ΚΕΦ. Α.
σωτηριώδους πίστεως προκατηγγελμένης ὑπὸ τῶν προφητῶν.
εἰκότως οὐ τοὺς οἰκοῦντας τὴν Ἰουδαίαν μόνους πρὸς τὸ Εὐαγγέλιον καλεῖ, ἀλλὰ καὶ δι’ ἐγκυκλίου Ἐπιστολῆς τοῖς 1 ἁπανταχοῦ διασπαρεῖσιν Ἰουδαίους κηρύττειν σπουδάζει, ὡς δέον ὑπὲρ ἧς ἐδέξαντο πίστεως ἀθλεῖν, ὅτι δεῖ a καὶ μεγάλα τοὺς ταύτην φυλάξαντας διαδέξεται ἀγαθὰ καὶ ἄφθαρτα καὶ οὐράνια.
χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη.
εἰς αὐτὸν ἁγιαζόμεθα διὰ τοῦ Πνεύματος, ῥαντίζει δὲ ἡμᾶς καὶ τῷ αἵματι αὐτοῦ πρὸς ἀποκάθαρσιν, πῶς οὐκ ἂν νοοῖτο Θεὸς ἁγιάζων μὲν ἰδίῳ Πνεύματι, καθαρίζων δὲ καὶ τῷ ἰδίῳ αἵματι τοὺς πιστεύοντας; “ Θεὸς γὰρ b ἦν ἐν σαρκί.”
Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν, δἰ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν,
ἀξίαν εἰσί· τούτου χάριν εὐλογεῖ τὸν Θεὸν καὶ Πατέρα, καὶ τὸν πολὺν αὐτοῦ ἔλεον ἄγει, ἵνα τὸ πρᾶγμα πιστὸν ποιήσῃ· ὅταν γὰρ ὁ Θεὸς ὁ διδοὺς ἦν καὶ τὰ μείζονα καὶ πιστά. ἔχει δὲ καὶ πρὸς τὴν πρώτην διαθήκην ὁ λόγος ἀπότασιν, ὅτι ἐλπίδας ἐκείνη τοῖς πιστεύουσι γῆν τῶν Χαναναίων ἐδίδου.
καὶ ἐξελέξατο αὐτοὺς ἐν Χριστῷ πρὸ καταβολῆς ο κόσμου· τότε προορίσας αὐτοὺς υἱοὺς εἶναι μετουσίᾳ τοῦ Πνεύματος τῆς 2 υἱοθεσίας. πρόγνωσιν γὰρ οὐκ ἄλλο τι ἡγητέον ἣ ἐσομένων θεωρίαν· ἥτις οὐκέτι πρόγνωσις ἀλλὰ γνῶσις ἐστὶν εἰς ὕπαρ ἡκόντων τῶν προεωραμένων. κἂν τοίνυν κατὰ πρόγνωσιν ἐκλεκτοὶ ἦσαν οἷς Πέτρος γράφει, ἀλλ’ οὐ νῦν ὑφεστηκόσιν αὐτοῖς ἡ προσφώνησις γίνεται· ἐκβάλλει οὖν τὸν μῦθον τὸν περὶ τῆς φύσεως
καὶ η ἐγκειμένη νόησις.
φρουρούμενοι· οὕτως γὰρ καὶ αὐτὸς προσηύξατο, “ Πατέρ’ Ἅγιε, “ τήρησον αὐτούς.
ἆθλα τῆς βασιλείας. οὓς καὶ ἐρωτητέον, ὅτι ἔχουσι περὶ σωματικῆς τρυφῆς εἰπεῖν ὡς ἀφθάρτου καὶ ἀμαράντου μάλιστα, ὅτι καὶ περιγράφουσιν αὐτὴν παυσαμένου τοῦ χιλιοστοῦ ἐνιαυτοῦ· πρὸς τούτοις συναπτέον τὰ ῥητὰ δηλοῦντα ἐν βασιλείᾳ οὐρανῶν εἶναι τὴν κληρονομίαν· καὶ ὡς οὐχ ὑποπίπτει διὰ τὸ νοητὴ εἶναι
αἰσθήσει θνητῶν.
ἐν ᾧ ἀγαλλιᾶσθε.
ἑτέρου τὸ διὰ τοῦ ἰδίου Υἱοῦ αὐτὰ ἡμῖν χαρίσασθαι· καὶ οὐχ ἁπλῶς τοῦ Υἱοῦ, ἀλλὰ διὰ τῆς ἀναστάσεως τοῦ Υἱοῦ. εἰ γὰρ αὐτῷ πάντα ἡμῖν χαρίσηται, τίνα τὰ διδόμενα λέγει ; κληρονομία ἄφθαρτος καὶ ἀμίαντος· καὶ τὸ ἔτι μεῖζον, ὅτι οὐδὲ ἐν γῇ αὕτη ἡ κληρονομία, ἀλλ’ ἐν οὐρανοῖς.
πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν, καὶ τιμὴν
ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ· ὃν οὐκ εἰδότες ἀγαπᾶτε.
ἁμαρτωλοὶ δίκην ἐνταῦθα τιννύουσιν, ἵνα μὴ τῇ ἀναστάσει οἱ πολλοὶ ἀπιστήσωσιν· οὐ πάντες οἱ δίκαιοι θλίβονται, ἵνα μὴ τὴν κακίαν ἐπαινετὴν εἶναι νομίσῃς, καὶ μισήσῃς τὴν ἀρέτην.
χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος
τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν.
οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες,
ἐρευνῶντες, εἰς τίνα ἢ ποῖον καιρὸν δήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ, προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα, καὶ τὰς μετὰ ταῦτα δόξας.
ἄνθρωπος ψιλὸς ὁ Χριστὸς, ἀλλὰ καὶ σαρκωθεὶς Θεὸς ὁμοούσιος τῷ Πατρί. “ Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.’’
ἐπὶ ξύλου.” Διὰ τοῦτο ἔλεγεν ὁ Σωτῆρ’, “ πολλοὶ προ- “ φῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον.’’
“ ματι Ἁγίῳ ἀποσταλέντι ἀπ’ οὐρανοῦ.’ ἔνθα γὰρ ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ Ἅγιον Πνεῦμα. ἀλλ’ ἐπίστησον ἀκριβῶς· μὴ εἰς αἰσθητὰ κατενέγκῃς τὴν περὶ τούτων νόησιν· οὐρανὸν τοπικὸν καὶ μετάβασιν ἐκεῖθεν καὶ καταφορὰν γινομένην ὑπολαβών· Θεοῦ γὰρ προηγουμένην, ἵνα οὕτως εἴπω, ὑπεροχὴν καἰ κατάστασιν δηλοῖ ἡ
τοῦ διηγηθέντος οὐρανοῦ προσηγορία.
ἐπιδημίαν ὁ Ἀβραάμ τὴν ἡμέραν τοῦ Κυρίου ἑωρακὼς, πάντων τῶν τελειουμένων κατὰ Κύριον, εἰς τοὺς αὐτοῦ κόλπους ἀπερχομένων ; πῶς δὲ ἐλάττων Μωϋσῆς καὶ Ἠλίας ἐν δόξῃ ἅμα τῷ Κυρίῳ μεταμορφωθέντι φανέντες, ἐπεὶ μὴ εἶδον αἰσθητῶς τὸν Κύριον ; οὐ γὰρ προκριτέον ποιεῖ τῶν τὴν νοητὴν ἐπιδημίαν ἐσχηκότων
τὸν ἑωρακότα τὴν κατὰ σάρκα. πολλοὶ γοῦν τῶν ἑτεροδόξων συμφέρονται τῇ ἐσφαλμένῃ ταύτῃ δόξῃ, πόθον ἔχοντες ἐκ παντὸς τρόπου διαβάλλειν τὴν παλαιὰν διαθήκην· καὶ τοῦτο δὲ λελέξεται, ὅτι εἰ καὶ μὴ εἶδον ἣ ἤκουσαν αἰσθητῶς ἃ ὁ Κύριος εἶπεν, ἀλλ’ οὖν ἔρωτα αὐτῶν θεῖον εἶχον· “ πολλοὶ γὰρ προφῆται καὶ
“ δίκαιοι ἐπεθύμησαν ἰδεῖν.
Catena in epistulam Petri i (catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.