λύπαις τέξῃ τέκνα, τὸ τῆς πικρᾶς γεύσεως ἐπιτίμιον· εἰ μὴ γαλακτοτροφίας ἠνέσχετο, οὐκ ἃν ἡμεῖς πρὸς τὰ “ ἀρτιγεννῆ “ βρέφη τὸ λογικὸν ἄδολον γάλα’’ ἐπεποθήσαμεν, καθώς φησιν
ὁ θεσπέσιος Πέτρος.
γάλα ποτιζομένους, “ ὡς ἀρτιγέννητᾳ βρέφη,’’ καὶ ἐν αὐτῷ εἰς σωτηρίαν αὐξανομένους· εἰς τοῦτο γὰρ βλέπει καὶ τὸ τῷ Παύλῳ ῥηθὲν, “ μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῆ κακίᾳ νηπιάζετε, “ ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε· οὐ γάρ ἐστιν, οὐκ ἔστι, μὴ ἀποσμήξαντας τὴν κακίαν καὶ νηπιάσαντας, πρὸς ἁγνείαν ἐλθεῖν, ἣ φρεσὶ τελειωθῆναι, ἣ εἰς ἄνδρα τέλειον, ἐργάτην ἀνεπαίσχυντον, ἀναβῆναι.
ἄρτου διὰ γεύσεως ἡμῖν νοητῆς γίνεσθαι· ὡς τοῦ μέλιτος ἡ φύσις οὐ τοσοῦτον τῷ λόγῳ δύναται τις παραστῆσαι τοῖς ἀπείροις, ὃς ἀπ’ αὐτῆς τῆς κατὰ τὴν γεῦσιν αἰσθήσεως· οὕτως οὐδὲ ἡ χρηστότης τοῦ οὐρανίου ἄρτου ἐναργῶς παραδοθῆναι διδασκαλίαις, ἐὰν μὴ τὰ τῆς ἀληθείας δόγματα ἐπιπλεῖον βασανίσαντες. δυνηθῶμεν
τῇ οἰκείᾳ πείρᾳ καταλαβεῖν τὴν χρηστότητα τοῦ Κυρίου.
“ ἐγενήθη εἰς κεφαλὴν γωνίας.”
τῆς Ἐκκλησίας τοῦ Θεοῦ παραλαμβανομένους· διὰ γὰρ τῆς συμφυΐας καὶ ἁρμονίας τῆς πρὸς ἀλλήλους· διά τε τοῦ τὰ αὐτὰ φρονεῖν καὶ τὰ αὐτὰ λέγειν, τῷ τε αὐτῷ νοὶ· καὶ τῇ αὐτῇ γνώμῃ στοιχεῖν, ἕνα οἶκον ἀπεργάζονται τῷ Θεῷ.
ἀκρογωνιαῖον, ἐκλεκτὸν, ἔντιμον· καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ,
οὐ μὴ καταισχυνθῇ· ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν.
ἐλεύθερον, καὶ φησὶ, “ τίθημι τὸν ἐκλεκτὸν λίθον εἰς τὰ θεμέλια “ Σιών·’’ καὶ τί τὸ ἐντεῦθεν ὄφελος ; “ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ “ μὴ καταισχυνθῇ.”
καὶ πέτρα σκανδάλου.
θεμέλιος αὐτῶν βέβαιος ἀποδειχθεὶς, τῶν ἀπειθούντων δὲ διὰ ἀπιστίας αὐτῷ οὐκ ἔντιμος ἀλλὰ προσκόμματος λίθος καὶ σκανδάλον πέτρα νομιζόμενος προσχῶσι τοῖς ἐξουθενήσασιν αὐτὸν οἰκοδόμοις· οὗτοι δὲ εἶσι γραμματεῖς καὶ Φαρισαῖοι.
καὶ γὰρ αὐτὸς ἐν εὐαγγελίοις ταύτην παράγει τὴν προφητείαν λέγων, “ οὐδέποτε ἀνέγνωτε, λίθον ὃν ἀπεδοκίμασαν οἱ “ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας.’’ Καὶ μετ’ ὀλίγα—“ λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες τοὺς Ἰουδαίους λέγει, τοὺς γραμματεῖς, τοὺς Φαρισαίους, ὅτι ἀπεδοκίμαζον
αὐτὸν λέγοντες, “ ὅτι Σαμαρείτης εἶ, καὶ δαιμόνιον ἔχεις,’’ καὶ πάλιν· “ οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.’’
ὠνόμασεν Ἡσαΐας, καὶ ἐκλεκτὸν καὶ ἔντιμον λίθον, διὰ τὸ συνάπτειν ὑπὸ μίαν γωνίαν δύο οἰκοδομίας· ζῶν δ’ ἂν εἴη ὡς ἀληθῶς ἐκλεκτὸς λίθος ὁ τοῦ Θεοῦ Υἱὸς, ἅπασαν τὴν κατὰ Θεὸν οἰκοδομὴν συνδέων· καὶ τὰς δύο γωνίας, τῆς τε παλαιᾶς οἰκοδομῆς τῶν ἐκ περιτομῆς, καὶ τῆς νέας ἐξ ἐθνῶν, ὑπὸ μίαν συνάπτων γωνίαν· τοῦτον μὲν οὖν τὸν λίθον, οἱ ἐκ περιτομῆς πάλαι πρότερον οἰκοδομοῦντες γραμματεῖς καὶ νομοδιδάσκαλοι καὶ ἀρχιερεῖς, ἐξ αὐτῶν ἀπέβαλον καὶ ἀπεδοκίμασαν· ὁ δὲ γέγονεν ἀρχὴ καὶ κεφαλὴ γωνίας ἑτέρας τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, καὶ γέγονε παρὰ Χριστοῦ δῶρον αὐτῇ
μέγιστον κεχαρισμένον.
αὐτοῦ φῶς· οἱ ποτὲ οὐ λαὸς, νῦν δὲ λαὸς Θεοῦ· οἱ οὐκ ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες.
σπαρέντας ὑπ’ αὑτοῦ, ἅμα βασιλέως καὶ ἱερέως ὑπάρχοντος, ἐκλεκτὸν γένος εἶναι ἅμα βασίλειον καὶ ἱεράτευμα τυγχάνον. τοῦ γὰρ γεννήσαντος ἀμφοτέρας τὰς ἀρχὰς ἔχοντος, ἀνάγκη καὶ αὐτοὺς ὡς ἐκ βασιλέως βασιλικὸν, καὶ ὡς ἐξ c ἱερέως ἱεράτευμα εἶναι· διὸ καὶ ἔθνος ἅγιον ὑπάρχουσι κληθέντας ἀπὸ τοῦ καλοῦντος
ἁγίου ὄντος, ἐπὶ τὸ ἅγιοι ἔσεσθε οἱ αὐτοὶ πρὸς τό d ἄγιον ἔθνος ὑπάρχειν, καὶ λαός εἰσιν εἰς περιποίησιν ἔξω πάσης ἀπωλείας γεγενημένοι. περιποίησις γὰρ τῶν προσλαμβανομένων, ἀλλ’ οὐ τῶν ἐξοστρακιζομένων. ἐπεὶ γὰρ οἱ ἀπὸ διαφόρων ἐθνῶν καὶ νομίμων κληθέντες ἀποβεβλήκασι πᾶσαν ποικιλίαν ἐν τῷ ἀναλαβεῖν μίαν
γνώμην, μιᾷ πίστει καὶ διδασκαλίᾳ προσέχοντες, δι’ ἣν ψυχὴ καὶ καρδία γίνεται μία, ἓν ἅγιον ἔθνος εἰσίν.
κατὰ τῆς ψυχῆς, τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλὴν, ἵνα ἐν ᾧ καταλαλῶσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύοντες, δοξάσῶσι
τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς.
ἀγαπητοὶ προσαγορεύονται τῶν διὰ τὸ ἀνθρώπινον ποθουμένων ἀγαπωμένων, ἀλλ’ οὐκ ἀγαπητῶν ὄντων. ἐπεὶ τοίνυν οὕτω διάκειμαι πρὸς ὑμᾶς οὑς γράφω τὴν ἐπιστολὴν, παρακαλῶ καὶ προτρέπομαι ἀπέχεσθαι τῶν ἐκ σαρκὸς φυομένων ἡδονῶν. στρατεύονται δὲ αὗται κατὰ τῆς ψυχῆς· ἔχθραν πολλὴν πρὸς αὐτὴν
ἔχουσαι, ἐπείπερ ἄλλη ἡ ψυχῆς καὶ ἄλλη ἡ σαρκὸς οὐσία.
Catena in epistulam Petri i (catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.