ΚΕΦ. Δ.
Κύριον· εἴτε βασιλεῖ, ὡς ὑπερέχοντι· εἴτε ἡγεμόσιν, ὡς
δι’ αὐτοῦ πεμπομένοις, εἰς ἐκδίκησιν μὲν κακοποιῶν,
ἔπαινον δὲ ἀγαθοποιῶν· ὅτι οὕτως ἔστι τὸ θέλημα τοῦ Θεοῦ.
ποιεῖς, τοὺς τὴν τῶν οὐρανῶν βασιλείαν ἀπολαβεῖν μέλλοντας — ἄρχουσιν, ὅτι οὐκ ἄρχουσιν, ἀλλὰ τῷ Θεῷ πάλιν ὑποτάττει τοῦτο ποιῶν· ἐκείνῳ γὰρ ὁ ταῖς ἀρχαῖς ὑποτασσόμενος πείθεται.
ἀγνωσίαν.
ὀρθῶς ἡγήσαντο τὴν τοῦ Χριστοῦ πολιτείαν διασύροντες.
κακίας τὴν ἐλευθερίαν, ἀλλ’ ὡς δοῦλοι Θεοῦ. πάντας τιμήσατε· τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν Θεὸν φοβεῖσθε, τὸν βασιλέα τιμᾶτε.
ὁμοίως ἐξικνουμένης· ἐπὶ συμφέροντι οὖν τῶν ἐθνῶν ἐπίγειος ἀρχὴ ἐτέθη ὑπὸ τοῦ Θεοῦ, ἀλλ’ οὐχ ὑπὸ τοῦ διαβόλου ὥς τινες φασὶν, ἵνα φοβούμενοι αὐτὴν οἱ ἄνθρωποι ἀλλήλους δίκην ἰχθύων μὴ καταπίνωσιν. ἀλλὰ διὰ τῆς τῶν νόμων θέσεως ἀνακρούουσι τὴν πολλὴν τῶν ἀνθρώπων ἀδικίαν· καὶ κατὰ τοῦτο, καὶ “ αἱ οὖσαι “ ἐξουσίαι ὑπὸ τοῦ Θεοῦ τεταγμέναι εἰσὶ λειτουργοὶ Θεοῦ, καθὼς Παῦλος φησί. φανερὸν οὖν ὅτι ψευδόμενος ὁ διάβολος ἔλεγεν “ ὅτι “ ἐμοὶ παραδέδοται, καὶ ᾧ ἃν θέλω δίδωμι αὐτάς· οὐ γὰρ τῇ τούτου κελεύσει βασιλεῖς καθίστανται. οἱ μὲν γὰρ αὐτῶν εἰς ἐπανόρθωσιν
καὶ ὠφέλειαν τῶν ὑποτεταγμένων γίνονται, καὶ συντήρησιν δικαιοσύνης, οἱ δὲ εἰς φόβον καὶ τιμωρίαν καὶ σωφρονισμὸν καὶ ἐπίπληξιν, οἱ δὲ καὶ εἰς χλευασμὸν ὕβριν τε καὶ ὑπερηφανίαν, καθὼς καὶ ἄξιοί εἰσι τῆς τοῦ Θεοῦ δικαιοκρισίας, ὡς προέφημεν. Κακίας ἐστὶ τὸ ἀπειθεῖς εἶναι καὶ ἀνηκόους τοῖς ἄρχουσιν· ἵνα
τοίνυν μὴ λέγωσιν, ὅτι ἠλευθερώθημεν ἀπὸ τοῦ κόσμου· οὐρανοπολῖται γεγόναμεν· καὶ σὺ πάλιν ἡμᾶς τοῖς τῆς γῆς ἄρχουσιν ὑπα- κούειν προτρέπεις ; τούτου χάριν φησὶν, ὑπακούετε ὡς ἐλεύθεροι· τουτέστι πειθόμενοι τῷ ἐλευθερώσαντι καὶ προστάξαντι τοῦτο ποιεῖν· οὕτω γὰρ οὐ δόξητε τῆς κατὰ γνώμην κακίας, τουτέστι τοῦ
ἀπειθοῦς καὶ ἀνηκόου, ἔχειν προκάλυμμα τὴν ἐλευθερίαν, δι’ ἧς ἀναίνεσθε τῶν ἀρχόντων τὴν ὑποταγήν.
οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ
τοῖς σκολιοῖς· τοῦτο γὰρ χάρις παρὰ Θεῷ, εἰ διὰ συνείδησιν ἀγαθὴν ὑποφέρει τὶς λύπας, πάσχων ἀδίκως·
ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομένετε· ἀλλ’ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεἶτικὸν
μενεῖτε, τοῦτο χάρις παρὰ τῷ Θεῷ.
αὐτοῦ φοβούμενος δεσπότην, σὺν εὐλαβείᾳ αὐτῶ ὑποτάττεται τοῦ 1 διὰ κακίαν καὶ ἄλλας βασάνους φοβουμένου δεσπότην, τὸν παθητικὸν ἔχοντες φόβον· τούτῳ τῷ σημαινομένῳ κέχρηται· καὶ μεθ’ ἕτερα — πρὸς τὰς γυναῖκας φήσας ἐποπτεύοντες, τουτέστιν οἱ ἄνδρες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν, σύνηθες γὰρ τοῦτο πολλαχοῦ τῆς θείας γραφῆς.
τῶν αὐτῶν ἀπολαύει πάντων· καὶ λέγεις, “ ὑπακούετε “ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου· διὰ γὰρ τοῦτο φημὶ, εἰ γὰρ τοὺς ἐλευθέρους ἀλλήλοις ὑποτάσσεσθαι κελεύω διὰ τὸν τοῦ Θεοῦ φόβον, καθάπερ ἀνωτέρω ἔλεγεν, “ ὑποτασσόμενοι ἀλλήλοις ἐν “ φόβῳ Χριστοῦ·’’ εἰ γὰρ τὴν γυναῖκα προστάσσω φοβεῖσθαι τὸν
ἄνδρα, καίτοι αὕτη καὶ ὁμότιμός ἐστι, πολλῷ μᾶλλον τὸν οἰκέτην· οὐ γὰρ δυσμένεια τὸ πρᾶγμά ἐστιν, ἀλλ’ ἡ πρώτη εὐγένεια, τὸ εἰδέναι ἐλαττοῦσθαι καὶ μετριάζειν, καὶ εἴκειν τῷ f πλησίον· καὶ ἐλεύθεροι ἐλευθέροις μετὰ φόβου καὶ τρόμου ἐδούλευον. Καὶ πάλιν—Μὴ ἄλγει, φησὶν, ὅτι ἔλαττον ἔχεις τῆς γυναικὸς καὶ τῶν
παίδων· ὄνομα δουλείας ἐστὶ μόνον· κατὰ σάρκα ἐστὶν ἡ δεσποτεία πρόσκαιρος καὶ βραχεία· ὅπερ γὰρ ἃν ἦ σαρκικὸν, ἐπίκηρόν ἐστι· καὶ πάλιν πάλιν—Μὴ Μῆ γὰρ ἐπειδὴ πιστὸς εἶ, νομίσῃς ἐλεύθερος· τοῦτό ἐστιν ἐλευθερία, τὸ μᾶλλον δουλεύειν· ὁ γὰρ ἄπιστος ἃν μὲν ἴδῃ διὰ τὴν ἀπιστίαν αὐθαδῶς προσφερόμενον, βλασφημήσει πολλὰ,
ὡς στάσιν ἐμποιοῦν τὸ δόγμα· ὅταν δὲ ἴδῃ πειθομένους, μᾶλλον πεισθήσεται, μᾶλλον προσέξει τοῖς λεγομένοις. καὶ γὰρ ὁ Θεὸς καὶ τὸ κήρυγμα μέλλει βλασφημεῖσθαι.
τοῖς ἴχνεσιν αὐτοῦ.
τῷ στόματι αὐτοῦ· ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει· παρεδίδου δὲ τῷ κρίνοντι δικαίως.
αὐτὸς.
ἁμαρτιῶν οἰκείαν μὲν ἁμαρτίαν οὐκ ἔχει, φέρει δὲ ἐν ἑαυτῷ τὰς ἐκείνων πλημμελείας, ὑπὲρ ὧν εἰς θυσίαν προσάγεται· τοῦτο δηλοῦνος λοῦντος ἐναργέστατα καὶ τοῦ τύπου τοῦ νομικοῦ· ποίαν γὰρ ἰδίαν ἁμαρτίαν εἶχεν ὁ ἀμνὸς ἢ ὁ χίμαρος, ὁ ὑπὲρ ἁμαρτιῶν θυόμενος, καὶ ἁμαρτία διὰ τοῦτο καλούμενος ;
τὰς ὄψεις ῥαπιζόμενον, τήν τε κεφαλὴν καλάμῳ παιόμενον· πλὴν οἱ μώλωπες οὗτοι σωτῆρες ἦσαν ἡμῶν· “τῷ γὰρ μώλωπι αὐτοῦ “ ἰάθημεν· τίνες δὲ ἡμεῖς, ἀλλ’ ἢ οἱ πάλαι πλανηθέντες καὶ μὴ λογισάμενοι αὐτὸν, μὴ δὲ συνιέντες τίς ποτε ἦν ;
ἰατρὸς ἐδέξατο τὴν τιμὴν, καὶ ὁ ἄρρωστος ἔτυχε τῆς ἰάσεως.
Catena in epistulam Petri i (catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.