ΚΕΦ. Β.
ἀναστροφῆς.
παθήματα τοῦ Χριστοῦ, τὴν περὶ αὐτὸν τοῦ Ἁγίου Πνεύματος προμήνυσιν, τῶν προφητῶν τὸ κήρυγμα, τῶν ἀγγέλων τὸν πόθον, ταῦτα πάντα εἰπὼν, γενναίως ἀντέχεσθαι τῆς πίστεως παραινεῖ.
σπουδάζοντας.
κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε.
εἰ δὲ ὁ Υἱὸς κρίνει πᾶσαν τὴν κρίσιν λαβὼν, πῶς Πατὴρ τυγχάνεῖ; πρὸς ἃ λεκτέον, εἰ Πατρὸς καὶ Υἱοῦ μία θεότης, κρίνοντος τοῦ Υἱοῦ, ὁ Πατὴρ ὁ κρίνων ἐστίν· ἀλλὰ καὶ ὁ Υἱὸς δύναται πατὴρ εἶναι τῶν γεννησας γεννήσας αὐτοὺς μετουσίᾳ ἁγιότητος πολλάκις γοῦν τεκνία τοὺς ἑαυτοῦ μαθητὰς ἐκάλεσε, καὶ ἄλλοις εἶπε, τῷ μὲν, “ τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι. τῇ δὲ, “ θύ-
“ γατερ, ἡ πίστις σου σέσωκέ σε.” καὶ ταῦτα διελέγχει τοὺς διακόπτοντας τὴν θεότητα.
ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου
Χριστοῦ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου,
φανερωθέντος δὲ, ἐπ’ ἐσχάτου τῶν χρόνων δι’ ὑμᾶς τοὺς δι’ αὐτοῦ πιστεύοντας εἰς Θεὸν.
Πατέρα, καὶ δεῖ τῆς υἱοθεσίας ἄξια ποιεῖν· τρίτον διὰ τῆς αἰτίας δι’ ἧς τὰ μύρια ἐλάβομεν ἀγαθὰ ἀυτὴ ’δε ἐστι τὸ δοθῆναι ὑπὲρ αὐτῶν τὸ τίμιον αἶμα Χριστοῦ.
διαβόλου, ἐξωνεῖται ὁ Σωτῆρ’ τῷ ἑαυτοῦ αἵματι, τουτέστι τὸ, “ τιμῆς ἠγορασθῆτε.’’ ἠγοράσθημεν γὰρ τιμίῳ αἵματι. ὥσπερ γὰρ οἰκοδεσπότης σεμνὸς καὶ καλὸς, οἰκέτην μοχθηρὸν πολλὰ ἁμαρτήματα ἔχοντα, μὴ κρίνας ἄξιον τῆς ἑαυτοῦ καλῆς οἰκίας καὶ τῆς ἑαυτοῦ διαίτης ἀποδοῖτο τινὶ, ἵνα αὐτὸν παιδεύσῃ· εἶτα
ἐὰν ἴδη αὐτὸν κεκολασμένον ὑπὸ πονηρῷ δεσπότῃ καὶ λέγοντα, πορεύομαι πρὸς τὸν δεσπότην μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε ἣ νῦν. δίδωσιν αὐτῷ πάλιν τὴν τιμὴν, καὶ ἐξαγοράζει αὐτὸν, ἵνα γένηται λαὸς περιούσιος. οὕτως οὖν καὶ ἡμᾶς ἀνακτᾶται ὁ Θεή. καὶ πῶς ἐσμὲν αὐτοῦ ἴδια καὶ οὐκ ἴδια ; ὡς μὲν δημιουργήματα,
ἴδια, ὡς δὲ διὰ τὸ ἡμαρτηκέναι γενόμενα c ἀλλότρια, οὐκ ἴδια· μὴ νομίσῃς ὅτι ἴδιος εἶ τοῦ Θεοῦ· ἐὰν ἦς ἁμαρτωλὸς, 1 ὁ διάβολος γάρ σε κτᾶται· ἐκείνου εἶ κτῆμα. ἄνθρωπος τῆς ἁμαρτίας, υἱὸς τῆς ἀπωλείας, ἐκεῖνος ἀγοράζει σε, οὐ τιμίῳ αἵματι ἀλλὰ ἀτίμῳ· ἁμαρτίᾳ γὰρ ἀγοράζει· ἀγοράζει πορνείᾳ· ἀκάθαρτος γάρ ἐστιν. ἀγοράζει φόνῳ· μιαίφονος γάρ ἐστιν· “ ἀνθρωπόκτονος γὰρ ἦν ἀπ’ ἀρχῆς. καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκε· ”
καὶ ταῦτα αὐτοῦ ἐστι τὰ νομίσματα.
τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῆ ὑπακοῇ τῆς ἀληθείας διὰ Πνεύματος εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ καθαρᾶς
καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς.
“ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. καὶ πάλιν τοῦ Λουκᾶ περὶ αὐτοῦ. ὡς “ παρέστησεν ἑαυτὸν ζῶντα καὶ πάλιν τοῦ Χριστοῦ. “ ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν “ λαβεῖν αὐτήν. λέγει οὖν τοῦτο ὁ Ἀπόστολος, ἵνα μάθωμεν ὅτι κοινὰ τὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐστίν.
γένει τῶν φυομένων παραστῇς, ἐναργῆ λαμβάνῃς τοῦ ποιήσαντος τὴν ὑπόμνησιν. πρῶτον μὲν ὅταν ἴδῃς βοτάνην χόρτου καὶ ἄνθος, εἰς ἔννοιαν ἔρχου τῆς ἀνθρωπίνης φύσεως· μεμνημένος τῆς εἰκόνος τοῦ σοφοῦ Ἡσαΐου, “ ὅτι πᾶσα σὰρξ ὡς χόρτος καὶ “ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· τὸ γὰρ ὀλιγοχρόνιον τῆς ζωῆς, καὶ τὸ ἐν ὀλίγῳ περιχαρὲς καὶ ἱλαρὸν τῆς ἀνθρωπίνης εὐημερίας, καιριωτάτης παρὰ τῷ προφήτῃ τετύχηκε τῆς εἰκόνος·
σήμερον εὐθαλὴς τῷ σώματι, κατασεσαρκωμένος ὑπὸ τρυφῆς, ἐπανθοῦσαν ἔχων τὴν εὔχροιαν ὑπὸ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς, σφριγῶν καὶ σύντονος καὶ ἀνυπόστατος τὴν ὁρμήν. αὔριον ὁ αὐτὸς ἐλεεινὸς, ἣ τῷ χρόνῳ μαρανθεὶς, ὁ δεῖνα περίβλεπτος ἐπὶ χρημάτων περιουσίᾳ, καὶ πλῆθος περὶ αὐτὸν κολάκων, δορυφορία φίλων
προσποιητῶν, τὴν ἀπ’ αὐτοῦ χάριν θεραπευόντων, πλῆθος συγγενείας καὶ ταύτης κατεσχηματισμένης· ἐσμὸς τῶν ἐφεπομένων μυρίος, τῶντε ἐπισιτείων καὶ τῶν κατὰ τὰς ἄλλας χρείας αὐτῷ προσεδρευόντων· οὓς καὶ προιὼν καὶ πάλιν ἐπανιὼν ἐπισυρόμενος, ἐπίφφθονός ἐστι τοῖς ἐντυγχάνουσι· πρόσθες τῷ πλούτῳ καὶ πολιτικὴν
τινὰ δυναστείαν· ἢ καὶ τὰς ἐκ βασιλέων τιμὰς ἢ ἐθνῶν ἐπιμέλειαν· ἣ στρατοπέδων ἡγεμονίαν· τὸν κήρυκα μέγα βοῶντα πρὸ αὐτοῦ· τοὺς ῥαβδούχους ἔνθεν καὶ ἔνθεν βαρυτάτην κατάπληξιν τοῖς ἀρχομένοις ἐμβάλλοντας, τὰς πληγὰς, τὰς δημεύσεις, τὰς ἐπαγωγὰς, τὰ δεσμωτήρια ἐξ ὧν ἀφόρητος ὁ παρὰ τῶν
οἰκείων συναθροίζεται φόβος· καὶ τι μετὰ τοῦτο ; μία νὺξ, ἢ καὶ πυρετὸς εἷς πλευρίτης ἣ περιπνευμονία, ἀνάρπαστον ἐξ ἀνθρώπων ἀπάγουσα τὸν ἄνθρωπον οἴχεται, πᾶσαν τὴν κατ’ αὐτὸν σκηνὴν ἐξαπίνης ἀπογυμνώσασα· καὶ ἡ δόξα ἐκείνη ὥσπερ ἐνύπνιον ἀπηλέγχθη· ὥστε ἐπιτέτευκται τῷ προφήτῃ ἡ πρὸς τὸ άδρανέστατον
ἄνθος ὁμοίωσις τῆς ἀνθρωπίνης δόξης.
ὡραΐζεται· εἰτα οὐκ εἰς μακρὰν ὑπὸ τῆς ῥευστῆς καὶ φύσεως ἀπομαραίνεται, ὅπερ διδάσκει καὶ ἡ γραφὴ λέγουσα, “ καὶ “ ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν.”
τὴν σωτηρίαν προμηνύει καὶ τῶν Ἰουδαίων τὴν ἀκαρπίαν· φύσει μὲν γὰρ χόρτου, φησὶν, ἔοικε τῶν ἀνθρώπων τὸ γένος· ἄνθη δὲ χόρτου ἡ ἐπιγινομένη δόξα καὶ δυναστεία· καὶ καθάπερ τοῦ χόρτον ξηραινομένου τὸ ἄνθος ἐκπίπτει, οὕτω τοῦ θανάτου τοῖς ἀνθρώποις ἐπιόντος, καὶ ἡ δυναστεία καὶ ἡ ὑπερηφανία σβέννυται.
Catena in epistulam Petri i (catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.